- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:174.33-175.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者指出大众出于求名心而更重被爱而非去爱的倾向,并将因获益期望或确证自我而受追求的荣誉,与因自身便值得选择的被爱及去爱进行了对照。他借助母亲不求回报之爱的例子,阐明友爱的本质与德性更多在于去爱而非被爱,且依照配得相互去爱能使不平等者之间亦通过平等建立持久的友爱。
〈Περὶ τῆς ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι οὔσης φιλίας 〈Περὶ τῆς ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι οὔσης φιλίας. κεφ. ιʹ.〉 Οἱ πολλοὶ δὲ δοκοῦσι διὰ φιλοτιμίαν βούλεσθαι μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν· διὸ φιλοκόλακες οἱ πολλοί, καὶ ἥδονται κόλαξι συνόντες, ὅτι ὑπερέχουσιν αὐτῶν, δοκούντων εἶναι φίλων· τὸ δὲ ὑπερέχειν τῶν φίλων τοῖς φιλοτίμοις ἡδύ· καὶ γὰρ οἱ κόλακες προσποιοῦνται πάντα τῶν συνόντων ἡττᾶσθαι καὶ διὰ τοῦτο φιλεῖν μᾶλλον ἢ φιλεῖσθαι· τὸ δὲ φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφίενται. τὸ δὲ τιμᾶσθαι οὐ δι’ ἑαυτὸ ζητοῦσιν οἱ ζητοῦντες ἀλλὰ κατὰ συμβεβηκός· δι’ ἄλλο γὰρ δοκεῖ αὐτοῖς ἀγαθὸν ἡ τιμή· τοῖς μὲν πολλοῖς ὑπὸ τῶν ὑπερεχόντων τιμωμένοις διὰ τὴν ἐλπίδα·1 οἴονται γὰρ τυχεῖν ἂν ὧν δέονται παρὰ τῶν τιμώντων καὶ ὡς σημείῳ τῆς εὐπαθείας χαίρουσι τῇ τιμῇ· οἱ δὲ ἐπιεικέστεροι καὶ ὑπὸ τῶν ἐπιεικῶν ὀρεγόμενοι τιμᾶσθαι διὰ τοῦτο διώκουσι τὴν τιμήν, ὅτι ἐφίενται βεβαίως περὶ ἑαυτῶν τὰ ἄριστα ὑπολαμβάνειν· βεβαιοῦσι δὲ τὰς περὶ ἑαυτῶν ἀγαθὰς δόξας τῇ ψήφῳ τῶν τιμώντων· χαίρουσι δὴ τῇ τιμιότητι καὶ ἐντεῦθεν· πιστεύουσι ἑαυτοὺς ἀγαθοὺς εἶναι· τὸ μὲν οὖν τιμᾶσθαι δι’ ἄλλο ζητεῖται, τὸ δὲ φιλεῖσθαι δι’ ἑαυτό· καὶ γὰρ ἡδὺ καὶ φιλητόν ἐστι καθ’ ἑαυτό· διὸ δόξειεν ἂν κρεῖττον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία δὲ καθ’ ἑαυτὴν αἱρετὴ εἶναι· ἐπεὶ γὰρ ἐν τῷ φιλεῖσθαι καὶ τῷ φιλεῖν συνίσταται, εἰ ἑκάτερον καθ’ ἑαυτό ἐστιν αἱρετόν, φανερόν, ὅτι καὶ ἡ φιλία καθ’ ἑαυτὴν αἱρετή ἐστιν· ἔστι δὲ οὐ μόνον τὸ φιλεῖσθαι δι’ ἑαυτὸ αἱρετὸν ἀλλὰ καὶ τὸ φιλεῖν, καὶ πολλῷ μᾶλλον, ὅσῳ καὶ βέλτιον. ὅθεν καὶ ἡ φιλία ἐν τῷ φιλεῖν ἐστι μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι· σημεῖον δὲ αἱ μητέρες τῷ φιλεῖν χαίρουσαι καὶ παρὰ τῶν τέκνων φιλεῖσθαι οὐ ζητοῦσαι. ἔνιαι γὰρ ὑποποιοῦσιν ἄλλαις τὰ ἑαυτῶν ἢ καὶ ἄλλως διδόασιν ἐπὶ τῷ παρ’ αὐτῶν τρέφεσθαι2 καὶ ἀγνοούμεναι οὐ φιλοῦνται· αὗται δὲ φιλοῦσι μὲν εἰδυῖαι, ἀντιφιλεῖσθαι δ’ οὐ ζητοῦσιν, ἐὰν ἀμφότερα μὴ ἐνδέχηται, ἀλλ’ ἱκανὸν αὐταῖς ἔοικεν εἶναι, ἐὰν ὁρῶσιν εὖ πάσχοντας τοὺς παῖδας. μᾶλλον δὲ τῆς φιλίας οὔσης ἐν τῷ φιλεῖν ἢ ἐν τῷ φιλεῖσθαι καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων ἀρετὴ τὸ φιλεῖν ἔοικεν εἶναι. ὥστε ἐν οἷς τοῦτο γίνεται κατ’ ἀξίαν, οὗτοι μόνιμοι φίλοι, καὶ ἡ τῶν τοιούτων φιλία βεβαία ἐστίν. οὕτω δὲ γένοιντο ἂν καὶ οἱ ἄνισοι φίλοι, εἰ ἀξίως ἀλλήλους φιλοῦσιν· ἴσοι γὰρ 〈ἂν〉 ἀλλήλοις οὕτω γένοιντο· ἡ δὲ ἰσότης φιλότης.3
〈论友爱更多在于去爱而非在于被爱 〈论友爱更多在于去爱而非在于被爱第十章〉 大多数人出于对荣誉的热爱,似乎意欲被爱多于去爱;因此大多数人喜爱奉承者,并乐于与奉承者相处,因为他们超越了奉承者,而奉承者又显得是朋友;而超越朋友对爱荣誉之人而言是快乐的。因为奉承者假装在一切方面都逊色于相处之人,并为此假装去爱多于被爱;而被爱似乎与受到尊重相近,而这正是大多数人所追求的。然而,追求受到尊重之人并非为了它自身而追求,而是出于偶性;因为在他们看来,荣誉是因他物的缘故才是善好的:对于大多数受优越者尊重之人而言,[荣誉显得善好]是出于希望;因为他们认为自己能从尊重他们的人那里获得所需之物,并将荣誉作为受到优待的征象而感到喜悦;另一方面,更公正之人且渴望受到公正之人尊重的人追求荣誉,是因为他们企求对自己确立最坚固的极佳评价;他们通过尊重者们的决断,确证了关于自身的良好名声;于是他们亦由此在受尊重中感到喜悦;他们坚信自己是善好之人。因此,受到尊重是因他物而被追求的,但被爱则是为了自身;因为被爱本身就是令人快乐且值得被爱的;为此,被爱似乎优于受到尊重,而友爱本身亦似乎是值得选择的;因为既然友爱由被爱与去爱构成,若两者本身都是值得选择的,显然友爱本身亦是值得选择的;然而不仅被爱是为了自身而值得选择的,去爱亦是如此,且程度远甚,正如它亦是更善好的那样。由此友爱更多在于去爱而非在于被爱;其征象即是乐于去爱而不求被子女所爱的母亲们。因为有些母亲将自己的孩子托付给他人,或者以由他们抚养为条件以其他方式交出,因不被知晓而不被爱;但她们明知〔是自己的孩子〕而依然去爱,若不能两者兼得,便不求受到回报的爱,只要看到孩子们过得好,对她们而言似乎就足够了。既然友爱更多在于去爱而非在于被爱,且爱朋友之人受到称赞,朋友的德性似乎就是去爱。因此,在依照配得产生此项的人们之中,这些人是持久的朋友,此类人的友爱是稳固的。以这种方式,即使是不平等的人,若他们相配地彼此相爱,亦能够成为朋友;因为这样一来他们便彼此平等了;而“平等即是友爱”。
- 8.τοῖς μὲν πολλοῖς ὑπὸ τῶν ὑπερεχόντων τιμωμένοις διὰ τὴν ἐλπίδα
承接前句 δι’ ἄλλο γὰρ δοκεῖ αὐτοῖς ἀγαθὸν ἡ τιμή,此处省略了谓语(δοκεῖ ἀγαθὴ εἶναι ἡ τιμή)。与格 τοῖς πολλοῖς ... τιμωμένοις 作关涉与格(“对受优越者尊重的多数人而言”)。下文的 οἱ δὲ ἐπιεικέστεροι... 则转向主格,作为 διώκουσι τὴν τιμήν 的主语,构成破格句(anakolouthon)。
- 8.ἐπὶ τῷ παρ’ αὐτῶν τρέφεσθαι
介词 ἐπί 与与格定冠词引导的不定式(τῷ τρέφεσθαι)连用,表示条件或目的(“以……为条件 / 为了被抚养”)。介词短语 παρ’ αὐτῶν 中的代词 αὐτῶν 指代前文的 ἄλλαις(受托付的他人)。
- 8.ἡ δὲ ἰσότης φιλότης
格言式的简括表达,省略了系词 ἐστί。表语 φιλότης(友爱)与 ἰσότης(平等)在押韵上相互呼应,意为“平等即是友爱”。
