- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:176.31-178.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了友爱与公正所共同关涉的诸共同关系的差异性与比例关系,指出一切特殊的共同体(血缘、同袍、航海、军旅、祭祀等)最终都归属于以一生的共同利益为目标的城邦政治共同体。
〈Περὶ τῆς πολιτικῆς φιλίας. κεφ. ιβʹ.〉 〈Περὶ τῆς πολιτικῆς φιλίας. κεφ. ιβʹ.〉 Ἔοικε δέ, καθὼς εἴρηται πρότερον, ὅτι περὶ τὰ αὐτά ἐστιν ἥ τε φιλία καὶ τὸ δίκαιον.1 καὶ γὰρ τὸ δίκαιον ἐν ταῖς πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαις ζητεῖται, ἐν ταύταις δὲ καὶ ἡ φιλία γίνεται. καὶ γὰρ καὶ σύμπλοι καὶ στρατιῶται καὶ ὅλως οἱ πράξεών τινων καὶ ἐπιτηδευμάτων κοινωνοῦντες ἀλλήλοις καὶ τὰ δίκαια φυλάττειν πρὸς ἀλλήλους ζητοῦσι, καὶ φίλοι εἰσὶν ἀλλήλοις καὶ καθόσον δὲ κοινωνοῦσι, κατὰ τοσοῦτον καὶ φιλοῦσιν ἀλλήλους καὶ τὰ δίκαια πρὸς ἀλλήλους ποιοῦσιν. ὅθεν καὶ ἡ παροιμία φησὶ “κοινὰ τὰ τῶν φίλων” ὀρθῶς· ἐν κοινωνίᾳ γὰρ ἡ φιλία. διαφέρουσι δὲ αἱ κοινωνίαι. ἀδελφοῖς μὲν γὰρ καὶ ἑταίροις πάντα κοινά, τοῖς δὲ ἄλλοις οὐ πάντα ἀλλ’ ἔνια ὡρισμένα· καὶ τούτων τοῖς μὲν πλείω, τοῖς δὲ ἐλάττω. ἀναλόγως δὲ ταῖς κοινωνίαις καὶ αἱ φιλίαι ἔχουσιν· αἱ μὲν γὰρ μᾶλλον, αἱ δὲ ἧττον γίνονται, ταῖς κοινωνίαις ἀκολουθοῦσαι. ὁμοίως καὶ τὰ δίκαια ταῖς φιλίαις ἀναλογοῦσιν· οὐ γὰρ τὰ αὐτὰ δίκαια ἀδελφοῖς πρὸς ἀλλήλους καὶ πατρὶ πρὸς υἱὸν ἢ πολίταις ἢ ἑταίροις πρὸς ἀλλήλους, ἀλλ’ ἕτερα· καὶ μᾶλλον καὶ ἧττον γίνεται ταῖς φιλίαις ἀκολουθοῦντα. οὐ γὰρ ὁμοίως ἄδικον χρήματα ἀποστερῆσαι ἑταῖρον καὶ πολίτην καὶ μὴ βοηθῆσαι δεομένῳ ἀδελφῷ καὶ ὀθνείῳ καὶ πατάξαι πατέρα καὶ ὁντινοῦν ἄλλον.2 αὔξεσθαι γὰρ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπ’ ἴσον διήκοντα·3 καὶ τὸν φίλτερον δεινότερον ἀδικεῖν καὶ τὸν μᾶλλον κοινωνοῦντα καὶ φιλοῦντα, ἢ πρὸς ὃν ἥττων ἡ κοινωνία καὶ ἡ φιλία γίνεται. πᾶσαι δὲ κοινωνίαι, ἐν αἷς ἐστιν ἡ φιλία καὶ τὸ δίκαιον, μέρη εἰσὶ τῆς πολιτικῆς· ἡ γὰρ πολιτικὴ κοινωνία ἐστὶ τοῦ συμφέροντος ἕνεκα, δι’ ὃ καὶ συνέστη τὴν ἀρχὴν