- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:160.6-161.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对既然并非所有快乐都是善则为何所有痛苦都应被规避的疑难,通过区分适度与过度的身体快乐及其对立面进行解决,随后从治疗作用和替代性两个方面阐述身体快乐何以看似比沉思快乐更值得选择。
Ἀπορία διὰ τί πᾶσα λύπη φευκτόν, ἐπεὶ οὐ πᾶσα ἡδονὴ ἀγα 288#1 Ἀπορία διὰ τί πᾶσα λύπη φευκτόν, ἐπεὶ οὐ πᾶσα ἡδονὴ ἀγαθόν, καὶ λύσις. κεφ. καʹ. Ἀπορήσειε δ’ ἄν τις, εἰ τινὲς ἡδοναὶ ἀγαθαί εἰσι καὶ αἱρεταί, τινὲς δὲ φαῦλαι, ὥσπερ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος, διὰ τί πᾶσα λύπη μοχθηρά ἐστι καὶ φευκτή· δεῖ γὰρ τὴν μὲν ἐναντίαν ταῖς ἀγαθαῖς ἡδοναῖς λύπην πονηρὰν εἶναι, τὴν δὲ ταῖς φαύλαις ἐναντίαν ἀγαθήν· κακῷ γὰρ ἐναντίον ἀγαθόν· εἰ δὲ καὶ αὕτη ἡ λύπη πονηρά, δόξειεν ἂν τὰς σωματικὰς ἡδονὰς ἀγαθὸν εἶναι. πρὸς δὴ ταῦτα λέγομεν, ὅτι αἱ σωματικαὶ ἡδοναὶ ἀγαθαί εἰσιν οὕτως, ὥστε μὴ εἶναι κακαί· τὸ γὰρ μὴ κακὸν ἀγαθόν ἐστι. τοῦτο δὲ μέχρι τινός. ἀγαθαὶ γάρ εἰσι τόνδε τὸν τρόπον αἱ μὴ ὑπερβάλλουσαι· διὰ τοῦτο αἱ λῦπαι αἱ ἐναντίαι ταύταις οὐκ εἰσὶν ἀγαθαί· ἐπεὶ γὰρ ἕξεις αἱ μὲν ὑπερβάλλουσι τὸ βέλτιστον καὶ τὸ δέον, αἱ δὲ οὐχ ὑπερβάλλουσιν, ὑπερβάλλουσι μὲν αἱ ἀναγκαῖαι ἕξεις, οἷον ἡ θρεπτικὴ καὶ αἱ ἄλλαι ἀναγκαῖαι καὶ ὅλως αἱ σωματικαί· ἔστι γὰρ πλέον τοῦ δέοντος αὐταῖς χρήσασθαι· οὐχ ὑπερβάλλουσι δέ, ὅσαι ἐπιτεινόμεναι οὐχ ὑπερβαίνουσι τὸ δέον, ἀλλ’ ἀεὶ ἀγαθαί εἰσιν, ὥσπερ αἱ θεωρητικαὶ ἕξεις. ἐπεὶ δὲ αἱ ἡδοναὶ ταῖς ἕξεσιν ἀκολουθοῦσιν, ἀνάγκη καὶ τῶν ἡδονῶν τὰς μὲν ὑπερβάλλειν τὸ δέον, τὰς δὲ μὴ ὑπερβάλλειν. ὅσαι τοίνυν ὑπερβάλλουσι τὸ δέον φαῦλαί εἰσι, καὶ κατὰ ταύτας ὁ ἀκόλαστός ἐστι καὶ ὁ ἀκρατής·〈κατὰ〉 τὰς δὲ ἐναντίας λύπας ὁ ἀκόλαστος οὐ περὶ τὰς ὑπερβολικάς ἐστιν,1 ἀλλὰ τὰς μὲν ὑπερβαλλούσας ἡδονὰς διώκει, τὰς δὲ μικρὰς λύπας φεύγει· ὥστε φανερὸν ὅτι ταῖς ὑπερβαλλούσαις ἡδοναῖς αἱ ἐν τῷ ἀκολάστῳ ἀντικείμεναι λῦπαι οὐχ ὑπερβολικαί εἰσιν ἀλλὰ μέτριαι, καὶ ἃς οὐδεὶς ἂν φύγοι τῶν σπουδαίων, ὅτι οὐδὲ λῦπαί εἰσιν· ἀλλὰ τῷ διώκοντι τὴν ὑπερβολὴν τῶν ἡδονῶν