← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§168.20-169.14

不完全友爱依相似性成立的条件

作者探讨了基于快适与有用的不完全友爱依循完全友爱的相似性而成立的条件(即双方出于同一渊源提供同类事物),并以恋情关系以及善人与下劣者之间的功利与快适友爱为例加以阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

Ὅτι αἱ ἀτελεῖς φιλίαι καθ’ ὁμοιότητα τῆς τελείας φιλίας λέ#1 Ὅτι αἱ ἀτελεῖς φιλίαι καθ’ ὁμοιότητα τῆς τελείας φιλίας λέγονται. κεφ. εʹ. Ἡ δὲ διὰ τὴν ἡδονὴν φιλία καὶ ἡ διὰ τὸ χρήσιμον ὁμοίωμα ταύτης ἔχουσι τῆς φιλίας. τὸ γὰρ κυρίως ἡδὺ καὶ χρήσιμον τὸ ἀγαθόν ἐστι· καὶ ἡδεῖς καὶ χρήσιμοι μάλιστα ἀλλήλοις οἱ ἀγαθοί. καὶ ἐν τούτοις δὲ τοῖς καθ’ ὁμοιότητα λεγομένοις αἱ φιλίαι παραμένουσιν, ὅταν τὸ αὐτὸ ἀλλήλοις παρέχωσιν, οἷον εἰ χρήσιμός ἐστιν ἑκάτερος ἑκατέρῳ ἢ ἡδύς, καὶ μὴ ὁ μὲν χρήσιμός ἐστιν ὁ δὲ ἡδύς. οὐ μόνον δὲ δεῖ τὸ αὐτὸ παρέχειν ἀλλήλοις ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, εἴ γε μέλλουσιν ἐν τῇ φιλίᾳ παραμένειν, οἷον εἰ παρέχουσιν ἀλλήλοις ἡδονήν, ἀπὸ τῶν αὐτῶν παρέξουσι τρόπων· ὥσπερ οἱ εὐτράπελοι τῇ εὐτραπελίᾳ χαριζόμενοι ἀλλήλοις, καὶ οὐχ ὥσπερ ἐραστὴς καὶ ἐρώμενος· οὗτοι γὰρ ἡδονὴν μὲν παρέχουσιν ἀλλήλοις, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον, ἀλλ’ ὁ μὲν ἐραστὴς ἥδεται τῇ ὄψει τοῦ ἐρωμένου, ὁ δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ. ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ ἡ φιλία λήγει· ἡ γὰρ ἡδονή, δι’ ἣν ἡ φιλία, παύεται· οὔτε γὰρ ὁ ἐραστὴς ἥδεται τῇ ὄψει τοῦ ἐρωμένου οὔτε ὁ ἐρώμενος θεραπεύεται· πολλοὶ δὲ τῶν τοιούτων καὶ διαμένουσιν ἐν τῇ φιλίᾳ, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἀλλήλων ἤθη στέρξωσιν ὅμοια ἔχοντες. οἱ δὲ μὴ τὸ αὐτὸ παρέχοντες ἀλλήλοις, ἀλλ’ ὁ μὲν ἡδονὴν ὁ δὲ τὸ χρήσιμον, οὔτε διαμένουσιν ἐν τῇ φιλίᾳ, καὶ ὅτε φιλοῦσιν ἀλλήλους, ἧττον φιλοῦσιν· ὅλως δὲ οἱ διὰ τὸ χρήσιμον ὄντες φίλοι, παυομένου τοῦ συμφέροντος, καὶ αὐτοὶ παύονται φιλοῦντες καὶ διαλύονται· οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ τοῦ λυσιτελοῦς. ταύτας μὲν οὖν τὰς φιλίας, τήν τε διὰ τὴν ἡδονὴν καὶ διὰ τὸ χρήσιμον, καὶ φαύλους ἐνδέχεται ἔχειν καὶ φαῦλον καὶ ἐπιεικῆ· φιλεῖ γὰρ καὶ φαῦλος φαῦλον διὰ ταῦτα καὶ φαῦλος ἐπιεικῆ καὶ ἐπιεικὴς φαῦλον καὶ μέσος τις ἑκάτερον αὐτῶν· ἔστι γὰρ καὶ τῷ ἐπιεικεῖ τοῦ φαύλου χρεία πολλάκις. δυνατὸν γὰρ ναύαρχόν τινα ἀγαθὸν ἢ στρατηγὸν ἄριστον μὴ πάνυ τοὺς τρόπους ἀγαθὸν εἶναι, ὧν χρείαν ἔχειν τὸν σπουδαῖον οὐδὲν κωλύει.1 καὶ ἥδεσθαι δὲ σπουδαῖον φαύλοις οὐκ ἔστιν ἀδύνατον. εἰσὶ γὰρ οἳ τοὺς μὲν τρόπους ἀπάδουσι, διαλεγόμενοι δὲ καὶ φιλοσοφοῦντες καὶ τῷ δεινοί τινες εἶναι τῆς ἀληθείας καταστοχαζόμενοι2 καὶ τοῦ ἀγαθοῦ τοῖς σπουδαίοις ἡδεῖς γίνονται· οἱ μὲν οὖν οὕτω φιλούμενοι οὐ δι’ ἑαυτοὺς φιλοῦνται ἀλλ’ ἢ διὰ τὴν ἡδονὴν ἢ διὰ τὸ χρήσιμον.

