- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:169.14-170.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了唯有完全的友爱经由时间与稔熟的检验而坚固且不受谗毁,其他友爱是因相似性而得名,以及为何基于有用与快适这两种不同动机的混合友爱几乎难以成立。
Ὅτι αἱ ἀτελεῖς φιλίαι καθ’ ὁμοιότητα τῆς τελείας φιλίας λέ#2 μόνοι δὲ οἱ ἀγαθοὶ ὑπὸ τῶν ἀγαθῶν αὐτοὶ δι’ ἑαυτοὺς φιλοῦνται, καὶ ἡ τοιαύτη φιλία ἀδιάβλητός ἐστιν, ὅτι πολλῷ δοκιμάζεται χρόνῳ καὶ συνηθείᾳ τελείᾳ. περὶ δὲ τῶν οὕτω δοκιμασθέντων οὐ ῥᾴδιον τὰ χείρω πιστεῦσαι τὸν δοκιμάσαντα. ἐν ταύτῃ δέ ἐστι τῇ φιλίᾳ καὶ τὸ πιστεύειν ἀλλήλοις καὶ θαρρεῖν περὶ τῶν μεγίστων καὶ τὸ μηδέποτ’ ἂν ἀδικῆσαι1 καὶ ὅσα ἄλλα ζητεῖται παρὰ τῶν ὡς ἀληθῶς φιλεῖν ἑλομένων· ἐν δὲ ταῖς ἑτέραις οὐδὲν κωλύει καὶ διαβάλλεσθαι πρὸς ἀλλήλους καὶ ἀδικεῖν ἀλλήλους μὴ τὴν ἰσότητα σῴζοντας καὶ τἆλλα πάσχειν. ὅθεν οὐδὲ φίλοι εἰσὶν οἱ τοιοῦτοι κυρίως, ἀλλ’ ἐπεὶ εἰώθασιν οἱ ἄνθρωποι καὶ τοὺς τοιούτους φίλους ὀνομάζειν ἢ διὰ τὴν χρείαν, ὥσπερ αἱ πόλεις τοὺς συμμάχους ὀνομάζουσι φίλους, ἢ δι’ ἡδονήν, ὥσπερ οἱ ἐν συνηθείᾳ παῖδες ἀλλήλους· διὰ τοῦτο καὶ ἡμεῖς2 φίλους μὲν αὐτοὺς ὀνομάζομεν, οὐ τὸν αὐτὸν δὲ τρόπον ὥσπερ τοὺς ἀγαθούς, οὐ γὰρ ὁμοειδεῖς οἰόμεθα εἶναι, ἀλλὰ καθ’ ὁμοιότητά τινα φίλους ὀνομάζομεν. καὶ διὰ τοῦτο πολλὰ εἴδη φαμὲν εἶναι φιλίας. καὶ ἔστι φιλία πρώτως μὲν καὶ κυρίως ἡ τῶν ἀγαθῶν, ᾗ ἀγαθοί· καθ’ ὁμοιότητα δὲ αἱ λοιπαί· καὶ γὰρ καὶ τὸ ἡδύ, καθὸ ἀγαθόν τι ἐστιν, ὡς ἡδὺ συνάπτει τοὺς φιληδόνους· ἀγαθὸν γάρ τί ἐστι τοῖς φιληδέσι τὸ ἡδύ· καὶ ἀγαθῷ ἔοικεν, ὅτι αὐτοῖς ἀγαθὸν δοκεῖ· καὶ τὸ χρήσιμον ἀγαθὸν δοκεῖ τῷ χρωμένῳ· διὰ τοῦτο καθ’ ὁμοιότητα τῆς ἀληθοῦς φιλίας αἱ τοιαῦται φιλίαι λέγονται. μικτὴ δὲ φιλία ἀπὸ χρησίμου καὶ ἡδέος οὐ πάνυ γίνεται,3 ὥστε τῶν φίλων τὸν μὲν διὰ τὸ ἡδὺ φιλεῖν, τὸν δὲ διὰ τὸ χρήσιμον· τὸ γὰρ συνάπτον τοὺς φίλους κατὰ συμβεβηκός ἐστιν ἐν αὐτοῖς· συνάπτει δὲ τοὺς φίλους τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὰ αὐτὰ φιλεῖν. διὰ τοῦτο γὰρ ὁ Σωκράτης φιλεῖ τὸν Πλάτωνα, ὅτι τὸν Σωκράτην ἄμφω φιλοῦσι καὶ τοῖς Σωκράτους ἀγαθοῖς ἄμφω χαίρουσιν· ἢ ὅτι τὴν ἡδονὴν ἄμφω φιλοῦσιν ἢ τὸ χρήσιμον ἄμφω. ἐπὶ δὲ τῆς μικτῆς φιλίας οὐ τῷ αὑτῷ χαίρουσιν· ὁ μὲν γὰρ ἡδεῖ, ὁ δὲ τῷ χρησίμῳ· κατὰ συμβεβηκὸς δὲ τὸ αὐτὸ φιλοῦσι· συγχαίρει γὰρ ἑκάτερος ἑκατέρῳ, καὶ συνεύχεται τὰ ἀγαθά· οὐ δι’ αὑτὸν δέ, ἀλλὰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ. διὰ τοῦτο δὴ οὐ πάνυ ἡ τοιαύτη φιλία γίνεται, ὅτι τὸ κοινὸν κατὰ συμβεβηκός ἐστιν ἕν· τὸ δὲ κατὰ συμβεβηκὸς ἓν οὐ πάνυ συνάπτει.