ἡ πολιτεία καὶ μένει. πᾶσα δὲ κοινωνία τοῦ συμφέροντός ἐστιν ἕνεκα, ἡ μὲν τοῦδε τοῦ συμφέροντος ἡ δὲ ἐκείνου· διὰ γὰρ τῶν κοινωνιῶν τὰ συμφέροντα πορίζομεν ἑαυτοῖς, καὶ διὰ ταῦτα ἀλλήλοις κοινωνοῦμεν, ἵνα πορισώμεθά τι τῶν εἰς τὸν βίον. τούτου δὴ τοῦ κοινῇ συμφέροντος καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι τὸ κοινῇ συμφέρον. αἱ μὲν οὖν ἄλλαι, καὶ αἱ ὅλαι καὶ τὰ μέρη αὐτῶν, τοῦ συμφέροντος ἐφίενται, οἷον πλωτῆρες μὲν τοῦ κατὰ τὸν πλοῦν συμφέροντος, οἷον χρημάτων ἢ ἄλλου τινός, συστρατιῶται δὲ τοῦ κατὰ τὸν πόλεμον συμφέροντος ὀρέγονται, οἷον χρημάτων ἢ νίκης ἢ πόλεως· ὁμοίως δὲ καὶ φυλέται καὶ δημόται. τινὲς δὲ τῶν κοινωνιῶν τοῦ ἡδέος ἐφίενται καὶ δι’ ἡδονὴν δοκοῦσι γίνεσθαι, ὥσπερ ἡ τῶν θιασωτῶν κοινωνία καὶ ἡ τῶν ἐρανιστῶν. ἡ μὲν γὰρ θυσίας ἕνεκα γίνεται, ἡ δὲ συνουσίας, ἃ καὶ ἄμφω τοῦ ἡδέος ἐστὶ μᾶλλον. καὶ αὗται δὲ μέρη εἰσὶ τῆς πολιτικῆς· τάττονται γὰρ καὶ αὗται πρὸς τὸ κοινῇ συμφέρον ὑπὸ τῆς πολιτικῆς. καὶ γὰρ οὐ μόνον, ὃ νῦν ἐστι συμφέρον, ζητεῖ ἀλλὰ καὶ ὃ νῦν μὲν οὐ συμφέρει, συνοίσει δέ, καὶ τοῦτο διώκει· οὐ γὰρ τοῦ παρόντος μόνον συμφέροντος ἐφίεται, ἀλλὰ τοῦ μέχρι βίου· διὰ τοῦτο θυσίας τε εἰσήγαγε καὶ συνόδους καὶ συνουσίας μεθ’ ἡδονῆς καὶ πόνων ἀναπαύσεις. μετὰ γὰρ τὰς τῶν καρπῶν συγκομιδὰς αἵ τε σύνοδοι ἐγίνοντο καὶ αἱ θυσίαι, ἀπαρχαί τινες οὖσαι· μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον τοῖς καιροῖς· διὰ δὴ τούτων τῶν κοινωνιῶν τό τε θεῖον ἵλεων αὐτοῖς ἐγίνετο, ὃ συνοίσειν ἐδόκει, καὶ αὐτοὶ ἀναπαυόμενοι νεαροὶ τῶν ὑπὲρ τοῦ συμφέροντος πόνων ἥπτοντο. διὰ τοῦτο φαίνεται, ὅτι πᾶσα κοινωνία καὶ 〈ἡ〉 ἡδέος ἕνεκα γινομένη καὶ ἡ τοῦ συμφέροντος τὸ συμφέρον ἔσχατον ἔχει τέλος, καὶ διὰ τοῦτο πᾶσαι μέρη εἰσὶ τῆς πολιτικῆς. ταύταις δὲ ταῖς κοινωνίαις καὶ αἱ φιλίαι ἀκολουθήσουσι, καὶ ὥσπερ αἱ κοινωνίαι, οὕτω καὶ αἱ φιλίαι διαιρεθήσονται, καὶ τοιαῦται ἔσονται αἱ φιλίαι οἷαι αἱ κοινωνίαι.
