- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:171.32-173.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节阐明为何在完全友爱中不可能与许多人成为朋友,为何快乐的友爱比有用的友爱更接近真正的友爱,以及权贵之人为何不能与高尚之人缔结友爱,并进而引出基于优越地位的友爱。
〈Ὅτι πολλοῖς εἶναι τελείως φίλον οὐκ ἐνδέχεται, καὶ ποῖαι τῶν#1 〈Ὅτι πολλοῖς εἶναι τελείως φίλον οὐκ ἐνδέχεται, καὶ ποῖαι τῶν ἐν ἐξουσίαις φιλίαι. κεφ. ηʹ.〉 Πάντα μὲν οὖν τὰ φιλικὰ καὶ ἃ προσήκει φίλοις ἐν τῇ φιλίᾳ συμβαίνει τῶν ἀγαθῶν μόνη· ἐν δὲ τοῖς στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ δυσκολώτεροί εἰσι καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν· ἡ γὰρ ὁμιλία καὶ τὸ συνεῖναι δοκοῦσιν εἶναι φιλίας ποιητικά. διὰ τοῦτο νέοι μὲν ταχέως γίνονται φίλοι, πρεσβῦται δὲ οὔκ· οὐ γὰρ δυνατὸν φίλον γενέσθαι τινα ᾧ οὐ χαίρει οὐδὲ ἥδεται συνών· τοῦτο δὲ ἐν τοῖς πρεσβύταις οὐ πάνυ συμβαίνει· ὀλίγον γὰρ αὐτοῖς τὸ τῆς ἡδονῆς. διὰ τὰ αὐτὰ δὴ οὐδὲ οἱ στρυφνοὶ πάνυ γίνονται φίλοι ἀλλ’ οἱ τοιοὗτοι εὖνοι μέν εἰσιν ἀλλήλοις· βούλονται γὰρ ἀλλήλοις τὰ ἀγαθὰ διὰ τὴν χρείαν, καὶ λαμβάνουσι παρ’ ἀλλήλων, ὧν ἑκάτερος ἑκατέρου δεῖται· φίλοι δὲ οὐ πάνυ εἰσὶ διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλλήλοις· ἃ δὴ μάλιστα εἶναι δοκεῖ φιλικὰ καὶ ποιητικὰ φιλίας. πολλοῖς δὲ φίλον εἶναι τὸν σπουδαῖον κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, ὥσπερ οὐδὲ τὸ ἐρᾶν πολλῶν ἅμα δυνατόν. ὑπερβολὴ γάρ τίς ἐστι φιλίας ἡ τελεία φιλία. τὸ δὲ τοιοῦτον πρὸς ἕνα πέφυκε γίνεσθαι. τὸ γὰρ τοῖς αὐτοῖς χαίρειν σφόδρα οὐ ῥᾴδιον ἐν πολλοῖς εἶναι· ἔτι δὲ οὐδὲ ἀγαθοὺς καὶ σπουδαίους πολλοὺς εἶναι ῥᾴδιον. ἄλλως τε τῇ τοιαύτῃ φιλίᾳ καὶ μακροῦ δεῖ χρόνου καὶ συνηθείας καὶ πείρας ἀκριβοῦς ἀλλήλων. τοῦτο δὲ χαλεπόν. κατὰ δὲ τὰς ἄλλας φιλίας πολλοὺς ἐνδέχεται φιλεῖν· καὶ γὰρ καὶ διὰ τὸ χρήσιμον πολλοῖς ἀρέσκειν ἐνδέχεταί τινα, καὶ διὰ τὴν ἡδονὴν πολλοὺς ἐφέλκεται· πολλοὶ γὰρ οἱ τούτοις χαίροντες καὶ διὰ ταῦτα φιλοῦντες, καὶ οὐδὲ πολλοῦ χρόνου δέονται πρὸς τὸ πεῖραν λαβεῖν ἀκριβῆ τῶν φίλων ἀλλ’ αὐτίκα διὰ τὴν χρείαν ἢ τὴν ἡδονὴν ὁμολογοῦσι φιλεῖν. ἡ μὲν οὖν τελεία φιλία ἐστὶν ἡ διὰ τὸ ἀγαθόν, αἱ δὲ καθ’ ὁμοιότητα ἡ τοῦ χρησίμου καὶ τοῦ ἡδέος. τῶν δὲ καθ’ ὁμοιότητα ἡ τοῦ ἡδέος μᾶλλον ὁμοία ἐστὶ τῇ ἀληθινῇ φιλίᾳ, ὅταν τὰ αὐτὰ παρ’ ἀλλήλων τοῖς φίλοις γίνηται καὶ χαίρωσιν ἀλλήλοις, ἢ τοῖς αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἱ φιλίαι. καὶ γὰρ ἐν τῇ τοῦ ἡδέος φιλίᾳ μᾶλλον ἐστι τὸ ἐλευθέριον ἢ ἐν τῇ τοῦ χρησίμου. ἡ γὰρ τοῦ χρησίμου ἀγοραίων τινῶν ἐστι καὶ ἀνελευθέρων. ἔτι ἡ ἀληθὴς φιλία καὶ τοῦ ἡδέος δεῖται, τοῦ χρησίμου δὲ οὐδαμῶς. οἱ γὰρ μακάριοι χρησίμων μὲν οὐ δέονται, ἡδέων δέ· συζῆν μὲν γὰρ βούλονταί τισι, λυπηροῖς δὲ οὐ δύνανται συνεῖναι. τὸ γὰρ λυπηρὸν ὀλίγον φέρουσι χρόνον. συνεχῶς δὲ οὐδεὶς ἂν ὑπομείναι λυπούμενος, οὐδ’ αὐτὸ τὸ ἀγαθὸν δυνήσεται φέρειν οὐδείς, εἰ λυπηρὸν αὐτῷ εἴη. διὰ τοῦτο τοὺς φίλους οἱ σπουδαῖοι ἡδεῖς ζητοῦσιν εἶναι, ἀγαθοὺς ὄντας καὶ αὐτοῖς ἀγαθούς· οὕτω γὰρ αὐτοῖς ὑπάρξει ὅσα δεῖ τοῖς φίλοις ὑπάρχειν· ἡ ἄρα καθ’ ἡδονὴν φιλία μᾶλλον ἔοικε τῇ τελείᾳ φιλίᾳ ἢ ἡ κατὰ τὸ χρήσιμον. οἱ δ’ ἐν ταῖς ἐξουσίαις οὐ τοῖς αὐτοῖς χρῶνται φίλοις ὡς χρησίμοις καὶ ὡς ἡδέσιν. ἄλλοι γάρ εἰσιν αὐτοῖς χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δ’ οἱ αὐτοὶ οὐ πάνυ. τὸ δ’ αἴτιον, ὅτι τὸ χρήσιμον καὶ τὸ ἡδὺ ἐν τῇ τελείᾳ φιλίᾳ ἐστίν, ἥ ἐστι τῶν σπουδαίων. οἱ δὲ οὐ τοιούτους ζητοῦσιν. οὔτε γὰρ τοὺς δι’ ἀρετὴν ἡδεῖς ζητοῦσιν οὔτε τοὺς χρησίμους εἰς τὰ καλά. ἀλλὰ τοῖς μὲν εὐτραπέλοις χρῶνται διὰ τὴν ἡδονήν, τοῖς δὲ δεινοῖς ὡς χρησίμοις, δυναμένοις πρᾶξαι τὸ ἐπιταχθέν· ταῦτα δὲ οὐ πάνυ συνέρχονται ἐν τῷ αὐτῷ. ἡδὺς γὰρ καὶ χρήσιμος ἅμα, καθὼς εἴρηται, ὁ σπουδαῖός ἐστιν, ὃς οὐ γίνεται φίλος ὑπερέχοντι, ἂν μὴ κατ’ ἀρετὴν ὑπερέχηται καὶ ὑπὸ τὸν σπουδαῖον ἑαυτὸν τάττῃ καὶ κρείττονα ἑαυτοῦ ἡγῆται.1 οὕτω γὰρ ἐξισάσει ὁ σπουδαῖος τῷ κατ’ ἐξουσίαν ὑπερέχοντι, ἀνάλογον ὑπερέχων καὶ ὑπερεχόμενος· ἐξισάζων δὲ ἔσται φίλος· ἂν δὲ μὴ οὕτως ἐξισάζῃ, οὐκ ἔσται· ἐπεὶ δὲ οἱ ἐν ἐξουσίαις οὐ πάνυ τοιοῦτοι γίνονται, διὰ τοῦτο οὐδὲ φίλοι αὐτοῖς οἱ σπουδαῖοι. 〈Περὶ τῆς ἡδείας καὶ χρησίμου φιλίας, ὅτι κατά τι φιλίαι κατά τι οὐ φιλίαι εἰσί· καὶ περὶ τῆς καθ’ ὑπεροχὴν φιλίας. κεφ. θ′.〉Πᾶσαι μὲν οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητί εἰσι. τὰ γὰρ αὐτὰ τοῖς φίλοις ἐξ ἀλλήλων γίνεται, καὶ τὰ αὐτὰ βούλονται ἀλλήλοις, ἢ καὶ ἕτερον ἀνθ’ ἑτέρου ἀντικαταλλάττονται, ἴσον ἴσου, οἷον ἡδονὴν ἀντὶ ὠφελείας· αἵτινες ὅτι ἧττόν εἰσι τῶν ἄλλων φιλίαι καὶ ὀλιγοχρονιώτεραι, εἴρηται.2
