- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:166.15-167.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯释述了亚里士多德《尼各马可伦理学》第八卷第三章,阐明基于有用和快适的友爱何以因指向自身的益处与快乐而非朋友自身而属于偶然且不完全的友爱,并易于解体。他进而说明基于有用的友爱多见于老年人和待客关系,而基于快适的友爱则是易变青年人和情欲关系的典型特征。
Περὶ τῆς διὰ τὸ χρήσιμον φιλίας καὶ τῆς διὰ τὴν ἡδονήν, ὅτι Περὶ τῆς διὰ τὸ χρήσιμον φιλίας καὶ τῆς διὰ τὴν ἡδονήν, ὅτι ἀτελεῖς εἰσιν αἱ τοιαῦται φιλίαι. κεφ. γʹ. Ζητητέον δὲ περὶ ἑκάστου εἴδους. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐκ αὐτοὺς καθ’ ἑαυτοὺς ἀλλήλους φιλοῦσιν ἀλλὰ διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδύ, πρὸς ὃ χρήσιμοί εἰσι,1 καὶ φιλοῦσιν ἕως ἂν ἔρχηταί τι αὐτοῖς παρ’ ἀλλήλων ἀγαθόν· ὁμοίως δὲ καὶ οἱ δι’ ἡδονὴν ἀλλήλους φιλοῦντες οὐ καθ’ ἑαυτοὺς φιλοῦσιν· οὐ γὰρ ἁπλῶς ὅτι ἡδεῖς εἰσι διὰ τοῦτο φιλοῦσιν, ἀλλ’ ὅτι αὐτοῖς ἡδεῖς εἰσιν, εἰ γὰρ ἄλλοις ἡδεῖς ἦσαν, οὐκ ἂν ἐφίλουν· οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες καὶ οἱ διὰ τὸ ἡδὺ οὐχ ἁπλῶς διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδὺ ἀλλὰ διὰ τὸ αὐτοῖς ἀγαθὸν καὶ ἡδὺ στέργουσι, καὶ οὐ διότι ὁ φιλούμενος αὐτὸς τοιοῦτός ἐστι διὰ τοῦτο φιλοῦσιν, ἀλλ’ ὅτι αὐτοῖς ἡδύς ἐστι καὶ χρήσιμος. ὥστε δῆλον, ὅτι αἱ φιλίαι αὗται κατὰ συμβεβηκός εἰσιν· οὐ διὰ τοῦτο γὰρ φιλεῖται ὁ φιλούμενος, ὅτι τοιόσδε τίς ἐστιν αὐτός, ἀλλὰ διότι πορίζει ὁ μὲν ἀγαθόν, ὁ δὲ ἡδονήν.2 καὶ εὐδιάλυτοι δέ εἰσιν αἱ τοιαῦται φιλίαι· οἱ γὰρ ἡδεῖς καὶ χρήσιμοι οὐκ ἀεί εἰσιν ἡδεῖς καὶ χρήσιμοι· ἄλλοτε γὰρ ἄλλοις ἡδόμεθα καὶ ἄλλοτε ἄλλο ἐστὶ τὸ χρήσιμον. μὴ παραμένοντος οὖν τοῦ αἰτίου τῆς φιλίας καὶ αὐτὴ οὐ δύναται παραμένειν ἀλλὰ διαλύεται, ὡς οὖσα πρὸς ἐκεῖνα καὶ ταῦτα ἔχουσα τέλη.3 ἡ δὲ τοιαύτη φιλία, ἡ εὐμετάβολος, μάλιστα