- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:164.23-165.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
将自然哲学家与诗人关于友爱是相似还是对立的自然学见解排除于伦理学之外,提出关于友爱范围及其形式单一或多样的伦理学论题,并进而开始考察所爱对象的三种形式(善、快适与有用)。
Τίς ἡ φιλία, καὶ ὅτι τρία αὐτῆς ἐστιν εἴδη. κεφ. βʹ#1 Τίς ἡ φιλία, καὶ ὅτι τρία αὐτῆς ἐστιν εἴδη. κεφ. βʹ. Τοιαύτη μὲν οὖν ἡ φιλία· διαπορεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα, πότερον ὁμοιότης ἐστὶν ἡ φιλία καὶ οἱ ὅμοιοι φίλοι, ἢ ἐναντιότης καὶ οἱ ἔχοντες ἐναντίοι. οἱ μὲν γὰρ ὁμοιότητα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους· ὅθεν τὸν ὅμοιόν φασιν ὡς τὸν ὅμοιον καὶ κολοιὸν ποτὶ κολοιὸν καὶ ὅσα τοιαῦτα· οἱ δὲ ἐναντίους τοὺς φίλους φασὶν εἶναι καὶ τὸν λόγον εἰς τὸ καθολικώτερον καὶ φυσικώτερον ἀνάγουσιν, Εὐριπίδης μὲν φάσκων ἐρᾶν μὲν ὄμβρου γαῖαν1 ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου, πεσεῖν εἰς γαῖαν, Ἡράκλειτος δὲ λέγων τὸ ἀντίξουν συμφέρον εἶναι καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν, καὶ πάντα κατ’ ἔριν γίνεσθαι· ἐξ ἐναντίας δὲ τούτοις ἀποφαίνεται περὶ τῆς φιλίας μετὰ πολλῶν ἄλλων καὶ ὁ Ἐμπεδοκλῆς, λέγων τὸ ὅμοιον τοῦ ὁμοίου ἐφίεσθαι. τὸ μὲν οὖν ἀνάγειν τὸν λόγον εἰς καθολικούς τινας καὶ φυσικοὺς λόγους καὶ ζητεῖν ἁπλῶς, πῶς τὰ ἐναντία τῶν ἐναντίων ἐφίεται καὶ τὰ ὅμοια τῶν ὁμοίων, οὐκ ἔστιν οἰκεῖον τῆς παρούσης σκέψεως. ἐπισκεψώμεθα δὲ ὅσα μόνης ἔχεται τῆς ἀνθρωπίνης φύσεως, καὶ τῶν ἀνθρωπίνων ὅσα εἰς ἤθη φέρει καὶ πάθη· ταῦτα γὰρ ὕλη ἐστὶ τῇ παρούσῃ πραγματείᾳ. ζητητέον τοίνυν, πότερον ἐν πᾶσι γίνεται ἡ φιλία ἢ ἐν μὲν τοῖς ἀγαθοῖς γίνεται, ἐν δὲ τοῖς μοχθηροῖς οὐχ οἷόν τε γενέσθαι· καὶ πότερον πολλὰ εἴδη φιλίας ἢ ἕν· οὐ γάρ, διότι ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ φιλία, διὰ τοῦτο ἓν εἶδος αὐτῆς ἐστιν·2 ἐπιδέχεται γὰρ τὸ μᾶλλον καὶ ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει· ἡ γὰρ οὐσία καὶ τὸ συμβεβηκὸς ἕτερα ὄντα τῷ εἴδει τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται· οὐ γὰρ ὁμοίως εἰσὶν ὄντα· ὥστε οἱ διὰ τὸ μᾶλλον καὶ ἧττον οἰόμενοι ἓν εἶδος φιλίας εἶναι οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ. περὶ τούτων δὲ ἐν τοῖς ἔμπροσθεν εἴρηται. τὰ μὲν οὖν ζητούμενα ταῦτα· φανερὰ δ’ ἂν γένοιντο, εἰ φανερὸς γένοιτο ὁ περὶ τοῦ φιλητοῦ λόγος· οὐ γὰρ πάντα φιλοῦμεν ἀλλ’ ὅσα πέφυκε φιλεῖσθαι, ἅ ἐστι τὰ φιλητά· φιλητὰ δέ ἐστι ταῦτα, τὸ ἀγαθὸν τὸ ἡδὺ τὸ χρήσιμον· τὸ μὲν οὖν ἀγαθὸν καὶ τὸ ἡδὺ δι’ ἑαυτὸ φιλεῖται, τὸ δὲ χρήσιμον φιλεῖται ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὴν ἡδονήν. χρήσιμον γάρ ἐστι, δι’ οὗ γίνεται ἢ ἀγαθὸν ἢ ἡδονή· ὥστε τὸ μὲν ἀγαθὸν καὶ ἡ ἡδονὴ ὡς τέλη εἰσὶ φιλητά, τὸ δὲ χρήσιμον ὡς πρὸς τὸ τέλος ταττόμενον. σκεψώμεθα δὲ πῶς τὸ ἀγαθὸν φιλητόν ἐστι, πότερον τὸ ἁπλῶς ἀγαθὸν ἢ τὸ τῷ φιλοῦντι ἀγαθόν· ἐνίοτε γὰρ διαφέρει ταῦτα ἀλλήλων καὶ ἄλλο μέν ἐστι τὸ ἁπλῶς καὶ κυρίως ἀγαθόν, ἄλλο δὲ τισὶ δοκεῖ ἀγαθόν· ὁμοίως δὲ καὶ τὸ ἡδὺ διαφέρει τὸ ἁπλῶς ἡδὺ καὶ τὸ τισὶν ἡδύ.
