← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§167.19-168.19

基于德性的善人之间的完全友爱及其条件

阐明在德性上相似的善好者之间的友爱是完全、持久且依于自身的至善友爱,其余友爱皆因与它的相似性而得名;并指出此类友爱需要时间与稔熟,因而十分罕见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

Περὶ τῆς διὰ τὸ ἀγαθὸν φιλίας, ὅτι αὕτη ἐστὶν ἡ τελεία φιλία. 20 Περὶ τῆς διὰ τὸ ἀγαθὸν φιλίας, ὅτι αὕτη ἐστὶν ἡ τελεία φιλία. κεφ. δ’. Ἡ δὲ διὰ τὸ ἀγαθὸν φιλία ἡ τῶν ἀγαθῶν καὶ κατ’ ἀρετὴν ὁμοίων τελεία ἐστὶ καὶ καθ’ αὑτό. βούλονται γὰρ ἀλλήλοις οὗτοι τὰ ἀγαθά, ὅτι αὐτοὶ ἀγαθοί εἰσιν, οὐ δι’ ἄλλο ἀλλὰ καθ’ ἑαυτούς· οἱ δὲ βουλόμενοι τὰ ἀγαθὰ τοῖς φίλοις οὐχ ἑαυτῶν ἕνεκα ἀλλὰ τῶν φίλων, οὗτοί εἰσιν οἱ μάλιστα φίλοι· δι’ αὐτοὺς γὰρ τοὺς φίλους φιλοῦσι καὶ βούλονται αὐτοῖς τὰ ἀγαθά, καὶ οὐ δι’ ἄλλο καὶ κατὰ συμβεβηκός. ἡ τοιαύτη δὲ φιλία καὶ βεβαία ἐστὶ καὶ μόνιμος· διαμένει γὰρ ἕως ἂν ἀγαθοὶ ὦσιν οἱ φίλοι καὶ σπουδαῖοι καὶ ἀγαθοῖς χαίρωσιν· ἡ γὰρ ἀρετὴ μόνιμόν ἐστι· καὶ ἔστιν ἑκάτερος αὐτῶν καὶ καθ’ ἑαυτὸν ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός· οἱ γὰρ ἀγαθοὶ καὶ καθ’ ἑαυτοὺς ἀγαθοί εἰσι καὶ ἀλλήλοις. ὁμοίως δὲ καὶ ὠφέλιμοί εἰσι καὶ ἡδεῖς· οἱ γὰρ καθ’ ἑαυτοὺς καὶ ἁπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις ἡδεῖς εἰσιν. ἕκαστος γὰρ χαίρει ταῖς ἑαυτοῦ πράξεσι καὶ διὰ τοῦτο ἥδεται καὶ ταῖς τῶν ἄλλων, ὅταν ὅμοιαι ὦσι ταῖς αὑτοῦ πράξεσιν ἢ αἱ αὐταί· αἱ δὲ τῶν σπουδαίων καὶ ἀγαθῶν πράξεις αἱ αὐταὶ καὶ ὅμοιαί εἰσιν, ὥστε φανερόν, ὅτι οἱ σπουδαῖοι ἡδεῖς εἰσι καὶ ἑαυτοῖς καὶ ἀλλήλοις. διὰ τοῦτο ἡ τοιαύτη φιλία μόνιμός ἐστιν. ἃ γὰρ ἰδίᾳ αἱ ἄλλαι ἔχουσι φιλίαι, καὶ ὧν ἐστι χρεία τοῖς φίλοις, ταῦτα πάντα μόνη αὕτη ἡ φιλία συνείληφεν ἐν ἑαυτῇ· καὶ γὰρ καὶ τὸ ἀγαθὸν ἔχει καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον· τῷ γὰρ ἀγαθῷ καὶ τὸ ἡδὺ ἕπεται καὶ τὸ ὠφέλιμον· καὶ ἔστι τὸ τοιοῦτον ἀγαθὸν οὐ καθ’ ἑαυτὸ μόνον ἀγαθὸν ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡδὺ καὶ ὠφέλιμον ὁμοίως οὐ καθ’ ἑαυτὸ μόνον ἀλλὰ καὶ τῷ φιλοῦντι· καὶ ἡ ὁμοιότης δὲ ποιεῖ τοῖς τοιούτοις φίλοις τὴν ἡδονήν· καὶ αὕτη μάλιστα ἡ φιλία τὴν ἡδονὴν ἔχει καὶ τὸ ὠφέλιμον. καὶ καθ’ ὁμοιότητα ταύτης αἱ ἄλλαι φιλίαι ὀνομάζονται· αὕτη γάρ ἐστιν ἡ ἀρίστη φιλία· καὶ τὰ ταύτην ποιοῦντα ταῦτά ἐστι τὰ μάλιστα καὶ κυρίως φιλητά. σπανίας δὲ εἰκὸς τὰς τοιαύτας φιλίας εἶναι· ὀλίγοι γὰρ οἱ οὕτως ἀγαθοί. οὐ μόνον δὲ ἀρετῆς δεῖται ἡ τοιαύτη φιλία καὶ τρόπων ἀγαθῶν ἀλλὰ καὶ χρόνου καὶ συνηθείας· κατὰ τὴν παροιμίαν γὰρ οὐκ ἔστιν εἰδῆσαι ἀλλήλους πρὶν τοὺς λεγομένους ἅλας συναναλῶσαι οὐδὲ δυνατὸν ἀποδέξασθαι καὶ φιλῆσαι ἀλλήλους, πρὶν ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ αὐτὸς φιλεῖν πιστευθῇ.1 οἱ δὲ ταχέως τὰ φιλικὰ ποιοῦντες πρὸς ἀλλήλους βούλονται μὲν φίλοι εἶναι, οὐκ εἰσὶ δέ, εἰ μὴ τῷ μακρῷ χρόνῳ καὶ τῇ συνηθείᾳ φιλητοὶ γένοιντο ἀλλήλοις καὶ πιστεύσαιεν φιλούμενοι.2 βούλησις μὲν οὖν φιλίας τάχιστα γίνεται, φιλία δὲ οὔ· αὕτη μὲν οὖν ἡ φιλία τελεία ἐστὶ καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ ἄλλα, καθὼς εἴρηται· καὶ κατὰ πάντα τὰ φιλητὰ γίνεται. καὶ ὅμοια ἐστὶν ἑκατέρῳ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· καὶ γὰρ ὅμοιοί εἰσιν ἑκάτεροι ὄντες σπουδαῖοι, καὶ ὁμοίως εἰσὶν ἡδεῖς ἀλλήλοις καὶ φιλητοί.