论不完全的友爱是依据对完全友爱的相似性而被称呼的唯有善好者才被善好者因其自身而被爱,且此种友爱不受谗毁,因为它是经过漫长时间与全然的稔熟检验的。而对于如此受过检验的人,实施检验者不易相信更恶劣之事。在此种友爱中,存在着彼此信任、在至大事态上满怀确信、绝不可能行不义,以及一切向那些真正选择施爱之人所要求的事物;而在其余的友爱中,却没有任何事情阻止他们彼此受到谗毁、因不保持平等而互相行不义,以及遭受其他此类情事。由此可见,此类人按其本义甚至并不是朋友;然而,既然人们习惯于把此类人也称为朋友,要么是由于需要,正如城邦称盟友为朋友,要么是由于快适,正如朝夕相处的孩童彼此称呼;因这缘故,我们固然也将他们称为朋友,却非以与善好者相同的方式,因为我们并不认为他们属于同一种类,而是依据某种相似性将其称为朋友。正因如此,我们才说友爱有诸多品类。而首要且严格意义上的友爱乃是善好者作为善好者的友爱;其余的友爱则是依据相似性而成立的。因为令人愉悦之物就其作为某种善好而言,作为快适将嗜乐者连接在一起;因为对嗜乐者来说,令人愉悦之物乃是某种善好,且由于在他们看来是善好的,故而类似于善好;而有用之物在使用者看来也是善好的;正因如此,此类友爱是依据对真实友爱的相似性而被称呼的。然而,由有用与快适混合而成的友爱几乎不可能产生,即朋友中一方因快适而爱,另一方因有用而爱;因为在他们之中将朋友连接起来的事物乃是偶性的;而使朋友连接起来的乃是对相同事物感到欣悦并爱相同的事物。因为苏格拉底之所以爱柏拉图,乃是因为两者都爱苏格拉底,且两者都因苏格拉底的善好而欣悦;抑或两者都爱快适,或者两者都爱有用之物。但在混合的友爱中,他们所欣悦的并不是同一事物;因为一方欣悦于快适,另一方欣悦于有用;他们爱相同之物乃是出于偶性;因为各方固然与对方同乐,并一同祈求善好,却不是因对方自身,而是因有用或快适。正因如此,此类友爱几乎不能成立,因为共通之物仅在偶性上为一,而在偶性上为一的事物几乎无法使人连接。
- 8.τὸ μηδέποτ’ ἂν ἀδικῆσαι
助词 ἄν 与不定过去时不定式 ἀδικῆσαι 结合,由中性定冠词 τό 名词化,表示潜在含义,即“绝不可能行不义”。
- 8.ὅθεν οὐδὲ φίλοι εἰσὶν οἱ τοιοῦτοι κυρίως, ἀλλ’ ἐπεὶ εἰώθασιν ... διὰ τοῦτο καὶ ἡμεῖς
句式结构较为宏大:在首要分句 ὅθεν οὐδὲ φίλοι εἰσὶν οἱ τοιοῦτοι κυρίως 之后,由连词 ἐπεὶ 引导的因果从句(包含城邦和孩童的例子)展开,随后由主句的照应短语 διὰ τοῦτο 承接,并统摄主要动词 ὀνομάζομεν。
- 8.οὐ πάνυ γίνεται
惯用短语 οὐ πάνυ 在亚里士多德及其注疏家中常表示委婉否定(“几乎不”、“很难发生”),而非字面上的完全否定,在此指混合友爱极难成立或极不稳定。
