- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:175.29-176.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了基于德性的友爱中自我及相互间相似性的持久性,并将其与基于有用、快乐以及卑劣者的友爱进行对比,进而说明相反者之间的友爱(如贫者与富者、爱者与被爱者)并非依其自身,而是出于偶性的有用或快乐。
〈Περὶ βεβαιότητος φιλίας καὶ πόθεν τό τε φιλεῖν καὶ τὸ φιλεῖ 20 〈Περὶ βεβαιότητος φιλίας καὶ πόθεν τό τε φιλεῖν καὶ τὸ φιλεῖσθαι. κεφ. ιαʹ.〉 Αὕτη δὴ ἡ ὁμοιότης ἐν μὲν τοῖς σπουδαίοις μάλιστα καὶ κυρίως εὑρίσκεται, ἐν δὲ τοῖς φαύλοις ἀμυδρῶς, ἐν δὲ τοῖς διὰ τὸ χρήσιμον καὶ ἡδὺ μᾶλλον. οἱ μὲν γὰρ σπουδαῖοι καὶ ἑαυτοῖς ὅμοιοί εἰσιν (οὐ γὰρ εὐμετάβολοί εἰσιν οὐδὲ ἄλλοτε ἄλλοις χαίρουσιν, ἀλλὰ τοῖς σπουδαίοις ἔργοις· μόνιμος γὰρ ἡ ἀρετὴ ὅτι ἕξις ἐστί), καὶ διὰ τοῦτο καὶ ἀλλήλοις ἀεὶ ὅμοιοί εἰσι καὶ διαμένουσιν ἐν τῇ φιλίᾳ· καὶ οὔτε δέονται φαύλων οὔθ’ ὑπηρετοῦσι τοιαῦτα, ἀλλ’ ὡς εἰπεῖν καὶ διακωλύουσι· τῶν ἀγαθῶν γὰρ μήτ’ αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέπειν ὑπηρετεῖν·1 οἱ δὲ μοχθηροὶ καὶ τοῦτο μοχθηροί εἰσιν, ὅτι οὐκ ἀεὶ τοῖς αὐτοῖς χαίρουσιν· ὅθεν οὔτε ἑαυτοῖς ὅμοιοί εἰσιν ἀεὶ οὔτε τοῖς φίλοις· καὶ διὰ τοῦτο ὀλίγον χρόνον μένουσιν ἐν τῇ φιλίᾳ, χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ. οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς μᾶλλόν εἰσιν ἐν τῇ ὁμοιότητι· μονιμωτέρα γὰρ ἡ τοῦ χρησίμου καὶ τοῦ ἡδέος ζήτησις, καὶ διὰ τοῦτο ὅμοιοί εἰσιν ἑαυτοῖς καὶ ἀλλήλοις, τῷ τὸ χρήσιμον ἀμφοτέρους ζητεῖν ἢ τὸ ἡδύ, ἕως ἂν πορίζωσιν ἡδονὰς ἢ ὠφελείας ἀλλήλοις. αἱ μὲν οὖν ἐξ ὁμοιότητος φιλίαι τοιαῦται. δοκεῖ δὲ καὶ ἐξ ἐναντιότητος συστῆναι φιλία, ἥτις καὶ διὰ τὸ χρήσιμόν ἐστιν, οἷον εἴ τις πένης πλουσίῳ γίνοιτο φίλος, καὶ ἀμαθὴς εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεής, τούτου ἐφιέμενος ἀντιδωρεῖται ἄλλο ὃ αὐτὸς δύναται δοῦναι. εἰς ταύτην δὲ τὴν φιλίαν ἀνάγοιτο ἂν καὶ ὁ ἐραστὴς καὶ ἐρώμενος, καὶ ἡ τοῦ καλοῦ καὶ αἰσχροῦ φιλία· διὰ τοῦτο καὶ γελοῖοι δοκοῦσιν οἱ ἐρασταὶ πολλάκις, ἀξιοῦντες ὁμοίως ὑπὸ τῶν ἐρωμένων ἀντιφιλεῖσθαι, αἰσχροὶ ὄντες ὄντων καλῶν· εἰ μὲν γὰρ ὁμοίως εἰσὶ φιλητοί, τὰ εἰκότα ἀξιοῦσι καὶ δίκαιοί εἰσιν ὁμοίως φιλεῖσθαι,2 εἰ δὲ μή, γελοῖοι. διὰ ταῦτα δοκεῖ καὶ ἐξ ἐναντίων συνεστάναι φιλίαν, ὅτι οἱ αἰσχροὶ τῶν καλῶν ἐρῶσι καὶ οἱ πένητες τῶν πλουσίων καὶ οἱ ἀμαθεῖς τῶν ἐπιστημόνων. καὶ ἐν τῇ φύσει τὰ ξηρὰ τῶν ὑγρῶν ἐφίεται. γίνεται δὲ ἡ τοιαύτη φιλία τῶν ἐναντίων οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός. οὐ γάρ, καθὸ φιλοῦσιν ἄλληλα, ἐναντία ἐστίν, ἀλλὰ συμβέβηκεν αὐτοῖς ἐναντίοις εἶναι. καὶ γὰρ ὁ πένης ἐρᾷ τοῦ πλουσίου, ὅτι ὠφέλιμός ἐστιν αὐτῷ καὶ χρήσιμος· χρήσιμος δὲ καὶ ὠφέλιμος τῷ χρωμένῳ οὐκ ἔστιν ἐναντίος καθ’ αὑτό· ἢ γὰρ ἂν πᾶς χρήσιμος τῷ χρωμένῳ ἦν ἂν ἐναντίος· οὐκ ἔστι δέ. οὐδὲ γὰρ ὁ στρατιώτης τῷ στρατηγῷ ἐναντίος, οὐδὲ ὁ διδάσκαλος τῷ μαθητῇ. καὶ ὁ ἐραστὴς δὲ τὸν ἐρώμενον φιλεῖ, ὅτι ἡδύς ἐστιν αὐτῷ· ἡδὺς δὲ ἡδομένῳ οὐκ ἔστιν ἐναντίος, ἀλλὰ συμβαίνει αὐτοῖς ἐναντίοις εἶναι. φύσει δὲ τὸ ξηρὸν ἐφίεται οὐ τοῦ ἐναντίου ὑγροῦ ἀλλὰ τοῦ μέσου·3 ἡ γὰρ ὄρεξις τοῦ ἀγαθοῦ ἐστιν· ἀγαθὸν δὲ τὸ μέσον. ταῦτα μὲν οὖν ἀφείσθω· καὶ γὰρ οὐ πάνυ οἰκεῖά εἰσι τῇ παρούσῃ πραγματείᾳ.
