- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:178.4-179.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯论述了王制、贵族制和财产权制这三种政制形式及其偏离形式(僭主制、寡头制和民主制),并阐明在家庭内部的父子关系、夫妻关系和兄弟关系中可以找到与这些政制形式相类比的关系。
〈Περὶ τῶν τριῶν τῆς πολιτείας εἰδῶν. κεφ. ιγʹ.〉 〈Περὶ τῶν τριῶν τῆς πολιτείας εἰδῶν. κεφ. ιγʹ.〉 Ῥητέον δὲ ἔτι περὶ τῆς πολιτικῆς. ταύτης δὴ τρία εἰσὶν εἴδη, βασιλεία ἀριστοκρατία καὶ τιμοκρατία, ἣν καὶ πολιτείαν εἰώθασιν οἱ πλεῖστοι καλεῖν, ἥτις ἐστὶν ἀπὸ τῶν τιμημάτων· διδόντες γὰρ χρήματα τὸ ἄρχειν λαμβάνουσι· διὰ τοῦτο τιμοκρατικὴν οἰκεῖόν ἐστι καλεῖν. τούτων δὲ τῶν πολιτειῶν βελτίστη μὲν ἡ βασιλεία, χειρίστη δὲ ἡ τιμοκρατία. αὗται μὲν οὖν αἱ πολιτεῖαι, αἱ δὲ παρεκβάσεις καὶ οἷον φθοραὶ τῶν πολιτειῶν, τῆς μὲν βασιλείας ἡ τυραννίς· ἄμφω γὰρ μοναρχίαι, διαφέρουσι δὲ πλεῖστον· ὁ μὲν γὰρ τύραννος τὸ ἑαυτοῦ συμφέρον σκοπεῖ, ὁ δὲ βασιλεὺς τὸ τῶν ἀρχομένων· οὐ γάρ ἐστι βασιλεὺς ὁ μὴ αὐτὸς ἑαυτῷ ἀρκῶν καὶ πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχων· ὁ γὰρ τοιοῦτος οὐ δεηθήσεται τὰ τῶν ἀρχομένων εἰς ἑαυτὸν ἕλκειν. διὰ τοῦτο τὰ μὲν ὠφέλιμα αὑτῷ οὐ προσκοπεῖ πολιτευόμενος καὶ τὰ κοινὰ πράττων, μόνα δὲ τὰ τῶν ἀρχομένων· οὐ γὰρ ἀπὸ τῶν κοινῶν ἀλλ’ οἴκοθεν ποριεῖ τὰ συμφέροντα ἑαυτῷ. ὁ δὲ μὴ οὕτως ἔχων κληρωτὸς μᾶλλον ἄν τις εἴη ἢ βασιλεύς. ἔστι τοίνυν ἡ τυραννὶς ἐναντία τῇ βασιλείᾳ· ὁ γὰρ τύραννος τὸ ἑαυτοῦ ἀγαθὸν διώκει, καὶ πολὺ μᾶλλον ἢ ὁ κληρωτός· καὶ φανερωτέρα ἡ διαφορὰ ἡ πρὸς τὸν βασιλέα, ὅτι καὶ χείρων. διὰ τοῦτο καὶ ἐναντίον ἐστὶ τῇ βασιλείᾳ ἡ τυραννίς, ὅτι τὸ μὲν βέλτιστον, τὸ δὲ κάκιστον· τὸ γὰρ κάκιστον ἐναντίον τῷ βελτίστῳ. μεταβαίνει τοίνυν ἡ πολιτεία ἐκ βασιλείας εἰς τυραννίδα· φαυλότης γάρ ἐστι μοναρχίας ἡ τυραννίς, καὶ ὁ μοχθηρὸς βασιλεὺς τύραννος γίνεται. τῆς μὲν οὖν βασιλείας παρέκβασις ἡ τυραννίς, τῆς δὲ ἀριστοκρατίας ἡ ὀλιγαρχία, ὅταν οἱ ταύτην πολιτευόμενοι τὴν πολιτείαν νέμωσι τὰ τῆς πόλεως ἑαυτοῖς παρὰ τὴν ἀξίαν καὶ πάντα ἢ τὰ πλεῖστα· οἳ καὶ τὰς ἀρχὰς τῆς πόλεως τοῖς αὐτοῖς ἀεὶ διδόασι διοικεῖν, ἵνα συνήθεις αὐτοῖς γενόμενοι δι’ αὐτῶν καρποῦσθαι δύνωνται τὰ κοινά. ὅθεν συμβαίνει ὀλίγους τινὰς ἐπὶ τῶν πραγμάτων εἶναι, καὶ μοχθηροὺς ἀντὶ τῶν ἐπιεικεστάτων. τῆς δὲ τιμοκρατίας παρέκβασις ἡ δημοκρατία· σύνοροι γάρ εἰσιν αὗται· πλήθους γὰρ βούλεται καὶ ἡ τιμοκρατία εἶναι, καὶ ἴσοι πάντες οἱ ἐν τῷ τιμήματι. ἥκιστα δὲ μοχθηρά ἐστιν ἡ δημοκρατία· μικρὸν γὰρ ὑπερβαίνει τὸ τῆς τιμοκρατίας εἶδος· κοινωνεῖ γὰρ αὐτῇ μᾶλλον ἢ διαφέρει· τῷ τιμήματι μὲν γὰρ διαφέρει, κοινωνεῖ δὲ κατά τε τὴν ἰσότητα (ἴσοι γὰρ πάντες οἱ ἐν τῷ τιμήματι) καὶ κατὰ τὸ πλῆθος. 