- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:165.22-166.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者区分了客观之善与对各人所显现的快适或善,确立了友爱的成立必须以人类为对象,并具备相互之爱、为对方自身的善意以及彼此知晓,由此对友爱作出定义,并依据三种可爱之物推导出友爱的三种形式。
Τίς ἡ φιλία, καὶ ὅτι τρία αὐτῆς ἐστιν εἴδη. κεφ. βʹ#2 πότερα γοῦν φιλητά ἐστιν; ἢ δῆλον ὅτι τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθὰ φιλητά ἐστιν; ὁμοίως δὲ καὶ χρήσιμα φιλητά ἐστι, ἃ πρὸς τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθὰ φέρει· καὶ οὐ πάντα τὰ δοκοῦντα ἡδέα καὶ ἀγαθά, ἀλλ’ ἃ δοκεῖ αὐτοῖς ἡδέα εἶναι καὶ ἀγαθὰ καὶ χρήσιμα, ταῦτα φιλητά. ὥστε ἁπλῶς μὲν φιλητὸν τὸ ἀγαθόν ἐστι· τισὶ δὲ φιλητὸν τὸ τισὶν ἀγαθόν· φαινόμενον δὲ φιλητὸν τὸ δοκοῦν τισιν ἀγαθὸν εἶναι, ὁμοίως δὲ καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. τριῶν δὲ ὄντων τῶν φιλητῶν, δι’ ἃ ἡ φίλησις γίνεται, οὐκ ἐν πᾶσι τοῖς φιλουμένοις ἤδη καὶ φιλία γίνεται· φιλοῦμεν γὰρ καὶ τὰ ἄψυχα διά τι τούτων τῶν τριῶν φιλητῶν· ἀλλ’ οὐ φιλία τὸ τοιοῦτον· φιλία γάρ ἐστιν, ὅταν τις φιλῶν ἀντιφιλῆται καὶ βούληται τῷ φιλουμένῳ τὰ ἀγαθὰ καὶ αὐτῷ βουλομένῳ τῷ φιλοῦντι τὰ ἀγαθά·1 ὁ δὲ φιλῶν, φέρε εἰπεῖν, οἶνον οὔτε παρ’ αὐτοῦ ἀντιφιλεῖται οὔτε τῷ οἴνῳ βούλεται τὰ ἀγαθά· γελοῖον γάρ· ἀλλ’ εἴπερ σῴζεσθαι βούλεται αὐτόν, οὐκ αὐτοῦ ἕνεκα τοῦ οἴνου ἀλλὰ δι’ ἑαυτόν, ἵνα αὐτὸς ἔχῃ· τῷ δὲ φίλῳ βουλόμεθα τὰ ἀγαθὰ αὐτοῦ ἕνεκα. διὰ τοῦτο ἡ πρὸς τὰ ἄψυχα φίλησις οὐκ ἔστι φιλία. ἔτι δὲ οὐδὲ εἴ τις ἄνθρωπον φιλοίη καὶ βούλοιτο αὐτῷ τὰ ἀγαθά, τὸ τοιοῦτον ἀνάγκη φιλίαν εἶναι· δεῖ γὰρ καὶ ἀντιφιλεῖσθαι ὁμοίως· εἰ δὲ μή, οὐ φίλος ἐστὶν ἀλλ’ εὔνους τις λέγεται. συμβαίνει δέ τινας λανθάνοντας ἀλλήλους φιλεῖν2 ὑπολαβόντας ἀγαθούς τινας καὶ χρησίμους εἶναι καὶ ἐπιεικεῖς καὶ βούλεσθαι ἀλλήλοις τὰ ἀγαθά· τούτους δὴ κυρίως μὲν φίλους οὐκ ἄν τις εἴποι, ὅτι οὐκ ἴσασι φιλούμενοι οὐδὲ ὡς ἔχουσι πρὸς ἀλλήλους, εὔνους δὲ ἀλλήλοις εἴποι τις ἄν. οὔτε τοίνυν ἡ τῶν ἀψύχων φίλησις φιλία ἐστὶν οὔτε ἡ τῶν ἀνθρώπων, ὅταν τινὸς ἐλλείπῃ τῶν εἰρημένων, ἀλλὰ φιλία ἐστίν, ὅταν ἀλλήλοις εὐνοῶσιν ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον, καὶ βούλωνται ἀλλήλοις τὰ ἀγαθά, καὶ οὐ λανθάνωσιν ἀλλήλους φιλοῦντες. ὅ τι μὲν οὖν ἐστι φιλία εἴρηται· φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι καὶ τρία εἴδη φιλίας· ἐπεὶ γὰρ τρία ἐστὶ τὰ δι’ ἃ γίνεται ἡ φιλία, τὸ ἡδὺ τὸ ἀγαθὸν τὸ χρήσιμον, καὶ διαφέρουσι ταῦτα ἀλλήλων τῷ εἴδει, ἰσαρίθμως τοῖς φιλητοῖς 〈καὶ ἡ φιλία3〉. καθ’ ἕκαστον γὰρ τῶν φιλητῶν δυνατὸν φιλίαν γενέσθαι, ἤτοι φίλησιν μὴ λανθάνουσαν καὶ ἀντιφίλησιν. ἔτι δὲ καὶ βούλησιν ἀλλήλοις τῶν ἀγαθῶν· καθόσον γάρ τι φιλοῦμεν, βουλόμεθα ἐκείνῳ τὸ ἀγαθόν. τρία ἄρα εἴδη φιλίας, κατὰ τὸ ἀγαθὸν κατὰ τὸ ἡδὺ καὶ κατὰ τὸ χρήσιμον.