δοκεῖ γίνεσθαι ἐν τοῖς πρεσβύταις· οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν οὔτε σφόδρα οὔτε συνεχῶς· καὶ διὰ τοῦτο καὶ ἐλλείπουσι τῆς καθ’ ἡδονὴν φιλίας, τὸ ὠφέλιμον δὲ ἀεὶ μόνον ζητοῦντες κατὰ τὸ χρήσιμόν εἰσι φίλοι. καὶ οὐχ οἱ πρεσβῦται μόνον ἀλλὰ καὶ τῶν νέων ὅσοι οὐ τὴν ἡδονὴν ἀλλὰ τὸ ὠφέλιμον ζητοῦσιν· οἱ τοιοῦτοι δὲ οὐδὲ πάνυ συζῶσι μετ’ ἀλλήλων· ἐνίοτε γὰρ οὐδὲ ἥδονται ἀλλήλοις· τηνικαῦτα γὰρ ἥδονται μόνον ἀλλήλοις, ὅτε ὠφέλιμοι γίνονται ἢ ἐλπίδας παρέχουσιν ὠφελείας, τὸν δὲ ἄλλον χρόνον οὐκέτι· οὐκ ὄντες δὲ ἀλλήλοις ἡδεῖς οὐδὲ δύνανται συνοικεῖν. τοιαύτην δέ φασιν εἶναι καὶ τὴν ξενικὴν φιλίαν· καὶ αὕτη γὰρ διὰ τὸ χρήσιμον συνέστηκεν. ἡ δὲ φιλία τῶν νέων ὡς ἐπὶ τὸ πλεῖστον δι’ ἡδονήν ἐστι. κατὰ πάθος γὰρ οὗτοι ζῶσι καὶ μάλιστα διώκουσι τὸ ἡδύ, καὶ οὐ τὴν μέλλουσαν ὠφέλειαν ἀλλὰ τὴν παροῦσαν ἡδονήν· αἰσθήσει γὰρ μάλιστα ζῶντες τῷ παρόντι χαίρουσι, καὶ ὃ τὴν αἴσθησιν θέλγει.4 τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα· διὸ ταχέως γίνονται φίλοι καὶ παύονται· μεταπίπτοντος γὰρ τοῦ ἡδέος καὶ ἡ φιλία μεταπίπτει· μεταπίπτει δὲ τὸ τοιοῦτον ἡδὺ ταχέως, ὥστε καὶ ἡ φιλία. καὶ ἐρωτικοὶ δὲ οἱ νέοι κατὰ πάθος καὶ ἡδονὴν ζῶντες· τὸ γὰρ πλεῖστον τῆς ἐρωτικῆς κατὰ πάθος καὶ ἡδονήν· διὸ φιλοῦσι, καὶ ταχέως παύονται φιλοῦντες πολλάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες, ὅτι οὐ λογισμῷ καὶ κρίσει τινὶ φιλοῦσιν ἀλλὰ πάθει φερόμενοι. συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται ἀλλήλοις· ἐντεῦθεν γὰρ καὶ ἡ ἀρχὴ τῆς φιλίας αὐτοῖς γίνεται καὶ ἡ ἡδονὴ τὴν συνοίκησιν ἀπαιτεῖ. ἡ μὲν οὖν καθ’ ἡδονὴν καὶ κατὰ τὸ χρήσιμον φιλία τοιαύτη ἐστίν, ἀτελής, καὶ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός.