〈Περὶ τῶν ὁμοιωμάτων τούτων τῶν εἰδῶν. κεφ. ιδʹ.〉Τὰ μὲν οὖν εἴδη τῆς πολιτικῆς εἰς ταῦτα μεταβάλλουσι μάλιστα· τὸ ἐλάχιστον1 γὰρ ἑκάστη τῶν εἰρημένων πολιτειῶν εἰς τὴν ἀντικειμένην αὐτῇ μεταβάλλει καὶ εἰς ταύτην ῥᾷστα μεταβαίνει. εἰσὶ δὲ καὶ ἐν τῇ οἰκονομικῇ ὁμοιώματα αὐτῶν καὶ οἷον παραδείγματα· ἐν γὰρ ταῖς οἰκίαις καὶ βασιλείας εἰκόνα ἴδοι τις ἂν καὶ ἀριστοκρατίας καὶ τῶν ἄλλων. ἡ μὲν γὰρ πατρὸς πρὸς υἱοὺς κοινωνία βασιλείας ἔχει σχῆμα· τῶν τέκνων γὰρ τῷ πατρὶ μέλει· ἐντεῦθεν δὲ καὶ Ὅμηρος τὸν Δία πατέρα προσαγορεύει. πατρικὴ γὰρ ἀρχὴ βούλεται ἡ βασιλεία εἶναι, ἣν οἱ Πέρσαι ὑπερβαίνοντες τυραννίδα ποιοῦσι, τῶν γὰρ υἱῶν ὡς δούλων ἄρχουσι. τυραννὶς δὲ ἡ τῶν δούλων ἀρχή· τὸ γὰρ τοῦ δεσπότου συμφέρον ζητεῖται ἀεὶ παρὰ τῶν δούλων· ἔστι δὴ ἡ τοιαύτη τῶν τέκνων ἀρχὴ ἡμαρτημένη· ἡ δὲ βασιλείᾳ ἐοικυῖα τοῦ δέοντος ἔχεται· δεῖ γάρ, ἐπεὶ υἱὸς διαφέρει δούλου καὶ τὰς ἀρχὰς αὐτῶν διαφόρους εἶναι. ἡ μὲν οὖν πατρὸς πρὸς υἱοὺς κοινωνία τῇ βασιλείᾳ ἔοικεν· ἀριστοκρατίᾳ δὲ ἡ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα. κατ’ ἀξίαν γὰρ καὶ ὡς βελτίων ὁ ἀνὴρ ἄρχει· καὶ ἔσται δὴ ἀριστοκρατία, ὅταν ἃ μὲν προσήκει ἀνδρί, ἑαυτῷ ἀποδιδῷ ὁ ἀνήρ, ἃ δὲ γυναιξὶν ἁρμόζει, τῇ γυναικὶ παραχωρῇ. ὑπερβήσεται δὲ τὴν ἀριστοκρατίαν ἡ τοιαύτη κοινωνία καὶ εἰς ὀλιγαρχίαν μεταβαλεῖ, ὅταν ὁ ἀνὴρ ἁπάντων κυριεύῃ· παρὰ τὴν ἀξίαν γὰρ αὐτὸ ποιεῖ καὶ οὐχ ᾗ ἀμείνων.2 ἐνίοτε δὲ ἄρχουσιν αἱ γυναῖκες, ὅταν ἐπίκληροι ὦσι καὶ διὰ τοῦτο πλούτῳ καὶ δυνάμει τῶν ἀνδρῶν ὑπερέχωσιν· οὐ γὰρ γίνεται ἡ τοιαύτη ἀρχὴ δι’ ἀρετήν, ἀλλὰ καθάπερ ἐν ταῖς ὀλιγαρχίαις διὰ πλοῦτον καὶ δύναμιν. τοιαύτη μὲν οὖν ἡ ἐν οἰκίᾳ ἀριστοκρατία καὶ ὀλιγαρχία. τιμοκρατία δὲ ἡ τῶν ἀδελφῶν κοινωνία· ἴσοι γάρ, πλὴν ἐφ’ ὅσον ταῖς ἡλικίαις διαλλάττουσι· διόπερ, ἂν πολὺ ταῖς ἡλικίαις διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φιλία, ἀλλὰ πατρικῇ τινι ἔοικε πρὸς παῖδας. δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεων γίνεται· ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου· γίνεται δὲ καὶ ἐν αἷς ὁ ἄρχων ἀσθενὴς καὶ διὰ τοῦτο ἕκαστος ἑαυτοῦ ἐξουσιάζει.