〈Περὶ τῆς πολιτικῆς φιλίας. κεφ. ιβʹ.〉 〈论城邦的友爱第十二章〉 正如先前所说,友爱与公正似乎关涉相同的事物。因为公正是在人们彼此的共同关系中被探求的,而友爱亦是在其中产生的。事实上,同舟者、同袍以及凡彼此共享某些行动与行业的人,都既寻求对彼此恪守公正之事,彼此之间亦是朋友;而且在他们共同相处的限度内,他们便在此限度内彼此相爱并对彼此行公正之事。因此谚语亦正确地说“朋友之物是共有的”;因为友爱就在于共同关系中。然而各共同关系互有差异。因为对于兄弟和伙伴而言,一切皆是共有的;但对于其他人而言,并非一切,而只是某些确定的事物;且在这些事物中,对某些人而言较多,对另一些人而言则较少。友爱亦与共同关系成比例;有的程度较深,有的程度较浅,随顺着共同关系。同样,公正之事亦与友爱成比例;因为兄弟彼此之间的公正,与父亲对儿子、公民彼此之间或伙伴彼此之间的公正并不相同,而是各异的;且它们随顺着友爱而程度或深或浅。因为诈取伙伴的钱财与诈取公民的钱财,不帮助贫困的兄弟与不帮助外邦人,殴打父亲与殴打其他任何人,并非同样是不公正的。因为公正依其本性与友爱一同增长,因它们存在于相同的事物中且延伸至相同的范围;而亏待更为亲近者、更多地共同相处与相爱者,比亏待与其共同关系和友爱程度较浅者更为严重。 友爱与公正存在于其中的一切共同关系,皆是城邦共同关系的部分;因为城邦共同关系是为了利益而存在的,正是为了这种利益,政制最初得以建立并持续存在。一切共同关系皆是为了利益,有的为了这种利益,有的为了那种利益;因为通过诸共同关系,我们为自身谋取利益,且为了谋取某些关涉生活的事物,我们彼此结成共同关系。正是这种公共利益,立法者们亦以此为目标,并且他们声称公共利益便是公正。因此,其他共同体,不论是其整体还是其部分,都追求利益,例如航海者追求与航行相关的利益,如金钱或其他事物,而战友则渴望与战争相关的利益,如金钱、胜利或城邦;同部落者与同区者亦是如此。然而某些共同关系追求快乐,且似乎因快乐而产生,例如宗教祭祀社团的共同关系与聚餐互助会的共同关系。因为前者因祭祀而产生,后者因社交而产生,而这两者更多地属于快乐。然而这些亦是城邦共同关系的部分;因为它们亦被城邦共同关系编排指向公共利益。因为城邦共同关系不仅寻求当下有利的事物,而且亦寻求当下虽无益但将来有益的事物,并追求之;因为它不仅追求眼前的利益,而是追求贯穿一生的利益;为此,它引入了祭祀、集会以及伴随快乐的社交聚会和劳作之后的休息。因为在农作物收获之后便举行集会与祭祀,它们乃是某种初熟之物的献祭;因为正是在这些时节,人们最能得享闲暇;正是通过这些共同关系,神灵对他们变得仁慈(这被认为是有益的),而他们自身亦得以休息而重新精神焕发,投身于为了利益的劳作之中。为此显然可见,一切共同关系,无论是因快乐而产生的还是为了利益而产生的,都将利益作为其最终目的,且正因如此,它们全都是城邦共同关系的部分。友爱亦将随顺这些共同关系,正如共同关系被划分一样,友爱亦将被划分,且共同关系是怎样的,友爱亦将是怎样的。
- 8.Ἔοικε δέ, καθὼς εἴρηται πρότερον, ὅτι περὶ τὰ αὐτά ἐστιν ἥ τε φιλία καὶ τὸ δίκαιον.
非人称动词 ἔοικε 后接引导名词性从句的连词 ὅτι(意为“似乎……”)。在古典希腊语中,ἔοικα 通常构成带不定式的人称结构,但在后古典期及拜占庭希腊语中,常以非人称形式接 ὅτι 从句,表示“显而易见/似乎……”。
- 8.οὐ γὰρ ὁμοίως ἄδικον χρήματα ἀποστερῆσαι ἑταῖρον καὶ πολίτην καὶ μὴ βοηθῆσαι δεομένῳ ἀδελφῷ καὶ ὀθνείῳ καὶ πατάξαι πατέρα καὶ ὁντινοῦν ἄλλον.
三个不定式短语(① χρήματα ἀποστερῆσαι...、② μὴ βοηθῆσαι...、③ πατάξαι...)通过 καὶ 并列,充当谓语形容词 ἄδικον 的主语。每个不定式短语内部都包含两项对比:① 诈取同伴与诈取普通公民(ἀποστερῆσαι 接双宾格),② 不救助困乏的兄弟与不救助陌生人(与格 δεομένῳ ἀδελφῷ 与 ὀθνείῳ),③ 殴打父亲与殴打其他人(宾格 πατέρα 与 ὁντινοῦν ἄλλον)。理清各对并列对比项是把握长句结构的关键。
- 8.ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπ’ ἴσον διήκοντα
连词 ὡς 后接中性复数宾格分词 ὄντα 和 διήκοντα,构成宾格独立结构(accusative absolute),指代前文的两者——“友爱与公正”(概念上概括为中性复数),说明其客观理由,即它们存在于相同领域且延展范围均等。