Περὶ τῆς διὰ τὸ χρήσιμον φιλίας καὶ τῆς διὰ τὴν ἡδονήν, ὅτι论因有用而成立的友爱与因快适而成立的友爱,说明此类友爱是不完全的。第三章。 我们必须探讨每一种形式。因有用而彼此相爱的人,并不是按其自身彼此相爱,而是因其对之有用的善或快适而爱对方,且只要彼此之间有某种善惠及自身,他们就持续施爱;同样,因快适而彼此相爱的人也不是按其自身相爱;因为他们施爱并不是简单地由于对方是令人愉悦的,而是由于对方对他们而言是令人愉悦的;因为倘若对方只是对其他人而言令人愉悦,他们就不会施爱了。因此,因有用而施爱的人与因快适而施爱的人,都不是简单地因善或快适而珍爱,而是因对其自身而言的善与快适而珍爱;他们施爱不是因为被爱者自身是怎样的人,而是因为被爱者对他们而言是令人愉悦和有用的。由此可见,这些友爱都是偶然性的;因为被爱者之所以被爱,并非因为他自身是如此这般的人,而是因为一人提供善好,另一人提供快适。并且此类友爱也易于解体;因为令人愉悦者与有用者并非始终令人愉悦和有用;我们在不同的时刻因不同的事物而欣悦,且在不同的时刻有用之物也有所不同。因此,当友爱的缘由不复留存时,友爱本身也不能留存,而是解体,因为它原本就是朝向那些事物并且以此类事物为目的的。而这种易于变异的友爱,似乎尤其发生在老年人之中;因为此种年龄的人并不强烈也不持续地追求快适;正因如此,他们也缺少基于快适的友爱,而是始终只寻求有益之物,成为基于有用的朋友。并且不仅老年人,而且在年轻人中凡不寻求快适而寻求有益之物的人也是如此;此类人甚至根本不会彼此长时间共同生活;因为有时他们彼此之间甚至感受不到快适;他们唯有在对方变得有益或提供获益希望之时,彼此之间才感到快适,而在其余时间则不再如此;既然彼此并不感到快适,他们甚至无法共同生活。人们说待客之友爱亦属此类;因为这同样是因有用而建立的。相反,年轻人的友爱多半是因快适而生的。因为他们顺从激情而生活,最热切地追求快适,且追求的不是未来的益处而是当下的快适;因为他们主要依凭感知而生活,故而为当下的事物以及悦纳感官之物而欢欣。然而随着年龄转变,快适之物也变得不同;因此他们很快成为朋友,又很快终止;因为当快适之物转变时,友爱也随之转变;此类快适转变迅速,因而友爱亦然。年轻人又因依凭激情与快适而生活,故而是好色的;因为绝大部分的情欲性友爱都是顺从激情与快适的;因此他们相爱,又迅速停止相爱,往往在同一天之内便发生变异,因为他们施爱并非出于某种审思与判断,而是随情奔涌。然而这些人渴望彼此共度时日并共同生活;因为对他们而言,友爱的开端正由此产生,且快适要求共同生活。由此可见,基于快适与基于有用的友爱便是如此,是不完全的,并非依于自身而是依于偶然属性而存在。
- 8.ἀλλὰ διὰ τὸ ἀγαθὸν ἢ τὸ ἡδύ, πρὸς ὃ χρήσιμοί εἰσι
关系代词 πρὸς ὅ 的先行词是紧邻其前的 τὸ ἀγαθὸν ἢ τὸ ἡδύ(“善或快适”)。介词短语修饰该先行词,表示他们所针对有用性的目标(“其所针对有用的善或快适”)。
- 8.οὐ διὰ τοῦτο γὰρ φιλεῖται ὁ φιλούμενος, ὅτι τοιόσδε τίς ἐστιν αὐτός, ἀλλὰ διότι πορίζει ὁ μὲν ἀγαθόν, ὁ δὲ ἡδονήν.
相关句式 οὐ διὰ τοῦτο... ὅτι... ἀλλὰ διότι... 对比了被否定的理由(被爱者自身是某种性质的人)与被肯定的理由(一人提供善好,另一人提供快适)。后半句中的 ὁ μέν ... ὁ δέ 分别指代有用友爱中的朋友和快适友爱中的朋友。
- 8.ὡς οὖσα πρὸς ἐκεῖνα καὶ ταῦτα ἔχουσα τέλη.
分词 οὖσα 与 ἔχουσα 为主格阴性单数,与主语“友爱”(ἡ φιλία)一致;带有 ὡς,表述友爱发生解体的内在依据(“作为朝向那些事物并且以此类事物为目的的东西”)。πρὸς ἐκεῖνα 指代有用或快适,ταῦτα 则承前作为宾语,搭配宾补 τέλη。
- 8.καὶ ὃ τὴν αἴσθησιν θέλγει.
关系从句 ὃ τὴν αἴσθησιν θέλγει 与前面的中性与格 τῷ παρόντι 在意义上相并列,作为 χαίρουσι(欢喜)的对象(“为当下之物以及悦纳感官之物而欢喜”),可视为省略了与格先行词 [τούτῳ]。