〈论友爱的稳固性以及去爱与被爱由何而来第十一章〉 正是这种相似性,最显著且本原地存在于优秀者之中,在卑劣者中则显得微弱,在因有用和快乐而结合的人中则较为显著。因为优秀者甚至与自身亦是相似的(因为他们并非反复无常,亦非时而喜好此物时而喜好彼物,而是喜好优秀的作为;因为德性是品质,因而是持久的),正因如此,他们彼此之间亦始终是相似的,并持久地保有友爱;他们既不要求卑劣之事,亦不效劳于此类事,反而可以说加以阻止;因为自身不出差错且不允许朋友效劳[于恶事],乃是善好之人的本分。相反,败坏者之所以败坏,亦在于他们并不总是喜好同样的事物;由此他们既不始终与自身相似,亦不与朋友相似;正因如此,他们只在短暂的时间里保有友爱,沉溺于彼此的败坏之中。而有用者和令人快乐者在相似性上程度更高;因为对有用与快乐的追求更为持久,正因如此,只要他们彼此提供快乐或益处,因双方都追求有用或快乐,他们便与自身且彼此相似。因此,基于相似性的友爱便是如此。 然而,友爱似乎亦可由对立而构成,这种友爱亦是由于有用,例如若贫穷者成为富有者的朋友,无知者成为有知者的朋友;因为一个人无论缺乏什么,因渴望此物,他便回报以自身所能给予的其他东西。爱者与被爱者、美者与丑者的友爱,亦可归入此类友爱;为此,爱者往往显得可笑,因为他们自己在丑陋而对方美丽之时,竟要求受到被爱者同等的回报之爱;因为如果他们同样值得被爱,他们所要求的便是合情合理的,且他们理当受到同等的爱,但如果不然,便是可笑的。由于这些缘故,友爱似乎亦由相反者构成,因为丑者爱美者,贫者爱富者,无知者爱博学者。而在自然界中,干燥之物亦渴望湿润之物。然而,相反者之间的这种友爱并非依其自身,而是出于偶性而产生的。因为并不是就他们彼此相爱而言他们是对立的,而是碰巧他们是对立的。事实上,贫者爱富者,是因为富者对他有益且有用;而对使用者而言,有用且有益者就其自身而言并非是对立的;否则一切有用者都会与使用者相对立,但事实并非如此。因为士兵并不与将军相对立,教师亦不与学生相对立。爱者爱被爱者,是因为对方令他感到快乐;但令人快乐之人与感到快乐之人并不对立,只是他们碰巧是对立的而已。在自然界中,干燥之物所渴望的并不是与之对立的湿润之物,而是中间状态;因为欲望所追求的是善,而中间状态乃是善。那么,这些事情且置之不顾吧;因为它们对于当前的探讨并不完全切合。
- 8.τῶν ἀγαθῶν γὰρ μήτ’ αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέπειν ὑπηρετεῖν
τῶν ἀγαθῶν 是表示特征或属性的表语属格(由省略的 ἐστί 支配),意为“属于善好之人的本分/特征”。由 μήτε...μήτε 连接的两个不定式短语(αὐτοὺς ἁμαρτάνειν 与 τοῖς φίλοις ἐπιτρέπειν ὑπηρετεῖν)在句中充当实质主语。
- 8.καὶ δίκαιοί εἰσιν ὁμοίως φιλεῖσθαι
δίκαιός εἰμι 搭配不定式是经典的个人结构(personal construction),语义上等同于非人称的 δίκαιόν ἐστιν αὐτοὺς φιλεῖσθαι(他们被爱是理所应当的),意为“他们理当受到……的爱”。
- 8.φύσει δὲ τὸ ξηρὸν ἐφίεται οὐ τοῦ ἐναντίου ὑγροῦ ἀλλὰ τοῦ μέσου
动词 ἐφίεται 支配表示目标的属格(τοῦ ἐναντίου ὑγροῦ 与 τοῦ μέσου)。随后一句 ἡ γὰρ ὄρεξις τοῦ ἀγαθοῦ ἐστιν 中,名词 ὄρεξις 亦同样支配宾格性属格(τοῦ ἀγαθοῦ),形成句式结构上的呼应。