〈Ὅτι πολλοῖς εἶναι τελείως φίλον οὐκ ἐνδέχεται, καὶ ποῖαι τῶν#1 〈论对许多人完全成为朋友是不可能的,以及在权贵之人的友爱是何种友爱。第八章。〉 因此,一切属于友爱的特征以及凡适宜于朋友的事物,仅发生在善人的友爱之中;但在脾气乖戾者和老年人中,友爱较少产生,其程度与他们更为难相处且较少以交往为乐相符;因为交往和朝夕相处似乎是产生友爱的原因。为此,青年人迅速成为朋友,而老年人则不然;因为一个人不可能成为自己对其不感到喜悦、也不以与其共处为乐者的朋友;而这在老年人身上极少发生;因为属于快乐之物在他们身上微乎其微。正因同样的原因,乖戾之人也完全不能成为朋友;相反,此类人仅是对彼此抱有善意而已;因为他们出于需要而意欲彼此享有善好,并从彼此那里获得各自所需的对方之物;但他们绝非真正的朋友,这是由于他们并不共度时光,亦不以彼此为乐;而这恰恰显得最属于友爱且最能产生友爱。然而,高尚之人在完全的友爱中成为许多人的朋友是不可能的,正如同时热恋许多人亦是不可能的。因为完全的友爱是友爱的某种极致。而此类事物天生只朝向一个人产生。因为在许多人之间对相同的事物感到极度喜悦并非易事;再者,存在许多善好而高尚之人也绝非易事。此外,此类友爱既需要漫长的时间,也需要彼此的熟稔与精确的检验。而这是困难的。但依据其他种类的友爱,爱许多人是可能的;因为一个人因有用而为许多人所喜爱是可能的,并且因快乐也能吸引许多人;因为以这些为乐且因这些而爱的人很多,并且他们甚至不需要大量的时间去获得对朋友的精确检验,反倒由于需要或快乐便立即同意去爱。因此,完全的友爱是因善好而起的,而依据相似性的友爱则是有用之友爱与快乐之友爱。在依据相似性的友爱中,当朋友间从彼此处获得相同的事物,且以彼此为乐,或以相同的事物为乐时(正如青年的友爱那样),快乐之友爱更类似于真正的友爱。因为在快乐之友爱中,比在有用之友爱中更多地存有自由人的品质。因为有用之友爱属于某些市井之人与无自由品格者。再者,真正的友爱也需要快乐,却绝不需要有用。因为受神福庇者并不需要有用之物,却需要快乐之物;因为他们固然意欲与某些人共处,却无法与令人痛苦者共处。因为令人痛苦的事物,他们只能承受很短的时间。但没有人在遭受痛苦中能长久忍受,甚至善本身,若是对自己而言是痛苦的,也没有人能够忍受。为此,高尚之人要求朋友是令人愉悦的,既是善好者,对自己而言也是善好的;因为唯有如此,凡朋友应当具备的一切方会为他们所具备;因此,基于快乐的友爱比基于有用的友爱更类似于完全的友爱。但在权位之人并不会把同样的朋友既当作有用的又当作快乐的来交往。因为对他们而言,有用者是一批人,快乐者是另一批人,而两者集于同一些人身上是绝少有的。其原因在于,有用与快乐存在于属于高尚之人的完全友爱之中。但他们并不寻求这样的人。因为他们既不寻求因德性而令人愉悦者,也不寻求在崇高之事上有用的人。相反,他们因快乐而与诙谐机敏者交往,而把精明能干、能够执行所吩咐之事的人当作有用者来任用;但这些品性在同一人身上极少兼备。因为正如所言,唯有高尚之人才是同时令人愉悦且有用的,然而高尚之人不会成为优越者的朋友,除非[那优越者]在德性上被超越,并将自己置于高尚之人之下,且认为[高尚之人]比自己更好。因为唯有如此,高尚之人方能与权势上的优越者持平,在成比例的意义上既超越又被超越;而在持平之中他才会成为朋友;若不能如此持平,便不会成为朋友;由于身处权位者绝少变成这般,为此高尚之人亦不成为他们的朋友。〈论快乐与有用的友爱,即它们在某种意义上是友爱,在某种意义上不是友爱;以及论基于优越的友爱。第九章。〉因此,前述所有友爱都处于平等之中。因为相同的事物从彼此处产生并给予朋友,且他们意欲对方享有相同之物,或者也是以一物换取另一物,以同等换同等,例如以快乐换取益处;至于这些友爱相比其他友爱在程度上更弱且更为短暂,已经论及过了。
- 8.ἂν μὴ κατ’ ἀρετὴν ὑπερέχηται καὶ ὑπὸ τὸν σπουδαῖον ἑαυτὸν τάττῃ καὶ κρείττονα ἑαυτοῦ ἡγῆται
条件从句中主语的补足与动词语态。该从句的主语是前面的 ὑπερέχων(优越者、掌权者);被动态动词 ὑπερέχηται 意为“(被高尚之人)超越”。接续的 ἑαυτὸν τάττῃ 和 ἑαυτοῦ ἡγῆται 中的反身代词 ἑαυτόν / ἑαυτοῦ 亦指掌权者自身。
- 8.αἵτινες ὅτι ἧττόν εἰσι τῶν ἄλλων φιλίαι καὶ ὀλιγοχρονιώτεραι, εἴρηται
关系代词的先引构词(prolepsis)。关系代词 αἵτινες 虽为 ὅτι 从句中谓语动词 εἰσι 的主语,却被前置到连词之前。整个句子的主干为:“关于这些[友爱]……一事,已经被谈及了”。
