← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§173.13-174.32

基于优越的友爱与友爱中平等的限度

本节阐明基于有用与快乐的友爱同完全友爱的异同,并论述基于优越的友爱(如父子、统治者与被统治者)的特征及成比例的爱。进而对比正义与友爱中平等的优先顺序(数量平等与比例平等的逆转),指出差距过大将使友爱瓦解,最后探讨并解决了朋友是否应为对方意欲最大善好的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

〈Ὅτι πολλοῖς εἶναι τελείως φίλον οὐκ ἐνδέχεται, καὶ ποῖαι τῶν#2 τῶν δὲ φιλιῶν αἱ διὰ τὸ χρήσιμον καὶ ἡδὺ κατά τι μὲν δοκοῦσιν εἶναι φιλίαι, κατά τι δὲ οὔ· καθ’ ὃ μὲν γὰρ ἐοίκασι τῇ τελείᾳ φιλίᾳ, φιλίαι εἰσί, καθ’ ὃ δὲ ἀνόμοιοί εἰσι πρὸς αὐτήν, οὐκ εἰσι φιλίαι. ἐοίκασι μὲν γάρ, ὅτι ἡ τελεία φιλία καὶ τὸ ἀγαθὸν ἔχει καὶ τὸ χρήσιμον, οὐκ ἐοίκασι δέ, ὅτι ἡ μὲν ἀδιάβλητος καὶ μόνιμός ἐστιν, αἱ δὲ ταχέως μεταπίπτουσι καὶ ἄλλοις διαφέρουσι πολλοῖς. αὗται μὲν οὖν πᾶσαι καθ’ ὁμοιότητα καὶ ἰσότητά εἰσιν. ἕτερον δὲ φιλίας εἶδος τὸ καθ’ ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυτέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρχοντι πρὸς ἀρχόμενον. διαφέρουσι δὲ αὗται ἀλλήλων. οὐ γὰρ ἡ αὐτὴ γονεῦσί τε πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρχομένους· ἀλλ’ οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα, οὐδ’ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα, ὥστε οὐχ αἱ φιλίαι μόνον διαφέρουσιν ἐνταῦθα, ἀλλὰ καὶ αἱ φιλήσεις πρὸς τὰς ἀντιφιλήσεις. ἑτέρα γὰρ ἑκατέρου τούτων τῶν φίλων ἡ ἀρετὴ καὶ τὸ ἔργον, καὶ ἕτερα δι’ ἃ φιλοῦσι καὶ δι’ ἃ φιλοῦνται. διὰ τοῦτο καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι ἕτεραι. ἐν μὲν οὖν ταῖς προειρημέναις φιλίαις τὸ μόνιμον ἐποίει τὸ τὰ αὐτὰ ἑκατέρῳ τῶν φίλων παρ’ ἑκατέρου γίνεσθαι· ἐνταῦθα δὲ οὐχ οὕτως· οὐ γὰρ τὰ αὐτὰ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς τὸν πατέρα ἀπαιτήσει.1 οὐ γὰρ δεῖ τὴν ἰσότητα τοὺς τοιούτους κατὰ ταῦτα φυλάττειν, ἀλλ’ ὅταν ἐκεῖνα ἑκάτερος παρ’ ἑκατέρου λαμβάνῃ, ἃ δεῖ τὸν μὲν δοῦναι τὸν δὲ λαβεῖν, μόνιμος ἡ τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία. καὶ τὴν φίλησιν δὲ ἀνάλογον δεῖ γίνεσθαι ἐν ταῖς καθ’ ὑπεροχὴν φιλίαις· τὸν γὰρ ἀμείνω δεῖ μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν, καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως· δεῖ γὰρ τινα γίνεσθαι καὶ ἐν τούτοις ἰσότητα· τοῦτο γὰρ τὴν φιλίαν συνέχει. γίνεται δέ πως ἰσότης, ὅταν κατ’ ἀξίαν ἡ φίλησις γίνηται· καὶ τὸ δίκαιον δὲ ἐν τῇ ἰσότητι σώζεται. ἀλλ’ οὐχ ὁμοίως ἔχει τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ· ἐν μὲν γὰρ τοῖς δικαίοις πρώτως μὲν ἴσον ζητεῖται τὸ κατ’ ἀξίαν καὶ ἀνάλογον τοῖς δεχομένοις, δευτέρως δὲ ζητεῖται τὸ κατὰ τὴν ποσότητα ἴσον. ἐὰν γὰρ κατ’ ἀξίαν καὶ ἀνάλογον γίνηται ἡ διανομή, δικαία ἐστί, κἂν σφόδρα τῷ ποσῷ διαφέρῃ, οὐδὲν κωλύει τὸν τοῦ δικαίου σώζεσθαι λόγον, εἰ δὲ κατὰ τὸ ποσὸν ἴση εἴη καὶ μὴ ἀνάλογον, οὐ δύναται εἶναι δικαία. ἐπὶ δὲ τῆς φιλίας ἀνάπαλιν· τὸ γὰρ ἴσον ἐν ταύτῃ ζητεῖται, πρῶτον μὲν κατὰ τὴν ποσότητα, δευτέρως δὲ κατὰ τὸ ἀνάλογον. ἐὰν γὰρ πολὺ διαφέρωσιν ἀλλήλων καὶ τὸ μεταξὺ διάστημα οὐκ ὀλίγον ᾖ, σφόδρα δὲ ἅτερος θατέρου ὑπερέχῃ ἀρετῇ ἢ εὐπορίᾳ ἤ τινι ἄλλῳ, οὐκ εἰσὶ φίλοι· οὔτε γὰρ δύνανται οὔτε βούλονται. φανερώτερον δὲ γίνεται ἐφ’ ἡμῶν καὶ τοῦ θεοῦ· ὅτι γὰρ πλεῖστον ἡμῶν πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχει, διὰ τοῦτο ἡ φιλία ἐνταῦθα χώραν οὐκ ἔχει· δῆλον δὲ καὶ ἐπὶ τῶν βασιλέων· οὐ γὰρ οὐδὲ τούτοις ἀξιοῦσιν εἶναι φίλοι οἱ πολὺ καταδεέστεροι, οὐδὲ τοῖς ἀρίστοις ἢ σοφωτάτοις οἱ μηδενὸς ἄξιοι. οἱ μὲν οὖν σφόδρα διαφέροντες οὐ δύνανται εἶναι φίλοι· ἐν δὲ μετρίᾳ ὑπεροχῇ δυνατόν· ἐν πόσῃ δὲ ὡρισμένως εἰπεῖν καὶ ἀκριβῆ δοῦναι λόγον οὐκ ἔνι· καὶ γὰρ πολλῶν ἀφαιρουμένων παρὰ θατέρου τῷ φίλων,2 ὥστε θάτερον ὑπερέχειν, συμβαίνει μὲν τὴν φιλίαν ἔτι μένειν, συμβαίνει δὲ λύεσθαι, ὅταν πολὺ γίνηται μεταξὺ τὸ διάστημα, καθάπερ ἐφ’ ἡμῶν καὶ τοῦ θεοῦ. διὰ τοῦτο καὶ ἀπορεῖται, μήποτε οὐ βούλονται οἱ φίλοι τοῖς φίλοις τὰ μέγιστα τῶν ἀγαθῶν·3 εἰ γὰρ βούλονται, συνεύξονται αὐτοῖς καὶ θεοῖς γενέσθαι· τοῦτο δὲ λύσει τὴν φιλίαν· ὥστε εἰ βούλονται αὐτοῖς τὰ μέγιστα τῶν ἀγαθῶν, βούλονται μὴ εἶναι αὐτοῖς φίλους· τοῦτο δὲ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς φιλίας, ἔτι δὲ οὐδὲ αὐτοῖς ἔσονται ἀγαθοί, μὴ ὄντες φίλοι· οὐκ ἄρα συνεύξονται αὐτοῖς τὰ τοιαῦτα ἀγαθά. ῥητέον δὲ πρὸς τοῦτο, ὅτι ὁ φίλος τῷ φίλῳ συνεύχεται τὰ ἀγαθὰ ἐκείνου ἕνεκα· εἰ δὲ ἐκείνου ἕνεκα, δεῖ τὸν φίλον μένειν, καὶ αὐτῷ συμβῆναι τὰ ἀγαθά·4 μένοι δ’ ἄν, εἰ ἄνθρωπος εἴη, καὶ μὴ θεὸς γένοιτο ἐξ ἀνθρώπου· ἀνθρώπῳ δὲ ὄντι βουλήσεται ὁ φίλος τὰ μέγιστα γενέσθαι ἀγαθά, ἴσως δὲ οὐ πάντα, καθάπερ οἱ πλείους τῶν φίλων ἔχουσιν· αὑτῷ γὰρ μάλιστα ἕκαστος βούλεται τὰ ἀγαθά.