论因善而成立的友爱,说明此即完全的友爱。 论因善而成立的友爱,说明此即完全的友爱。第四章。 然而因善而成立的友爱,即善好者且在德性上相似者之间的友爱,则是完全的且依于自身的。因为他们彼此企求善好,乃是由于他们自身是善好的,并非由于其他缘由,而是依于他们自身;那些为朋友企求善好、不是为了自身而是为了朋友自身的人,才是最切近意义上的朋友;因为他们是为了朋友自身而施爱并为他们企求善好,而不是由于其他缘由或因偶然属性。此类友爱既稳定又持久;因为只要朋友们是善好且优秀的,并且为善好之物而欢欣,它就持续长存;因为德性是持久的;且他们之中的每一方既按其自身是无条件善好的,又对朋友而言是善好的;因为善好者按其自身是善好的,对彼此而言也是善好的。同样,他们既有益又是令人愉悦的;因为按其自身且无条件善好的人,对彼此而言也是令人愉悦的。因为每个人都因自身的行为而欢喜,并正因此,只要他人的行为与自己的行为相似或相同时,也会因他人的行为而愉悦;而优秀与善好者的行为是相同且相似的,因此显而易见,优秀者对自己和对彼此而言都是令人愉悦的。正因如此,此类友爱是持久的。因为其他友爱各自单独具有的特质,以及朋友们所需要的一切,唯有这种友爱将它们完全包揽于自身之中;因为它既包含善好,也包含快适与有用;因为快适与有益乃是伴随着善好的;且这种善好不仅按其自身是善好的,而且对施爱者而言也是善好的;快适与有益同样不仅按其自身如此,而且对施爱者而言也是如此;相似性亦为此类朋友带来快适;且唯有这种友爱最完满地具备快适与有益。其他友爱正是依据与这种友爱的相似性而被命名的;因为这是最好的友爱;而造成这种友爱的事物,正是最根本且严格意义上值得爱慕的事物。然而此类友爱理应是罕见的;因为如此善好的人是极少的。且此类友爱不仅需要德性与良善的品格,还需要时间与稔熟;因为正如谚语所说,在共同吃完所谓的盐之前,不可能彼此相知;在每一方对另一方显明为值得爱慕、且自身被确信是在施爱之前,也不可能彼此接纳并相爱。那些迅速对彼此做出友好举动的人,固然渴望成为朋友,但只要他们未曾在漫长时间与稔熟之中彼此成为值得爱慕之人并确信彼此被爱,他们就还不是朋友。因此,成为朋友的愿望可以极快产生,但友爱本身却不能;所以这种友爱如前所述,在时间上及在其他方面都是完全的;且它是依循一切值得爱慕之物而生成的。而且从彼此之中每一方所获得的都是相似的事物,而这正是朋友应当具备的;因为他们双方既然都是优秀的,便是相似的,并且同样彼此令人愉悦、值得爱慕。

语法注2 条
  1. 8.καὶ αὐτὸς φιλεῖν πιστευθῇ

    动词 πιστευθῇ 为 πιστεύω 的不定过去被动虚拟式第三人称单数,与主格代词 αὐτός 及不定式 φιλεῖν 构成人称被动结构(主格不定式结构 nominativus cum infinitivo)。其含义为“其自身被(对方)确信/信任是在施爱”,而非作主动意义的“他自身去相信”。

  2. 8.καὶ πιστεύσαιεν φιλούμενοι

    主动希求式 πιστεύσαιεν 带主格复数现在被动分词 φιλούμενοι 作补足,意为“他们确信自己是被爱的”。分词为阳性主格复数,与从句的主语保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:167.19-168.19