← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§163.2-164.22

友爱的德性本质及其对生活与城邦的必要性

基于亚里士多德《尼各马可伦理学》第八卷第一章,作者论述了友爱是一种德性或伴随德性,它在各种境遇、各年龄阶段以及城邦维系中都是必不可少的,且其自身也是高尚可赞的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0

Περὶ φιλίας. κεφ. αʹ. Μετὰ δὲ ταῦτα περὶ φιλίας ἀκόλουθόν ἐστι διελθεῖν. ἔστι γὰρ ἡ φιλία ἀρετή τις ἢ ἕπεται τῇ ἀρετῇ· καὶ γὰρ ἡ μεταξὺ δυσκολίας καὶ κολακείας ἀρετή, προσλαβοῦσα τὸ στέργειν, φιλία ἐστίν, ὡς ἐν τῷ ηʹ κεφαλαίῳ τοῦ δʹ βιβλίου εἴρηται· καὶ ἕπεται δὲ τῇ τελείᾳ ἀρετῇ. ἡ γὰρ ἀληθὴς φιλία, ὡς αὐτίκα εἰρήσεται, ἐν τοῖς σπουδαίοις μόνοις εὑρίσκεται. διὰ ταῦτα ἐν τῇ περὶ τῶν ἀρετῶν πραγματείᾳ ἀκόλουθόν ἐστι καὶ περὶ αὐτῆς εἰπεῖν, ἐπεὶ καὶ ἀναγκαιότατόν ἐστιν εἰς τὸν βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἂν ἕλοιτο ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα· καὶ γὰρ τοῖς πλουτοῦσι καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ μάλιστα χρείαν εἶναι1 φίλων. τί γὰρ ὄφελος τῆς τοιαύτης εὐδαιμονίας μὴ δυναμένοις εὐεργετεῖν; οὐκ εὐεργετοῦσι δὲ μὴ ἔχοντες φίλους· ἡ γὰρ μάλιστα γινομένη εὐεργεσία καὶ ἐπαινουμένη πρὸς τοὺς φίλους ἐστίν. ἢ πῶς ἂν ὁ εὐδαίμων ἐν τῇ εὐδαιμονίᾳ διαμείναι καὶ σώζοιτο ἄνευ φίλων; ὅσῳ γὰρ μείζων ἡ εὐδαιμονία, τοσούτῳ καὶ ἐπισφαλεστέρα. οὐ μόνον δὲ εὐδαίμοσι χρεία φίλων ἀλλὰ καὶ δυστυχέσι καὶ πένησι· μόνην γὰρ οἴονται πάντες καταφυγὴν εἶναι τοὺς φίλους. οὐ μόνον δὲ τύχῃ ἀλλὰ καὶ ἡλικίᾳ πάσῃ λυσιτελής ἐστιν ἡ φιλία· οἱ γὰρ φίλοι νέους μὲν εἰς τὸν ὀρθὸν ὁδηγοῦσι λόγον, ἵνα μὴ δι’ ἀπειρίαν τοῦ ἀγαθοῦ διαμαρτάνωσι, πρεσβυτέρους δὲ θεραπεύουσι καὶ τὸ ἐλλεῖπον τῆς πράξεως διὰ τὴν ἀπὸ τῆς ἡλικίας ἀσθένειαν αὐτοὶ ἀναπληροῦσι· τῶν δὲ ἐν ἀκμῇ ταῖς ἀγαθαῖς πράξεσι προστιθέασι, καὶ βελτίω ποιοῦσι τὰ ἔργα σύν τε δύ’ ἐρχομένω·2 καὶ γὰρ μετὰ τῶν φίλων καὶ νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι γινόμεθα, καὶ φύσει δὲ πρόσεστιν ἡμῖν ἡ φιλία. φύσει γὰρ τὸ γεννῶν φιλεῖ τὸ γεννώμενον· καὶ οὐκ ἐν ἀνθρώποις μόνον, ἀλλ’ ἤδη3 καὶ ἐν ὀρνέοις καὶ ἐν τοῖς πλείστοις τῶν ζῴων· καὶ οὐκ ἐν γεννῶντι μόνον καὶ γεννωμένῳ, ἀλλὰ καὶ ἐν τοῖς ὁμογενέσι πρὸς ἄλληλα, μάλιστα δὲ πάντων ἐν τοῖς ἀνθρώποις· διὰ τοῦτο τοὺς φιλανθρώπους ἐπαινοῦμεν, ὡς ἀνθρώπινόν τι ποιοῦντας. ἴδοι δ’ ἄν τις καὶ ἐν ταῖς πλάναις, ὡς οἰκεῖον ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον· οἵ τε γὰρ ἐπὶ χώρας μένοντες σὺν ἡδονῇ τὸν πλανώμενον ὑποδέχονται καὶ θεραπεύουσιν, ὅ τε πλανώμενος, εἴ συντύχοι μόνον ἀνθρώποις, μάλιστα χαίρει. καὶ τὰς πόλεις ἡ φιλία συνέστησε τὴν ἀρχὴν καὶ ἀεὶ συνέχει· καὶ οἱ καθιστάντες τὰς πόλεις νομοθέται μᾶλλον τῆς φιλίας φροντίζουσιν ἢ τῆς δικαιοσύνης· καὶ γὰρ διὰ τὴν ὁμόνοιαν ἡ δικαιοσύνη ζητεῖται· ἡ δὲ ὁμόνοια ὅμοιόν τί ἐστι τῇ φιλίᾳ, ἡ δὲ στάσις ὁμοία ἐστὶ τῇ ἔχθρᾳ, ἣν ἀεὶ τῆς πόλεως ἀπελαύνειν σπουδάζουσιν οἱ νομοθέται. ἄλλως τε, φίλων μὲν ὄντων πρὸς ἀλλήλους τῶν πολιτῶν, οὐ χρεία τῇ πόλει δικαιοσύνης, δικαίων δὲ ὄντων, φιλίας χρεία· βέλτιον γὰρ μετὰ ταύτης ὁμονοήσουσιν ἢ μετὰ τῆς δικαιοσύνης. ἔτι τὸ μάλιστα δίκαιον φιλικὸν εἶναι δοκεῖ· καὶ γὰρ ἐπειδάν τις περὶ τὸν πλησίον πάντα τὰ δίκαια διασώζῃ, κἂν αὐτόν τι δέῃ ζημιωθῆναι, φίλος ἐστίν· ὥστε μᾶλλον ζητεῖται ἡ φιλία ἢ ἡ δικαιοσύνη παρὰ τῶν νομοθετῶν, καὶ ἀναγκαῖόν ἐστι πρὸς τὸ καλῶς ὁμονοεῖν δύνασθαι. οὐ μόνον δὲ ἀναγκαῖόν ἐστι καὶ πρὸς ἄλλο φέρει ἀγαθόν, ἀλλὰ καὶ αὐτὸ καθ’ ἑαυτὸ καλόν ἐστι καὶ ἐπαινετόν· τοὺς γὰρ φιλοφίλους ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἓν εἶναι· καὶ ἔνιοί φασι μηδὲν διαφέρειν τὸν φίλον τοῦ ἀγαθοῦ ἀνδρός, ἀλλὰ τὸν αὐτὸν ἄντικρυς εἶναι.