〈不可能完全地做许多人的朋友,以及诸〔友爱〕中的哪些在各种友爱中,基于有用与快乐的友爱在某种意义上显得是友爱,但在某种意义上则不是;因为就它们类似于完全的友爱而言,它们是友爱,但就它们对其而言是不相似的而言,它们不是友爱。因为它们之所以相似,在于完全的友爱兼具善好与有用;而之所以不相似,在于完全的友爱是无瑕疵且持久的,而这些友爱则迅速变迁,并在许多其他方面有所差异。因此,这些友爱都是基于相似性与平等性的。 然而,另一种友爱的形式是基于优越的友爱,例如父亲对儿子、普遍而言年长者对年少者、丈夫对妻子以及一切统治者对被统治者的友爱。而这些友爱彼此各不相同。因为父母对子女的友爱与统治者对被统治者的友爱并不相同;不仅如此,父亲对儿子与儿子对父亲、丈夫对妻子与妻子对丈夫的友爱也不相同,以至于在此处不仅友爱各异,而且爱与被爱[回报的爱]亦互不相同。因为在这些朋友中,各自的德性与功能互不相同,他们因之而爱与因之而被爱的原因也互不相同。为此,爱的方式与友爱本身亦各不相同。因此,在前述诸友爱中,双方朋友从彼此处获得相同的事物造就了持久性;但在此处并非如此;因为父亲向儿子所要求的与儿子向父亲所要求的并不相同。因为此类人不应当在这些事物上保持平等,而当双方各自从对方那里获得那一方应当给予而另一方应当接受的事物时,此类人的友爱将是持久且公允的。在基于优越的友爱中,爱亦必须成比例地产生;因为更好的人或者更有益的人应当比他所付出的爱受到更多的爱,其他各项亦同样如此;因为在这些关系中也必须产生某种平等;因为这维系着友爱。而当爱依照配得产生时,某种意义上的平等便产生了;正义亦在平等之中得以保全。 然而,在正义之事中的平等与在友爱中的平等情况并不相同;因为在正义之事中,主要寻求的是依照配得且相对于接受者成比例的平等,次要寻求的才是依照数量的平等。因为如果分配是依照配得且成比例地进行的,它便是正义的,即使在数量上差异极大,也丝毫不会妨碍正义的定义得以保全;但如果它在数量上平等而非成比例,它便不可能是正义的。但在友爱中则恰恰相反;因为友爱中所寻求的平等,第一是依照数量的,第二才是依照比例的。因为如果他们彼此相差悬殊,中间的距离不小,且一方在德性、财富或某些其他方面极大地超越另一方,他们便不是朋友;因为他们既不可能成为朋友,也不愿意如此。而这一点在我们与神的关系上变得更为明显;因为由于神在一切善好上远远超越我们,为此友爱在此处毫无容足之地;这在君王的情形中亦很显明;因为远为低下之人并不认为自己配与他们成为朋友,毫无价值之人也不认为自己配与最杰出或最有智慧之人成为朋友。 因此,差异极大的人不可能成为朋友;但在适度的优越中是可能的;然而究竟在多大的优越中是可能的,无法明确道出并给出精确的说明;因为即使在朋友的一方被剥夺了许多事物以至于另一方居于优越时,友爱仍旧得以留存的情况是有的,而当中介的距离变得极其巨大(正如在我们与神的情形中那样)友爱便解体的情况也是有的。为此亦产生了一个疑难:朋友是否可能并不为朋友意欲最大的善好;因为如果他们意欲,他们也将一同祈求他们变成神;但这将解体友爱;因此如果他们为他们意欲最大的善好,他们便是在意欲他们对自己而言不再是朋友;而这与友爱的定义相反,再者,若不再是朋友,对他们而言甚至也不再会是善好的;因此他们不会为他们一同祈求此等善好。但对此必须回答说,朋友是因那人的缘故而为朋友一同祈求善好的;而若是因那人的缘故,那朋友就必须留存,且善好必须发生在他自身身上;而如果他是人,且并未由人变成神,他就能够留存;而在他是人的时候,朋友将意欲最大的善好发生在他身上,但或许不是全部善好,正如大多数朋友的情形那样;因为每个人最强烈的意愿是为自己意欲善好。