论不完全的友爱是依据与完全友爱的相似性而被称呼的。第五章。 另一方面,因快适而成立的友爱与因有用而成立的友爱,具有这种友爱的肖像。因为真正意义上令人愉悦且有用的事物乃是善好,而善好者对彼此而言也是最令人愉悦且有用的。而在这些依据相似性而被称呼的〔朋友〕中,只要双方为彼此提供相同之物,例如每一方对另一方而言都是有用的或是令人愉悦的,而不是一方有用而另一方令人愉悦,友爱就能长存。如果他们确实打算在友爱中维持下去,不仅应当为彼此提供相同之物,而且应当出于相同的渊源;例如,若他们为彼此提供快适,就要出于相同的品格特质来提供;正如机敏之人以其机智互相取悦,而不像爱者与被爱者那样。因为后者固然为彼此提供快适,却不是以相同的方式,而是爱者因被爱者的容貌而欣悦,被爱者则因受到爱者的照料而欣悦。而当青春韶华消逝之时,友爱有时亦随之告终;因为构成友爱缘由的快适止息了;因为爱者既不再因被爱者的容貌而欣悦,被爱者也不再受到照料。然而此类人中亦有许多人长留于友爱之中,如果他们因稔熟而珍爱彼此的品性,且拥有相似的品性的话。至于那些不向彼此提供相同之物,而是一方提供快适、另一方提供有用之人,既不能长留于友爱之中,且即便在他们相爱之时,其爱慕也较弱。总之,因有用而成朋友的人,随着利益的止息,他们自身也停止施爱并告解体;因为他们原本就不是彼此的朋友,而是利得的朋友。因此,这些友爱,即因快适与因有用的友爱,下劣者之间可以拥有,下劣者与端正者之间也可以拥有;因为由于这些缘故,下劣者爱下劣者,下劣者爱端正者,端正者爱下劣者,中等人爱他们之中的任何一方;因为端正者往往也需要下劣者。因为一个优秀的船长或杰出的将领,在品性上完全有可能并非纯善,而没有任何事情阻止优秀者需要这样的人。优秀者因下劣者而感到快适,也并非不可能。因为有些人虽然品性不谐,但在交谈与探讨哲学时,凭借在某种意义上的敏锐而准确揣摩真理与善好,从而对优秀者而言成为令人愉悦的;因此,以此种方式被爱的人,并非因其自身而被爱,而是要么因快适,要么因有用而被爱。

语法注2 条
  1. 8.ὧν χρείαν ἔχειν τὸν σπουδαῖον οὐδὲν κωλύει

    关系代名词 ὧν 在复数/泛指意义上回指前文的“优秀的船长或杰出的将领(品性上非善好者)”,充当 χρείαν ἔχειν 所支配的属格补足语。不定式短语 τὸν σπουδαῖον χρείαν ἔχειν 则受οὐδὲν κωλύει 支配。

  2. 8.τῷ δεινοί τινες εἶναι τῆς ἀληθείας καταστοχαζόμενοι

    定冠词不定式 τῷ ... εἶναι 是表示手段或原因的与格,修饰分词 καταστοχαζόμενοι(主格阳性复数,与关系从句主语 οἵ 一致)。不定式内部的谓语 δεινοί τινες 与分词及主语同格,因此作主格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:168.20-169.14