- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:170.5-171.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
希利奥多鲁依据《尼各马可伦理学》第八卷第五章,论述了“共同生活”对于友爱在现实活动中的成立不可或缺,区分了作为品质的友爱与作为现实活动的友爱,并解释了空间隔阂或年老如何阻碍其实际践行。
Ὅτι συζῆν καὶ συνεῖναι παρέχει τοῖς φίλοις τὸ ἐνεργείᾳ φίλοις Ὅτι συζῆν καὶ συνεῖναι παρέχει τοῖς φίλοις τὸ ἐνεργείᾳ φίλοις εἶναι. κεφ. ϛʹ. Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας διῃρημένης, οἱ μὲν φαῦλοι ἔσονται φίλοι δι’ ἡδονὴν ἢ τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δ’ ἀγαθοὶ δι’ ἑαυτοὺς ἔσονται φίλοι· ᾗ γὰρ ἄμφω ἀγαθοί, διὰ τοῦτο φιλοῦσιν ἀλλήλους· ἐκεῖνοι μὲν οὖν ἁπλῶς φίλοι καὶ κυρίως καὶ καθ’ αὑτό· οὗτοι δὲ κατὰ συμβεβηκὸς1 καὶ τῷ ὁμοιοῦσθαι τούτοις τὸ ὄνομα τῆς φιλίας ἔχουσιν. ὥσπερ δὲ ἐπὶ τῶν ἀρετῶν οἱ μὲν καθ’ ἕξιν, οἱ δὲ κατ’ ἐνέργειαν ἀγαθοὶ λέγονται (οἱ μὲν γὰρ ἕξιν ἔχουσι δικαιοσύνης, οὐκ ἐνεργοῦσι δὲ κατ’ αὐτήν, ὑπὸ τῶν ἔξωθεν κωλυόμενοι, οἱ δὲ ἐνεργοῦσι καὶ τὰ δίκαια, κατὰ τὴν ἕξιν ἣν ἔλαβον τῆς δικαιοσύνης), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς φιλίας συμβαίνει. οἱ μὲν γὰρ συζῶντες ἀλλήλοις χαίρουσι τοῖς ἀλλήλων ἀγαθοῖς καὶ πορίζουσιν ἑκάτερος ἑκατέρῳ τὰ δυνατὰ ἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μὲν πρὸς ἀλλήλους τὰ φιλικά· οὕτω δὲ ἔχουσιν ὥστε ἐνεργεῖν φιλικῶς. οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνῳ πολλῷ ἡ ἀπουσία γένηται τῶν φίλων, δοκεῖ καὶ τῆς φιλίας γίνεσθαι λήθην· ὅθεν εἴρηται πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν. οἱ δὲ πρεσβῦται καὶ στρυφνοὶ φαίνονται ὡς οὐ δύνανται φιλικοὶ εἶναι.2 βραχὺ γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς· ᾧ δὲ οὐκ ἔστιν ἡδονή, οὐδὲ συνεῖναι καὶ συνημερεύειν δυνατόν· οὐδεὶς γὰρ ἂν ἕλοιτο συνδιάγειν τῷ λυπηρῷ ἢ τῷ μὴ ἡδεῖ· φαίνεται γὰρ ὅτι ἡ φύσις φεύγει μὲν τὸ λυπηρόν, διώκει δὲ τὸ ἡδὺ ἀεί· ᾧ δὲ οὐ δυνατὸν συνεῖναι, τούτῳ οὐκ ἔνι φίλον γενέσθαι· ἡ γὰρ συνήθεια καὶ τὸ συνδιάγειν τὰς φιλίας ποιεῖ. οἱ γὰρ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὖνοί εἰσιν ἀλλήλοις μᾶλλον ἢ φίλοι. οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν.3 οὔτε γὰρ οἱ διὰ τὸ χρήσιμον δύνανται μὴ συνοικεῖν· ἐνδεεῖς γὰρ ὄντες ἀλλήλων δέονται ἀλλήλοις χρῆσθαι, ὃ οὐ δυνατὸν ἄνευ τοῦ συνοικεῖν· οὔτε οἱ διὰ τὴν ἡδονὴν πολλῷ μᾶλλον· οὔτε οἱ κυρίως φίλοι, οἵτινές εἰσιν οἱ μακάριοι· ἀλλήλων μὲν γὰρ οὐκ εἰσιν ἐνδεεῖς, ἡδεῖς δέ εἰσιν ἀλλήλοις. καὶ διὰ τοῦτο μὴ συνδιάγειν ἐθέλειν ἀμήχανον. οὐ γὰρ δὴ μονώτας τινὰς τοὺς μακαρίους εἶναι προσήκει, ἀλλ’ ἀνάγκη μετ’ ἀλλήλων εἶναι τοῖς αὐτοῖς χαίροντας. τοῦτο δὲ τὸ τοῖς αὐτοῖς χαίρειν καὶ τὴν ἑταιρικὴν φιλίαν ποιεῖ τὴν τῶν νέων, ὅταν περὶ τὸ αὐτὸ σπουδάζωσι. μάλιστα μὲν οὖν ἐστι φιλία ἡ τῶν ἀγαθῶν, καθάπερ πολλάκις εἴρηται. δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ ἁπλῶς καὶ κυρίως ἀγαθὸν ἢ ἡδύ· ἑκάστῳ δὲ φιλητὸν καὶ αἱρετὸν τὸ αὐτῷ ἀγαθόν· ὁ δὲ ἀγαθὸς τὸν ἀγαθὸν φιλεῖ δι’ ἄμφω ταῦτα· τὸ γὰρ ἀγαθὸν αὐτοῦ καὶ ἁπλῶς καὶ κυρίως ἀγαθόν ἐστι καὶ τῷ φίλῳ ἀγαθόν ἐστιν· ὥστε ὁ ἀγαθὸς φιλητός ἐστι, καὶ κατ’ ἀμφοτέρους τοὺς τρόπους· καὶ διὰ τοῦτο συζῆν ἀλλήλοις τοὺς σπουδαίους πᾶσα ἀνάγκη βούλεσθαι, χαίροντας ἀλλήλοις καὶ ὡς ὁμοίοις καὶ ὡς ἀγαθοῖς ἁπλῶς καὶ ὡς ἀλλήλοις ἀγαθοῖς.