〈论政制的三种形式第十三章〉 〈论政制的三种形式第十三章〉 此外,还必须论述城邦共同关系。它确实有三种形式:王制、贵族制和财产权制(大多数人亦习惯称之为政制),它是基于财产资格评估的;因为通过交纳钱财,人们获得统治权;为此,称之为财产权制是恰当的。而在这些政制中,王制是最好的,财产权制是最差的。这些便是政制;而政制的偏离形式以及所谓败坏形式,在王制而言是僭主制;因为两者皆是君主统治,但差异极大;因为僭主考虑自己的利益,而君王考虑被统治者的利益;因为不自足且不在一切善物上卓越之人并不是君王;因为这样的人将不需要把被统治者的财物据为己有。为此,他在执政并行使公共事务时,不顾及对自身有益之事,而仅顾及被统治者的事务;因为他不是从公共财物中,而是从自家资财中谋取对自己有利之物。而不具有这种品质的人,毋宁是一个抽签当选者而非君王。因此,僭主制与王制相反;因为僭主追求自己的善好,且远甚于抽签当选者;而与君王相比的差异亦更为明显,因为他亦更为恶劣。僭主制与王制相反亦是为此,因为前者最好,而后者最恶;因为最恶者与最好者相反。因此政制从王制转变为僭主制;因为僭主制是君主统治的恶质状态,邪恶的君王转变成僭主。 王制的偏离形式是僭主制,而贵族制的偏离形式则是寡头制,此时治理这种政制的人违背价值将城邦之物——全部或绝大部分——分配给自己;他们亦总是将城邦的官职交给相同的人去管理,以便与他们结成私交,通过他们能够榨取公共财物。由此导致少数人掌管事务,且居于统治地位的是恶劣之人而非最端正之人。而财产权制的偏离形式是民主制;因为它们彼此毗邻;因为财产权制亦倾向于属于大众,且凡处于财产资格评估之内的人皆是平等的。民主制是最少恶劣性质的;因为它仅微小地逾越了财产权制的形式;因为比起差异,它与财产权制毋宁说是相通的;因为虽然在财产资格评估上有所不同,但在平等性上(凡处于财产资格评估之内的人皆是平等的)以及在大众方面却是相通的。 〈论这些形式的相似物第十四章〉 因此,城邦政制的诸形式最主要转变成这些偏离形式;因为上述各政制皆以极小的变化转变为与其对立的政制,且最容易过渡到其中。在家庭管理中亦存在着它们的相似物和所谓模范;因为在家庭中人们亦可见到王制、贵族制及其他政制的肖像。因为父亲对儿子的共同关系具有王制的形式;因为父亲关怀其子女;由此荷马亦称呼宙斯为父亲。因为王制倾向于是父权的统治,而波斯人逾越了这一点将其变为僭主制;因为他们把儿子当作奴隶来统治。而对奴隶的统治乃是僭主制;因为主人的利益总是从奴隶身上被索求;对子女的这种统治确实是错误的;但相似于王制的统治则坚守合宜之理;因为既然儿子与奴隶不同,对他们的统治方式亦应当不同。 父亲对儿子的共同关系相似于王制;而丈夫对妻子的共同关系则相似于贵族制。因为丈夫按照价值且作为更为优越者进行统治;而当丈夫将合于男子的事务归于自身,将适合妇人的事务让给妻子时,便确实将是贵族制。然而,当丈夫统辖一切事务时,这种共同关系将逾越贵族制而转变为寡头制;因为他违背价值行事,而非以优越者的资格行事。有时妇女亦进行统治,即当她们是女继承人且为此在财富和权势上压过其丈夫时;因为这种统治并非因德性而产生,而是正如在寡头制中一样,因财富和权势而产生。家庭中的贵族制与寡头制便是如此。 另一方面,兄弟的共同关系是财产权制;因为除了年龄上的差异限度之外,他们是平等的;因此,如果他们在年龄上相差悬殊,友爱便不再成为兄弟间的友爱,而是相似于某种对子女的父性友爱。而民主制则最主要产生在没有主人的住宅中;因为在其中所有人地位平等;亦产生在统治者软弱因而人人皆自主其事的住宅中。
- 8.τὸ ἐλάχιστον
用作状语性宾格,意为“以最小的程度”或“带着极微小的变化”,与后文的 ῥᾷστα(“最容易地”)并列,表明正宗政制向其对立的偏离形式转变时所经历的变动幅度最小。
- 8.παρὰ τὴν ἀξίαν γὰρ αὐτὸ ποιεῖ καὶ οὐχ ἡ ἀμείνων
短语 οὐχ ἡ ἀμείνων 作主语的补足语,意为“并非以更为优越者的资格[行事]”(异读或解释作关系副词 ᾗ 时意为“并非就其更为优越而言”,表达相同的句法功能),表明丈夫揽权并非凭靠德性或价值上的优越性。