语法注4 条
  1. 8.οὐ γὰρ τὰ αὐτὰ ὁ πατὴρ τὸν υἱὸν καὶ ὁ υἱὸς τὸν πατέρα ἀπαιτήσει

    动词 ἀπαιτέω(要求)支配人与事物的双重宾格(τὸν υἱόν / τὸν πατέρα 为人,τὰ αὐτά 为物),意为“父亲向儿子所要求的与儿子向父亲所要求的并不相同”。

  2. 8.πολλῶν ἀφαιρουμένων παρὰ θατέρου τῷ φίλων

    πολλῶν ἀφαιρουμένων 为带被动分词的属格独立结构。底本中的 τῷ φίλων 实为部分属格 τῶν φίλων 之笔误或异文,与 θατέρου 连用,意为“从朋友中的一方(剥夺许多事物)”。

  3. 8.μήποτε οὐ βούλονται οἱ φίλοι τοῖς φίλοις τὰ μέγιστα τῶν ἀγαθῶν

    由 μήποτε 引导接直陈式的从句,跟在 ἀπορεῖται 之后引入审慎的疑问或疑难(“是否或许……”)。否定词 οὐ 直接否定动词 βούλονται,提出“朋友是否或许并不为朋友意欲最大的善好”的反论。

  4. 8.δεῖ τὸν φίλον μένειν, καὶ αὐτῷ συμβῆναι τὰ ἀγαθά

    由非人称动词 δεῖ 支配的两个不定式短语:前一个是 τὸν φίλον μένειν(对格加不定式,以 τὸν φίλον 为主语,“朋友必须留存”);后一个是 αὐτῷ συμβῆναι τὰ ἀγαθά(τὰ ἀγαθά 为不定式 συμβῆναι 的主语,αὐτῷ 为与格间接宾语,“善好必须发生在他身上”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:173.13-174.32