Ὅτι συζῆν καὶ συνεῖναι παρέχει τοῖς φίλοις τὸ ἐνεργείᾳ φίλοις 共同生活与相处使朋友得以在现实活动中成为朋友。第六章。 友爱既然被划分为这些品类,卑劣之人便将因快适或有用而成为朋友,在这方面彼此相似;而善好者则将因其自身而成为朋友;因为就两者皆为善好者而言,他们正因此而互爱;故而那些〔善好者〕是无条件、本义且就其自身而言的朋友,而这些〔卑劣之人〕则是出于偶性并通过与这些〔善好者〕的相似而享有友爱之名的。正如在诸德性上,一些人按品质被称为善好,另一些人则按现实活动被称为善好(因为一些人拥有正义的品质,却受外在事物阻碍而不按其活动,而另一些人则按所获得的这正义品质,切实实行正义之举),以相同的方式在友爱上也发生着同样的情形。因为共同生活的人彼此因对方的善好而欣悦,并各为对方提供力所能及的善好;而睡眠中或相隔两地的人,则并不彼此实际践行友爱之举;然而他们处于能够以友爱方式活动的状况。因为空间并不无条件地消解友爱,而仅消解其现实活动。但若朋友的阔别经历漫长时间,似乎连对友爱的遗忘也会产生;由此便有俗谚说:“缺少问候确实消解了许多友爱。”而年长者与阴郁之人看来难以成为友善之人。因为在他们之中快适的成分微乎其微;而对毫无快适可言的人,既不可能与之相处,也不可能与之终日相伴;因为没有人会愿意与痛苦之物或不快之物共同度日;因为看来自然总是逃避痛苦,而始终追求快适;而无法与之相处的人,也就不可能成为其朋友;因为长期的稔熟与共同度日才缔造友爱。因为那些彼此悦纳却不生活在一起的人,与其说是朋友,不如说是彼此怀有善意的人。因为没有任何事物比共同生活更能体现朋友的特征。因为因有用而成为朋友的人无法不共同生活;因为他们彼此匮乏,需要利用彼此,而这若不生活在一起便不可能实现;因快适而成为朋友的人则更是如此;而本义上的朋友,即那些享福的人,亦复如此;因为他们彼此并不匮乏,但对彼此而言是令人愉悦的。正因如此,不愿共同度日是绝不可能的。因为享福之人绝不应当是某种离群索居的人,而必然是彼此相伴并以相同事物为欣悦的人。而这种以相同事物为欣悦,也构成了年轻人的同辈之友,当他们对同一事物倾注热忱之时。因此,正如多次讲过的那样,善好者的友爱是最名副其实的友爱。因为无条件且本义上的善好或快适,看来是值得爱且值得选择的;而对每个人而言,对自己善好的事物则是值得爱且值得选择的;善好者因这两者而爱善好者;因为后者的善好既是无条件且本义上的善好,对他这朋友而言又是善好的;以至于善好者依这两种方式都是值得爱的;正因如此,卓越者完全必然愿意彼此共同生活,将彼此作为相似者、作为无条件的善好以及作为对彼此的善好而同欢共悦。
- 8.ἐκεῖνοι μὲν οὖν ἁπλῶς φίλοι καὶ κυρίως καὶ καθ’ αὑτό· οὗτοι δὲ κατὰ συμβεβηκὸς
关于指示代词的指代关系,尽管前文先提及卑劣之人(οἱ μὲν φαῦλοι),后提及善好者(οἱ δ’ ἀγαθοὶ),但此处的远指代词 ἐκεῖνοι 指代地位更高、更为优越的“善好者”,而近指代词 οὗτοι 则指代“卑劣之人”。这是古典希腊语中远指代词用于指代更为高贵或更为重要项的常规用法。
- 8.φαίνονται ὡς οὐ δύνανται φιλικοὶ εἶναι
在古典希腊语中,φαίνομαι 通常带分词(表示客观显明的事实)或不定式(表示表象、推测),但此处转述文体采用了 ὡς 接直陈式的从属从句,表达“看来无法成为友善之人”的表象内容。
- 8.οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν
属格 φίλων 为表征述语属格(所有/特征属格),意为“属于朋友的特征/为朋友所特有”,οὐδὲν 为主语,冠词加不定式 τὸ συζῆν 作为 ὡς 比较从句的主语构成比较句式(“没有任何事物比共同生活更能体现朋友的特征”)。