友爱是什么,以及它有三种形式。第2章那么,两者中究竟何者是可爱之物?抑或显而易见,看似快适与善的事物才是可爱之物?同样,有用之物也是可爱之物,即那些引向看似快适与善之物的事物;并且不是所有看似快适与善之物,而是凡在他们看来是快适、善与有用的事物,这些才是可爱之物。因此,绝对而言可爱之物是善;但对某些人而言可爱之物是对他们而言的善;表象上的可爱之物乃是在某些人看来是善的事物,关于快适与有用亦同样如此。然而,尽管有三种由于它们而产生爱慕的可爱之物,却并非在一切被爱之物中都会随即产生友爱。因为我们也因这三种可爱之物中的某一种而爱无生命之物;但此类事情并非友爱。因为友爱存在于当某人施爱时亦被反爱,并为所爱之人期许善好,而所爱之人自身也同样为施爱之人期许善好之时。例如,爱酒之人既不被酒所反爱,也不为酒期许善好;因为那是荒唐可笑的。相反,纵使他希望它被保存,也绝非为了酒本身的缘故,而是由于自身,以便自己能够拥有它;然而对于朋友,我们则是为了朋友自身的缘故而期许善好。正因如此,针对无生命之物的爱慕并非友爱。此外,即使有人爱一个人并为他期许善好,此类事情也不必然就是友爱;因为同样必须被反爱。若非如此,他便不是朋友,而是被称为某种善意之人。然而有时也会发生这样的事:有些人彼此不知晓,因认定对方是善的、有用的和端正的而互相爱慕,并彼此期许善好;诚然,没有人会本真地称这些人是朋友,因为他们既不知道自己被爱,也不知道彼此对对方处于何种状态,但人们可以称他们彼此心怀善意。因此,无论是对无生命之物的爱慕并非友爱,还是对人类的爱慕在缺少上述要求中的任何一项时也并非友爱;相反,友爱存在于当他们要么因善、要么因快适、要么因有用而彼此心怀善意,并彼此期许善好,且互相施爱并不隐匿之时。那么,友爱是什么已经阐明;并且从已述的内容中显而易见,友爱的形式也有三种。因为既然友爱赖以产生的缘由有三项——快适、善与有用——并且这些在形式上互不相同,那么[友爱也]与可爱之物数目相等。因为对应于每一种可爱之物,都有可能产生友爱,即不隐匿的爱慕与相互的爱慕。此外,也包含彼此期许善好;因为就我们爱某种事物而言,我们便为它期许善好。由此可见,友爱的形式有三种:依于善、依于快适以及依于有用。
- 8.καὶ αὐτῷ βουλομένῳ τῷ φιλοῦντι τὰ ἀγαθά
此处省略了照应成分,应补足为 καὶ αὐτῷ [即 τῷ φιλουμένῳ] βουλομένῳ τῷ φιλοῦντι τὰ ἀγαθά。与格分词 βουλομένῳ 与前句所指的被爱者(与格补足语)相呼应,构成对称结构,表达相互性的要件:“被爱者自身也同样为施爱者期许善好”。
- 8.συμβαίνει δέ τινας λανθάνοντας ἀλλήλους φιλεῖν
在由 συμβαίνει 支配的“对格加不定词”结构中,τινας 是不定词 φιλεῖν 的主格性对格,分词短语 λανθάνοντας ἀλλήλους 作 τινας 的同位或定语修饰语。动词 λανθάνω 支配对格 ἀλλήλους,表示“彼此不为对方所察知/互不知晓地互相爱慕”。
- 8.ἰσαρίθμως τοῖς φιλητοῖς 〈καὶ ἡ φιλία〉
该处由校勘者用尖括号补足 〈καὶ ἡ φιλία〉。副词 ἰσαρίθμως 支配与格 τοῖς φιλητοῖς(“与可爱之物数目相等”),省略了系词或主动词,补入主语后骨架为“[友爱亦]与可爱之物数目相等”。
