← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§161.23-162.35

动物的劳苦、过度的肉体快乐与神的单纯本性

本段转述亚里士多德《尼各马可伦理学》第7卷第14章(1154b7–34),阐明动物因劳苦而寻求身体快感的原因、青年与忧郁质者追求强烈快乐的缘由、本性快乐与偶适快乐的区别,以及神圣本性的单纯性与现实活动,并以此结束第7卷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Ἀπορία διὰ τί πᾶσα λύπη φευκτόν, ἐπεὶ οὐ πᾶσα ἡδονὴ ἀγα 288#2 ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσικοὶ λόγοι μαρτυροῦσι· λέγουσι γὰρ τὸ ὁρᾶν 〈καὶ〉 τὸ ἀκούειν λυπηρὸν εἶναι, διὰ δὲ τὸ ἔθος οὐ τοιοῦτον δοκεῖν· διὰ τοῦτο χρεία τῷ ἀνθρώπῳ ἡδονῆς· ᾧ δὲ οὐκ εἰσὶν αἱ θεωρητικαὶ ἡδοναί, πᾶσα ἀνάγκη ταῖς σωματικαῖς χρῆσθαι· οἱ οὖν συμμέτρως χρώμενοι καὶ ὥσπερ οὐκ ἔνι διαφθεῖραι τὸ σῶμα1 οὐκ ἐπιτιμῶνται. ὁμοίως δὲ διώκονται αἱ ἡδοναὶ ὑπὸ τῶν νέων καθάπερ ὑπὸ τῶν ἀκολάστων ὅσαι εἰσὶ περὶ τὸ θρεπτικόν, τῆς φύσεως κινούσης, ἵνα αὐξηθῶσι, καὶ διάκεινται ὥσπερ οἱ οἰνωμένοι· ἐσθίοντες γὰρ ἀεὶ καὶ πίνοντες καὶ ὑπνώττοντες ἀκμαιοτάτην ἔχουσι τὴν περὶ ταῦτα ἐπιθυμίαν, ὥσπερ ἐκεῖνοι τὴν δίψαν. διὰ τοῦτο ἡ νεότης ἡδύ ἐστιν, ὅτι μετ’ ἐπιθυμίας ἀεὶ τῶν ἀναγκαίων ἅπτεται. τὸν ἴσον δὴ τρόπον καὶ οἱ μελαγχολικοὶ τὴν φύσιν ἀεὶ ἐν ὀρέξει εἰσὶ σφοδρᾷ καὶ δέονται ἀεὶ θεραπείας· δάκνεται γὰρ αὐτοῖς ἀεὶ τὸ σῶμα διὰ τὴν κρᾶσιν. οἱ μὲν οὖν ζητοῦντες τὰς ἡδονὰς οὗτοί εἰσι, καὶ διὰ ταύτας τὰς αἰτίας ζητοῦσι· καθόλου δὲ πᾶσα ἡδονὴ σωματικὴ ζητεῖται ἵνα ἐκβάλλῃ λύπην σωματικήν· ἐκκρούει γὰρ ἡ ἡδονὴ λύπην, οὐ μόνον ἡ ἀντικειμένη αὐτῇ, οἷον ἡ ἐπὶ τῷ θρεπτικῷ ἡδονὴ τὴν ἐπὶ τῷ θρεπτικῷ λύπην, ἀλλὰ καὶ ἑτέρα τις, ἐὰν ᾖ ἰσχυρά. διὰ ταύτην τὴν αἰτίαν αἱ σωματικαὶ ἡδοναὶ διώκονται καὶ ἐντεῦθεν ἀκόλαστοι καὶ φαῦλοι γίνονται. αἱ δὲ ἡδοναὶ αἱ θεωρητικαί, ὧν οὐ προηγεῖται λύπη (οὐ γάρ, ὥσπερ ἐπὶ τῶν σωματικῶν, πρὶν ἡσθῆναι, λυπούμεθα), αἱ δὴ τοιαῦται οὐχ ὑπερβάλλουσι τὸ δέον, οὐδ’ ἔστι θεωρῆσαι πλέον ἢ προσῆκεν· ἀλλὰ ἀεὶ ἐπαινεταί εἰσιν, ὅτι τὰ κατ’ αὐτὰς ἡδέα φύσει εἰσὶν ἡδέα καὶ οὐ κατὰ συμβεβηκός. λέγω δὲ κατὰ συμβεβηκὸς ἡδέα τὰ ἰατρεύοντα τὰς σωματικὰς ἐνδείας καὶ λύπας, ὥσπερ τὰ σιτία· ἰατρεύει γὰρ τὴν φύσιν τοῦ πεινῶντος νοσοῦσαν τοῦτο τὸ μέρος, καὶ εἰσάγει τὸ ἐλλεῖπον, ἐπειδὰν κατὰ τὸ ἕτερον μέρος οὐκ ἐνδεὴς ᾖ2 οὐδὲ νοσῇ, λέγω δὴ τὸ θρεπτικόν, ἀλλ’ ἔχῃ τε αὐτὸ καὶ ὑγιαίνῃ κατ’ αὐτὸ καὶ ἐνεργῇ, τουτέστιν ὀρέγηται. κατὰ συμβεβηκὸς γὰρ τὰ τοιαῦτα ἡδέα ἐστίν, ὅτι διὰ τὴν ἰατρείαν συμβαίνει αὐτοῖς ἡδέσιν εἶναι· φύσει δὲ ἡδέα οὐ τὰ ἀναπληροῦντα τὴν ἔνδειαν τῆς φύσεως ἀλλὰ τὰ ποιοῦντα πρᾶξιν αὐτῆς, οἷά ἐστι τὰ θεωρητά· τελειοῦσι γὰρ τῆς ψυχῆς τὴν ἐνέργειαν. ὅτι δὲ οὐκ ἐσμεν ἁπλοῖ οὐδὲ μόνῃ ζῶμεν τῇ ψυχῇ, διὰ τοῦτο οὐκ ἀεὶ ταὐτὰ ἡδέα ἡμῖν ἐστιν, ἐπεὶ οὐδὲ τὰ κατὰ συμβεβηκὸς ἡδέα ἀεὶ ζητοῦμεν, ἀλλὰ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα. ὅταν μὲν γὰρ πρὸς τὸ σῶμα ῥέπωμεν, τοῖς σωματικοῖς χαίρομεν, ἐπειδὰν δὲ ὑπὲρ τοῦτο ἴδωμεν, τὰ φύσει ἡδέα ζητοῦμεν· αἱ γὰρ τῆς ψυχῆς ἡδοναὶ ταῖς σωματικαῖς μάχονται, καὶ οἷς ἡ ψυχὴ πράττουσα χαίρει, ταῦτα τῷ σώματι παρὰ φύσιν· ὁπόταν δὲ διὰ τῆς περὶ τὴν ἀρετὴν μελέτης τῇ ψυχῇ τὸ σῶμα ἀκολουθήσῃ, τηνικαῦτα οἷς ἐνεργοῦσα ἥδεται ἡ ψυχή, οὐχ ἥδεται μὲν τὸ σῶμα, καθόσον οὐκ εἰσὶν αἰσθητά, οὐκ ἀλγεῖ δέ. διὰ τοῦτο καὶ οἷς ἐστιν ἡ φύσις καθάπαξ ἁπλῆ, ἡ αὐτὴ πρᾶξις ἀεὶ ἡδίστη ἐστίν· ὁ γὰρ θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν· καίτοι ἀκίνητός ἐστι καὶ δοκεῖ διὰ τοῦτο μὴ ἔχειν ἡδονήν. ἡ γὰρ ἡδονὴ ἐνέργειά ἐστιν, ἡ δὲ ἐνέργεια κινήσεως δοκεῖ μόνον εἶναι, ἀλλ’ οὐκ ἔστιν· ἔστι γὰρ καὶ ἀκινησίας ἐνέργεια, καὶ ἡ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει. ἡ δὲ μεταβολὴ πάντων γλυκύτατον, κατὰ τὸν ποιητήν,3 οὐ τῇ ἀρίστῃ καὶ ἀγαθῇ φύσει ἀλλὰ τῇ συνθέτῳ διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ τὴν πονηρίαν· ὥσπερ γὰρ ὁ πονηρὸς ἄνθρωπος εὐμετάβολος, οὕτω καὶ ἡ πονηρὰ φύσις ἀεὶ δεῖται μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδὲ ἐπιεικής. περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς καὶ λύπης καὶ τί ἐστιν ἕκαστον αὐτῶν καὶ πῶς τὰ μὲν ἀγαθὰ τὰ δὲ κακά, εἴρηται· λοιπὸν δὲ περὶ φιλίας ἐροῦμεν.

