← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§16.35-17.27

依德性生活中善美与快乐的统一

本段转述亚里士多德《尼各马可伦理学》第一卷第八章关于快乐与德性的论述,论证依德性的生活在本性上内在包含自足的快乐,因此最善、最美与至乐在幸福中合而为一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι ἥδιστος δι’ ἑαυτόν ἐστιν ὁ κατ’ ἀρετὴν βίος καὶ μάλιστα Ὅτι ἥδιστος δι’ ἑαυτόν ἐστιν ὁ κατ’ ἀρετὴν βίος καὶ μάλιστα ἀγαθὸς καὶ καλός. κεφ. ιεʹ. Ἔστι δὲ καὶ ὁ βίος αὐτῶν καθ’ ἑαυτὸν ἡδύς, οὐκ ἔξωθεν ἔχων τὴν ἡδονήν. ἐπεὶ γὰρ τὸ ἥδεσθαι τῆς ψυχῆς ἐστιν,1 οὐδὲν κωλύει τὴν τῆς ψυχῆς κατ’ ἀρετὴν ἐνέργειαν μεθ’ ἡδονῆς εἶναι. ὅτι δὲ καὶ ἔστι, δῆλον. ἐπεὶ γὰρ ἑκάστῳ ἐκεῖνό ἐστιν ἡδύ, πρὸς ὃ λέγεται φιλοτοιοῦτος, οἷον ὁ ἵππος ἡδὺ τῷ φιλίππῳ καὶ θέαμα τῷ φιλοθεώρῳ, καὶ τῷ φιλαρέτῳ ἄρα ἡδεῖα ἡ ἀρετὴ καὶ αἱ κατ’ αὐτὴν πράξεις. τὰ μὲν οὖν δοκοῦντα τοῖς πολλοῖς ἡδέα μάχεται· ἄλλος γὰρ ἄλλο νομίζει ἡδὺ καὶ τὸ ἄλλο ἀηδές. αἴτιον δέ, ὅτι οὐκ ἔστι φύσει ἡδέα. τοῖς δὲ φιλοκάλοις ἡδέα δοκεῖ τὰ καὶ φύσει ἡδέα· ἀρίστοις γὰρ οὖσι τὰ ἀληθῶς ἡδέα διώκειν ἀκόλουθον· διώκουσι δὲ τὰς κατ’ ἀρετὴν πράξεις. ὥστε δῆλον, ὅτι αἱ κατ’ ἀρετὴν πράξεις ἡδεῖαί εἰσι τοῖς φιλαρέτοις καὶ δι’ ἑαυτάς· τὸ γὰρ φύσει ἡδὺ οὐκ ἔστι δι’ ἕτερον ἡδύ. διὰ τοῦτο οὐ προσδεῖται ὁ βίος αὐτῶν ἄλλης ἔξωθεν ἡδονῆς καθάπερ τινὸς περιάπτου, ἀλλ’ ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῷ. εἰ δέ τις εἴποι μὴ πάντας τοὺς σπουδαίους ἥδεσθαι τῇ ἀρετῇ (εἰσὶ γὰρ οἳ οὐ μεθ’ ἡδονῆς ταύτην πράττουσιν), ἐροῦμεν, ὅτι οὐκ ἔστιν ἀγαθὸς οὐδὲ σπουδαῖος ὁ μὴ χαίρων ταῖς καλαῖς πράξεσιν. οὔτε γὰρ δίκαιον οὐδεὶς ἂν εἴποι τὸν μὴ χαίροντα τῷ δικαιοπραγεῖν οὔτε ἐλευθέριον τὸν μὴ χαίροντα ταῖς ἐλευθερίοις πράξεσιν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δ’ οὕτω, δι’ ἑαυτὰς ἂν εἶεν αἱ κατ’ ἀρετὴν πράξεις ἡδεῖαι· ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος· μὴ καλῶς γὰρ κρίνειν οὐκ εὔλογον· κρίνει δὲ ἀγαθὰς εἶναι καὶ καλάς. ἄριστον ἄρα καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία· καὶ οὐκ ἄλλο μὲν κάλλιστον, ἄλλο δὲ ἄριστον, ἄλλο δὲ ἥδιστον κατὰ τὸ Δηλιακὸν ἐπίγραμμα κάλλιστον τὸ δικαιότατον, λῷστον δ’ ὑγιαίνειν, ἥδιστον δὲ πέφυχ’ οὗ τις ἐρᾶται τυχεῖν.2 ἅπαντα γὰρ ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις ὑπάρχει. ταύτας δέ φαμεν εἶναι τὴν εὐδαιμονίαν ἢ μίαν τούτων τὴν πασῶν ἀρίστην.

论依德性的生活就其自身而言是最愉悦的,且在最高程度上是善与美的。第十五章。 他们的生活就其自身而言是令人愉悦的,其快乐并非来自外在。因为既然感受快乐是属于灵魂的,那么没有什么能妨碍依德性的灵魂活动伴随着快乐。而事实确是如此,这一点也是明显的。因为既然对于每个人而言,凡使他被称为某种爱好者的对象都是令人愉悦的,正如马对于爱马者是愉悦的,景象对于爱观看者是愉悦的,那么对于爱德性者而言,德性以及依德性的诸行为也就是令人愉悦的。许多人所认为的快乐事物是相互冲突的,因为一人认为某物是愉悦的而认为另一物是不悦的。其原因在于它们并非本性上令人愉悦。但对于爱美好者而言,那些在本性上也令人愉悦的事物显得是愉悦的;因为他们作为最优秀的人,追求真正令人愉悦的事物是顺理成章的,而他们所追求的正是依德性的诸行为。因此显然,依德性的诸行为对爱德性者而言是愉悦的,并且是因其自身而愉悦的;因为本性上令人愉悦的事物绝非因他物而令人愉悦。正因如此,他们的生活无需像佩戴某种护身符一样外在地额外增添快乐,而是在自身之内就拥有快乐。但如果有人说并非所有优秀的人都以德性为乐(因为有些人并不是伴随着快乐去践行德性的),我们将回答说,不以高尚行为为乐的人既不是善人也不是优秀之人。因为没有人会把不乐于行正义之事的人称为正义的人,也不会把不乐于慷慨行为的人称为慷慨的人;在其他事情上亦然。若是如此,依德性的诸行为就其自身而言便会是令人愉悦的;而且它们必然也是善的与美好的,如果优秀之人对它们有良好的判断,那么它们在最高程度上具备这每一项;因为认为他判断不良是不合理的,而他判断它们是善的和美好的。从而,幸福是最优秀的、最美好的、最令人愉悦的;并非如提洛岛的铭文所说,最美好的是一回事,最优秀的是另一回事,最愉悦的又是另一回事: 最美是为至公义,至善莫若保康健,生来至乐之事,乃得心之所爱。 因为这一切全属于最优秀的诸活动。而我们说幸福正是这些活动,或者是这其中最优秀的那一种活动。

语法注2 条
  1. 1.τὸ ἥδεσθαι τῆς ψυχῆς ἐστιν

    τῆς ψυχῆς 是表示从属或特性的表语属格,意为“感受快乐属于灵魂的事”或“是灵魂所特有的”。

  2. 1.ἥδιστον δὲ πέφυχ’ οὗ τις ἐρᾶται τυχεῖν

    引自提洛岛铭文。πέφυχ’(πέφυκε)意为“生来是/本性上是”。关系从句 οὗ τις ἐρᾶται 中省略了先行词,属格关系代名词 οὗ 由动词 ἐράω(要求属格补足语)或不定词 τυχεῖν(同样支配属格)所支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:16.35-17.27