友爱是什么,以及友爱有三种形式。第二章。 友爱是什么,以及友爱有三种形式。第二章。 那么,友爱便是如此之物;然而关于它引发了为数不少的疑难:究竟友爱是相似性且相似者是朋友,还是友爱是对立性且拥有〔它〕者是对立者。因为有些人将友爱定为相似性,将相似者定为朋友;因此他们说“物以类聚”以及“寒鸦对寒鸦”等诸如此类的话。另一些人则说朋友是对立者,并将论点引向更为普遍且更具自然学性质的领域:欧里庇得斯断言干涸的大地渴求雨水,而充满雨水的崇高苍天渴求坠入大地;赫拉克利特则说对立者是有益的,最美的和谐来自相异之物,万物皆由纷争而生成。与这些观点相反,恩培多克勒同许多其他人一起也对友爱表述了见解,称相似者渴求相似者。然而,将论题引向某种普遍且自然的解释,并绝对地探究相反者如何渴求相反者、相似者如何渴求相似者,并不属于当下的考察。我们应当考察的,乃是纯粹涉及人类本性的一切,以及在人类事务中引向品性与情感的一切;因为这些才是当下探究的质料。因此,我们必须探寻友爱是生成于所有人之间,还是生成于善人之间而在恶人之间则不可能生成;以及友爱的形式是多种还是仅有一种。因为不能由于友爱容纳更多与更少,就因此断定其形式是单一的;因为在形式上相异的事物也容纳更多与更少。实体与偶性虽在形式上相异,却容纳更多与更少;因为它们并非以同等方式存在。因此,那些因更多与更少便认为友爱的形式只有一种的人,所依据的并非充分的凭证。关于这些事情,在前面已经谈到过。那么,所探求的事情便是这些;若关于可爱之物的论述得以明了,这些事情也就会变得明了。因为我们并非爱一切事物,而是爱本性上可被爱的事物,即可爱之物;而可爱之物就是这些:善、快适、有用。善与快适因其自身而被爱,而有用之物则是由于善或由于快适而被爱;因为有用之物乃是通过它而生成善或快适之物。因此,善与快适是作为目的而成为可爱之物,有用之物则是作为引向目的之物而成为可爱之物。我们应当考察善如何成为可爱之物,究竟是绝对的善,还是对于爱者而言的善;因为有时这些相互不同,绝对且本真意义上的善是一回事,而在某些人看来是善的则是另一回事。同样,关于快适,绝对的快适与对某些人而言的快适也互有不同。
- 8.ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου, πεσεῖν εἰς γαῖαν
不定式 πεσεῖν 作为动词 ἐρᾶν 的宾语,意为充满雨水的崇高苍天渴求“坠入大地”。这里 ἐρᾶν 带不定式构成其宾语补足结构。
- 8.οὐ γάρ, διότι ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ἡ φιλία, διὰ τοῦτο ἓν εἶδος αὐτῆς ἐστιν
句首的否定词 οὐ 并非否定其后的原因从句(διότι...),而是否定后文的主句(διὰ τοῦτο ἓν εἶδος αὐτῆς ἐστιν),结构为“并非因为友爱容纳程度之差,就因此其形式是单一的”。