ἀλγεινὸν δοκεῖ τὸ μετρίως καὶ κατὰ λόγον αὐταῖς χρήσασθαι. λύεται δὲ δὴ ἡ ἀπορία οὕτως· ταῖς μὲν συμμέτροις ἡδοναῖς αἱ ἀντικείμεναι λῦπαι οὐκ ἀγαθαί εἰσιν· αἱ γὰρ σύμμετροι σωματικαὶ ἡδοναὶ ἀγαθαί, καθόσον οὐ κακαί· αἱ δὲ ταῖς ὑπερβαλλούσαις ἀντικείμεναι μέτριαι καὶ οὐδὲ λῦπαι, καὶ διὰ τοῦτο οὐ φευκταί. ὥστε πᾶν ἀγαθὸν φευκτῷ ἐστιν ἐναντίον, καὶ 〈αἱ〉 φαῦλαι ἡδοναὶ ταῖς ἀγαθαῖς λύπαις εἰσὶν ἐναντίαι καὶ αἱ ἀγαθαὶ ταῖς φευκταῖς. Διὰ τί αἱ σωματικαὶ ἡδοναὶ τῶν θεωρητικῶν αἱρετώτεραι δοκοῦσιν. κεφ. κβʹ. Ἐπεὶ δὲ οὐ μόνον δεῖ εἰπεῖν τὸ ἀληθὲς ἀλλὰ καὶ διὰ τί δοκεῖ τὸ ἐναντίον ψεῦδος ἀληθές·2 τοῦτο γὰρ συμβάλλεται πρὸς τὸ πιστεῦσαι τὴν ἀλήθειαν· ὅταν γὰρ φανῇ ἡ αἰτία, δι’ ἣν εἰκότως τὸ ψεῦδος ἀλήθεια δοκεῖ καὶ ἡ αὐτῆς ἀπάτη ἐλεγχθῇ, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλλον· ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρετώτεραι τῶν κυρίως ἀγαθῶν ἡδονῶν. πρῶτον μὲν ὅτι ἰατρεῖαί εἰσι ταῖς λύπαις ταῖς σωματικαῖς, καὶ ταύτας ῥᾳδίως ἐκκρούουσι καὶ μεγάλας οὔσας αἱ ὑπερβάλλουσαι ἡδοναί, καὶ διὰ τοῦτο διώκονται παρὰ τὸν καιρὸν τῆς λύπης τῆς σωματικῆς, ὅτι δοκοῦσιν ἰατρεῖαι εἶναι σφοδραὶ καὶ ῥᾳδίως ἀπαλλάττουσι τῆς ἐπὶ τῇ ἐνδείᾳ τῶν ἡδέων λύπης, ἔπειτα διότι διώκονται παρὰ τῶν μὴ δυναμένων ἄλλαις ἡδοναῖς χαίρειν. πολλοὶ δὲ οἱ τοιοῦτοι· καὶ διὰ τοῦτο τὸ ὑπ’ αὐτῶν ζητούμενον ἀγαθόν τι δοκεῖ καὶ αἱρετόν· οἵτινες οὐ τὰς ἐκ φύσεως ἐπιθυμίας ἐμπιπλάναι μόνον σπουδάζουσιν, ἀλλὰ καὶ ἐπισκευαστάς τινας ἐπιθυμίας ἐπινοοῦσι καὶ δίψας τινὰς παρασκευάζουσιν ἑαυτοῖς, ἵνα δύνωνται διὰ παντὸς ἥδεσθαι. τοῦτο δέ, εἰ μὲν οὐχ ὑπερβαίνει τὸν λόγον καὶ τὸ μέτριον, οὔτε βλαβερόν ἐστιν (αἱ γὰρ σύμμετροι ἡδοναὶ οὐ λυμαίνονται τῷ σώματι) καὶ ἀνεπιτίμητόν ἐστιν· εἰ δὲ ὑπερβάλλουσι καὶ βλαβεραί εἰσιν αἱ διωκόμεναι ἡδοναί, φαῦλον. ἀνεπιτίμητον δέ ἐστι τὸ χρῆσθαι συμμέτροις ἡδοναῖς, ὅτι ἀνάγκη χρῆσθαι τὸν ἄνθρωπον τοῖς ἡδέσι διὰ τὴν φύσιν ἀεὶ οὖσαν ἐν πόνῳ καὶ δεομένην τινὸς ἡδονῆς ὥσπερ ἀναπαύσεως.