疑难:既然并非一切快乐都是善,为何一切痛苦都是应当避免的。 因为动物始终处于劳累之中,正如自然哲学家们的论述也证实的那样;因为他们说,看和听本是痛苦的,但由于习惯,才显得并非如此。为此,人需要快乐;而对于那些不享有沉思快乐的人而言,运用身体的快乐则是完全必然的。因此,那些适度地、以不可能毁坏身体的方式运用身体快乐的人,是不会受到指责的。同样地,年轻人追求快乐也像放荡者那样,凡涉及营养摄取的快乐,因为天性促使他们成长,他们便处在宛如醉酒者的状态之中;因为他们始终在饮食与睡眠,对这些事物抱有极其强烈的欲望,正像醉汉抱有渴求一样。正因如此,青春是愉悦的,因为它始终伴随着欲望去触及必需之物。同样地,天性属于忧郁质的人也始终处于强烈的欲求之中,且始终需要治疗;因为由于体液的混合,他们的身体始终受到侵蚀。因此,寻求快乐者便是这些人,并且是出于这些原因而寻求的;概括而言,一切身体的快乐之所以被寻求,都是为了驱除身体的痛苦。因为快乐驱逐痛苦,不仅与该痛苦正相对立的快乐如此(例如营养摄取的快乐驱除营养摄取的痛苦),而且任何其他的快乐,只要它是强烈的,也能驱逐痛苦。正是出于这个原因,身体的快乐受到追求,人们并由此变得放荡和低劣。相反,沉思的快乐由于没有痛苦在先(因为我们并不像在身体快乐的情形中那样,在享受快乐之前先受痛苦),正是这种快乐不会超过应当的限度,人也不可能进行超过应当限度的沉思;相反,它们始终是值得赞赏的,因为依照它们而愉悦的事物在本性上就是愉悦的,而非偶适地愉悦。所谓偶适地愉悦的事物,我指的是那些疗救身体的匮乏与痛苦的事物,正如食物那样;因为在饥饿者这一部分罹患病态时,食物疗救其天性并补充不足之处,只要在另一部分中它既非匮乏亦非患病——我指的乃是营养摄取的能力——而是保有它,依照它保持健康并进行活动,亦即产生欲求。因为这类事物只是偶适地愉悦,因为出于疗救的缘故,愉悦才偶适地属于它们;但在本性上愉悦的事物,并不是那些填补天性匮乏的事物,而是那些产生天性现实活动的事物,正如沉思的对象那样;因为它们成全灵魂的活动。而由于我们不是单纯的,也不是仅凭灵魂而活着,正因如此,同一事物对我们而言并不始终是愉悦的,既然我们甚至并非始终寻求偶适地愉悦的事物,而是时而寻求这些,时而寻求那些。因为当我们偏向身体时,我们因身体的事物而喜悦;而当我们超越于此而注视时,我们便寻求本性上愉悦的事物;因为灵魂的快乐与身体的快乐相互抗争,灵魂在行动中喜悦的事物,对身体而言则是反常的。然而,一旦通过关于德性的训练使身体顺从灵魂,届时,在灵魂现实活动而感到快乐的事物中,身体虽不感到快乐(就这些事物不是可感物而言),但也不感到痛苦。为此,对于天性全然单纯的存在者而言,同一活动始终是最为愉悦的;因为神始终因单一而单纯的快乐而喜悦;尽管神是不动的,并因此看似不具有快乐。因为快乐是一种现实活动,而现实活动看似仅属于运动,但事实并非如此;因为也存在着不动的现实活动,而且快乐与其说是在运动中,不如说是在静止中。诗人所说的“变化在万物中最甘美”,并不是对最善与良好的天性而言的,而是对复合的天性而言的,乃是由于其自身的软弱与恶劣;因为正如恶劣的人是易变的,恶劣的天性也始终需要变化;因为它既非单纯亦非高尚。关于自制与不能自制,以及关于快乐与痛苦,它们各自是什么,以及以何种方式有些是善而有些是恶,便已经谈过了;接下来我们将讨论友爱。