论友爱。第一章。 在这些事情之后,顺理成章的是探讨友爱;因为友爱是一种德性,或者伴随着德性。事实上,处于乖戾与阿谀之间的那种德性,若加上喜爱之情,便是友爱,正如在第四卷第八章中所述;而且它也伴随着完满的德性。因为真正的友爱,正如即将谈到的,唯独在有德者之间才能被发现。由于这些原因,在关于诸德性的论著中也谈及友爱是顺理成章的,既然它对于生活也是最不可或缺的。因为若没有朋友,即使拥有其余一切善物,也没有人会愿意活着;事实上,对于富有者以及获得官职与统治权的人而言,似乎尤为需要朋友。因为对于不能行善施惠的人来说,这种幸福有什么用处呢?而若没有朋友,他们便不行善;因为最常行使且最受赞赏的善行,乃是面向朋友的。或者说,幸福的人在没有朋友的情况下,如何能保持并维系于幸福之中呢?因为幸福越大,也就越容易倾覆。不仅幸福者需要朋友,不幸者与贫困者同样需要;因为所有人都认为朋友是唯一的避难所。友爱不仅对境遇有益,对每一个年龄阶段也都有益;因为朋友引导年轻人走向正当的理性,使他们不至于因对善缺乏经验而犯错;他们照料老年人,并由于衰老带来的软弱而亲自补足他们在行动上的欠缺;对于处于盛年的人,朋友则在良好的行动中予以协助,并且“二人同行”能使事工更为完善;因为与朋友在一起,我们无论在思考上还是在行动上都变得更为有能。此外,友爱在本性上就属于我们;因为在本性上,生育者爱其所生之物;不仅在人类中如此,在鸟类和大多数动物中已然如此;不仅在生育者与其所生者之间如此,在同种属者相互之间也是如此,而在人类之中尤为甚。正因如此,我们赞扬仁爱之人,视其为做出合乎人性之事。人们在流浪中也能见到,一切人对于人而言是何等亲近和友爱;因为留在家乡的人带着喜悦接待并照料流浪者,而流浪者只要能遇上人,便会格外欣喜。友爱在最初便建立了城邦,并且始终维系着城邦;确立城邦的立法者们比起正义来更为关切友爱。因为正义之所以被寻求,也是为了同心一致;同心一致是某种类似于友爱之物,而党争内讧则类似于仇恨,立法者们始终致力于将仇恨逐出城邦。此外,如果公民们相互是朋友,城邦便不需要正义;但如果他们是正义的,却仍然需要友爱;因为伴随着友爱,他们比伴随着正义能更好地同心一致。再者,最完全的正义似乎就具有友爱的性质;因为无论何时,只要有人对邻人守全所有正义之事,哪怕自己必须承受某些损失,他便是一个朋友。因此,立法者对友爱的寻求甚于对正义的寻求,并且友爱对于能够美好地同心一致是必不可少的。不仅友爱是必需的且引向另一种善物,而且它本身也是高尚且值得赞赏的;因为我们赞赏爱朋友的人,拥有众多朋友似乎是高尚事物之一;甚至有些人说,朋友与好人毫无分别,而是完全相同的。

语法注3 条
  1. 8.0χρείαν εἶναι

    由非人称动词 δοκεῖ 统辖的宾格带不定式结构。不定式的主语为 χρείαν,其后接属格 φίλων 作为宾格性属格。

  2. 8.0σύν τε δύ’ ἐρχομένω

    引自荷马(《伊利亚特》10.224)的双数主格短语。此处用作表示情状的习语性副词从属从句(“当二人同行时”),修饰 βελτίω ποιοῦσι τὰ ἔργα。

  3. 8.0ἀλλ’ ἤδη

    与 οὐ μόνον 相关的结构,其中 ἀλλ’ ἤδη 超越了单纯的追加(ἀλλὰ καί),表示递进与强调(“不仅……而且甚至已经……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:163.2-164.22