既然并非所有快乐都是善,为何所有痛苦都是应当规避的疑难及其解决。第21章。 有人可能会提出疑问:如果某些快乐是善且值得选择的,而另一些则是低劣的——正如身体的快乐以及放荡者所沉溺的快乐那样——,那么为何所有痛苦都是恶劣且应当规避的呢?因为与善的快乐相对立的痛苦理应是恶的,而与低劣的快乐相对立的痛苦则理应是善的;因为恶的对立面乃是善。但如果这种痛苦也是恶的,那么身体的快乐似乎就将是善了。对此我们回答说:身体的快乐在这个意义上是善,即它们不是恶;因为非恶之物就是善。但这也仅仅达到某种限度为止;因为不致过度的身体快乐便以这种方式是善。因此,与这些快乐相对立的痛苦并不是善。因为在各种品质中,有些会超过最善者和应当的限度,有些则不会超过:必需的品质——例如营养摄取的品质以及其他必需的品质,总括来说即身体的品质——确实会过度,因为有可能超过应当的限度来运用它们;而那些即使增强也不会超过应当的限度、反而始终是善的品质,则不会过度,正如沉思性的品质那样。由于快乐伴随着品质,因而在快乐中也必然有些会超过应当的限度,有些则不会。因此,凡是超过应当限度的快乐都是低劣的,放荡者和不能自制者便是就这些快乐而言的;但在相反的痛苦方面,放荡者关涉的并非过度的痛苦,而是追求过度的快乐,并规避微小的痛苦。所以显然,在放荡者身上与过度快乐相对立的痛苦并非过度的痛苦,而是适度的痛苦,是任何优秀的人都不会规避的,因为它们甚至根本算不上痛苦;然而对于追求过度快乐的人来说,适度且依照理性地运用这些快乐似乎就是痛苦的。于是这一疑难便这样得以解决:与适度的快乐相对立的痛苦不是善,因为适度的身体快乐在不属于恶的范围内是善;而与过度的快乐相对立的痛苦则是适度的,甚至算不上痛苦,因此不是应当规避的。所以,一切善都与应当规避之物相对立,低劣的快乐与善的痛苦相对立,而善的快乐与应当规避的痛苦相对立。 为何身体的快乐看起来比沉思的快乐更值得选择。第22章。 然而,不仅应当说明真理,而且还应当说明为何相反的虚假显得像是真理;因为这有助于使人信服真理;因为一旦虚假之所以看似合乎情理地成为真理的原因显明,且其自身的欺瞒被揭穿时,就会促使人们更加相信真理;所以必须说明为何身体的快乐看起来比真正意义上属于善的快乐更值得选择。首先,因为它们是身体痛苦的疗救之药,而过度的快乐能够轻易驱逐这些痛苦,即使它们是巨大的,因此在身体痛苦的时刻它们便受到追求,因为它们看似是强烈的疗救之药,能够轻易解除因缺乏愉悦事物而产生的痛苦;其次,因为它们受到那些无法享受其他快乐的人的追求。而这类人人数众多;正因如此,被他们所寻求的事物便显得是某种善且值得选择之物。这些人不仅热衷于满足天性的欲望,而且还构想出某些人为的欲望,并为自己制造出某种渴求,以便能够时刻享受快乐。而这一点,如果一方面不超越理性与适度,既不是有害的(因为适度的快乐不会毁坏身体),也是无可指责的;但如果所追求的快乐是过度的且有害的,那就是低劣的。至于运用适度的快乐是无可指责的,是因为人类由于天性始终处于劳累之中、需要某种快乐作为休息,从而必然要运用愉悦的事物。
- 7.〈κατὰ〉 τὰς δὲ ἐναντίας λύπας ὁ ἀκόλαστος οὐ περὶ τὰς ὑπερβολικάς ἐστιν
介词短语〈κατὰ〉 τὰς δὲ ἐναντίας λύπας与前文的κατὰ ταύτας平行补出,提示论题范围(“至于相反的痛苦方面”),后随的οὐ περὶ τὰς ὑπερβολικάς ἐστιν则构成谓语内容(“并非关涉过度的痛苦”)。
- 7.Ἐπεὶ δὲ οὐ μόνον δεῖ εἰπεῖν τὸ ἀληθὲς ἀλλὰ καὶ διὰ τί δοκεῖ τὸ ἐναντίον ψεῦδος ἀληθές
本句以表示前提与原因的从句Ἐπεὶ...开始,因其中插入了说明性的句子τοῦτο γὰρ... μᾶλλον,主句在结构上最终由结果连词引出的ὥστε λεκτέον...(“因此必须说明……”)来承接和收束。