语法注3 条
  1. 7.ὥσπερ οὐκ ἔνι διαφθεῖραι τὸ σῶμα

    短语 οὐκ ἔνι 是无人称形式 οὐκ ἔνεστι(“不可能”)的缩略形。此处的 ὥσπερ 引导一个方式副词从句(“以不可能毁坏身体的方式”),限定了适度运用快乐而不致破坏身体的范围。

  2. 7.νοσοῦσαν τοῦτο τὸ μέρος... ἐπειδὰν κατὰ τὸ ἕτερον μέρος οὐκ ἐνδεὴς ᾖ

    短语 τοῦτο τὸ μέρος 为限制/关系宾格(“在这一部分”),与后文的介词短语 κατὰ τὸ ἕτερον μέρος(“在另一部分中”)相对应。该结构对比了受亏空而需补充的部分(如胃等器官)与依然健康并发挥作用的能力(即营养摄取能力,由 λέγω δὴ τὸ θρεπτικόν 加以说明)。

  3. 7.ἡ δὲ μεταβολὴ πάντων γλυκύτατον, κατὰ τὸν ποιητήν

    针对阴性名词主语 ἡ μεταβολή,谓语形容词 γλυκύτατον 采用了中性单数形式,这属于古希腊语表达普遍格言或命题的常见语法习惯,此处亦直接保留了亚里士多德(《尼各马可伦理学》1154b28)引述欧里庇得斯《奥瑞斯忒斯》第234行(μεταβολὴ πάντων γλυκύ)时的形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:161.23-162.35