- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:158.32-160.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于快乐作为不受阻碍的现实活动乃是最善者与幸福的论证、外在善与运气的必要性,以及基于万物皆追求快乐这一事实对快乐之善的证明。
Λύσις τοῦ ἐπιχειρήματος, ὅθεν ἐδόκει μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν#2 ἴσως δὲ οὐ μόνον δυνατὸν ἀλλὰ καὶ ἀναγκαῖον τὴν ἡδονὴν τὸ ἄριστον εἶναι καὶ τὸ αἱρετώτατον. εἰ γὰρ πάσης ἕξεώς ἐστιν ἐνέργεια, ἢ δὲ εὐδαιμονία1 καὶ τὸ ἄριστον ἐνέργειά ἐστιν ἕξεως ἀγαθῆς, ἢ μιᾶς τῆς ἀρίστης ἢ πασῶν, ἀνεμπόδιστος· ἡ δὲ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος· ἀνάγκη δὴ τὴν εὐδαιμονίαν καὶ τὸ ἄριστον ἡδονὴν εἶναι. καὶ οὐδὲν προσίσταται τὸ τινὰς τῶν ἡδονῶν φαύλας εἶναι. ὅτι δὲ τὴν εὐδαιμονίαν ἀνάγκη ἐνέργειάν τινα εἶναι ἀνεμπόδιστον, φανερόν· δεῖ γὰρ τελείαν εἶναι· οὐδεμία δὲ ἐνέργεια ἐμποδιζομένη τελεία δύναται εἶναι· διὰ τοῦτο, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, δεῖται ὁ εὐδαίμων τῶν ἔξωθεν ἀγαθῶν, ἵνα μὴ ἐμποδίζηται ἡ ἐνέργεια αὐτοῦ. οἱ δὲ τὸν ἀνωμάλως βιοῦντα καὶ δυστυχίαις μεγάλαις περιπίπτοντα εὐδαίμονα φάσκοντες εἶναι, ἐὰν ᾖ ἀγαθός, ἢ ἑκόντες ἢ ἄκοντες οὐδὲν λέγουσι· προσδεῖται γὰρ ὁ εὐδαίμων καὶ τῶν σωματικῶν ἀγαθῶν, ὑγιείας δηλονότι καὶ μακροβιότητος καὶ τῶν περὶ τὸ σῶμα τῶν ἀναγκαίων καὶ τῆς ἀπὸ τῆς τύχης ῥοπῆς. διὰ τοῦτό τινες ᾠήθησαν τὸν εὐτυχῆ ταὐτὸν εἶναι τῷ εὐδαίμονι, ὅτι ἄνευ εὐτυχίας οὐκ ἔνι καθαρῶς εὐδαιμονεῖν· οὐκ ἔστι δὲ ταὐτόν. δεῖ γὰρ σπουδαῖον εἶναι τὸν εὐδαίμονα· οὐ πάντες δὲ εὐτυχεῖς σπουδαῖοι, καὶ βλάπτει δὲ ἐνίοτε εἰς τὴν ἀρετὴν ἡ εὐτυχία, καὶ συγχεῖ τὸν σπουδαῖον, ἂν ὑπερβάλλουσα ᾖ, ἥτις οὐδὲ εὐτυχία δικαίως ἂν καλοῖτο· τὸ γὰρ εἶναι τῆς εὐτυχίας ἐστὶν ἐν τῷ συμβάλλεσθαι πρὸς εὐδαιμονίαν. ἀκολούθως δὲ καὶ ὁ ὅρος ἀπὸ τούτου λαμβάνεται καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα. διὸ οὐκ ἂν εὐτυχία δικαίως καλοῖτο, μὴ πρὸς τὴν εὐδαιμονίαν συμβαλλομένη. φανερὸν δὴ ὅτι τὸ ἀνεμπόδιστον ἀνάγκη προσκεῖσθαι τῇ ἐνεργείᾳ τοῦ εὐδαίμονος· τοῦτο δέ ἐστιν ἡ ἡδονή, ἐνέργεια ἀνεμπόδιστος. τίς ἄρα ἡδονή ἐστιν ἡ εὐδαιμονία·2 ἔτι δὲ δῆλον καὶ ἀπὸ τοῦ θηρία καὶ ἀνθρώπους καὶ πάντα τὰ αἰσθητικὰ διώκειν τὴν ἡδονήν, ὅτι τὸ ἄριστον ἡδονή ἐστι· πάντα μὲν γὰρ βοῶσιν ἀγαθὸν εἶναι τὴν ἡδονὴν καὶ ἄριστον, δι’ ὧν εἰς αὐτὴν ἐπείγονται. φήμη δ’ οὔτε γε πάμπαν ἀπόλλυται, ἥντινα πολλοί λαοὶ φημίζουσιν.3 οὐ πάντα δὲ διώκουσι τὴν ἀρίστην ἡδονήν, ἐπεὶ οὐδὲ πάντα τὴν αὐτὴν ἕξιν ἔχει ἢ τὴν αὐτὴν φύσιν· πάντα δὲ ἡδονὴν διώκουσιν, εἰ καὶ τὰ μὲν ἀγαθήν, τὰ δὲ φαύλην. ἴσως δὲ οὐδὲ διώκει4 οὐδὲν φαύλην ἡδονήν οὐδὲ ζητεῖ οὐδὲ ἐφίεται φαύλου τινός· οὐ γὰρ ἣν οἴεται ζητεῖν, καὶ ἣν ἂν εἴποι διώκειν, ταύτην διώκει, ἀλλὰ τὴν ἀρίστην διώκει πάντα. πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίεται φύσει, ὅτι φύσει τι θεῖον ἔγκειται πᾶσι, καὶ πρὸς τὴν ἀγαθὴν ἡδονὴν καὶ κυρίως ἅπαντα φέρεται, εἰ καὶ ἡδοναὶ κυρίως δοκοῦσιν εἶναι αἱ σωματικαὶ ἡδοναὶ διὰ τὸ πλειστάκις παραβάλλειν εἰς αὐτὰς καὶ πάντας μετέχειν αὐτῶν. διὰ τὸ μόνας οὖν ταύτας γνωρίμους εἶναι, ταύτας μόνας οἴονται εἶναι ἡδονάς· ἐπεὶ δὲ αὗται αἱ ἡδοναὶ οὐκ ἀγαθαί εἰσι κυρίως, ἔλεγον μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι. φανερὸν δὲ ὅτι ἀνάγκη τὴν ἡδονὴν ἀγαθὸν εἶναι. εἰ γὰρ μὴ ἔστιν ἡ ἡδονὴ ἀγαθὸν καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια, οὐ δυνατὸν 〈ἡδέως〉 ζῆν τὸν εὐδαίμονα· ἀλλὰ μὴν ἀνάγκη μεθ’ ἡδονῆς τὸν εὐδαίμονα ζῆν· οὐκ ἄρα δυνατὸν τὴν ἡδονὴν μὴ ἀγαθὸν εἶναι. ὅτι δὲ εἰ μεθ’ ἡδονῆς ὁ εὐδαίμων ζήσεται, ἀγαθὸν ἔσται ἡ ἡδονή, δῆλον ἀπὸ τοῦ τῇ εὐδαιμονίᾳ μηδὲν παραμεμῖχθαι κακόν, ἢ μὴ κυρίως ἀγαθόν· τίνος γὰρ ἕνεκα διώκει ταύτην ὁ εὐδαίμων, εἴπερ μή ἐστιν ἀγαθόν; εἰ δὲ μήτε ἀγαθὸν μήτε κακὸν ἡ ἡδονή, οὐδὲ ἡ λύπη εἴη ἂν οὔτε ἀγαθὸν οὔτε κακόν· οὐκ ἄρα φευκτὸν ἡ λύπη. διὰ τί οὖν φεύγει αὐτὴν ὁ εὐδαίμων, εἴπερ μὴ ἔστι φευκτόν; οὐ γὰρ φευκτόν, εἰ μὴ κακόν· οὐ δύναται δὲ μὴ φεύγειν τὴν λύπην ὁ εὐδαίμων· ἀνάγκη γὰρ ἥδιστον εἶναι τὸν εὐδαίμονα βίον· τοῦτο δὲ οὐ δυνατόν, εἰ μὴ ἡδεῖαι εἶεν αἱ ἐνέργειαι τοῦ εὐδαίμονος· πῶς γὰρ ἂν ἥδιστος γένοιτο; εἰ δὲ μήτε κακὸν ἡ ἡδονὴ μήτε οὐκ ἀγαθόν, εἴη ἂν ἀγαθόν.
对由此看来并非所有快乐都是善的论证的解答也许快乐作为最善者和最值得选择之物,不仅是可能的,而且甚至还是必然的。因为如果每一种品质都有其现实活动,而幸福和最善者是某种善的品质——或是一者即最善的品质,或是所有的品质——不受阻碍的现实活动,并且快乐是顺应本性的品质不受阻碍的现实活动,那么幸福和最善者就必然是快乐。而某些快乐是低劣的这一事实完全构不成阻碍。至于幸福必然是某种不受阻碍的现实活动,这也是显而易见的;因为幸福必须是圆满的;而任何受到阻碍的现实活动都不可能是圆满的;因此,正如前面所说的,幸福的人需要外在的善,以便其现实活动不受阻碍。而那些声称生活颠沛流离并陷入重大不幸的人只要是善良的便是幸福的人,无论他们是有意还是无意,都是在胡说八道;因为幸福的人还额外需要身体的善,显然包括健康和长寿,以及围绕身体的必需之物,还有来自运气的助力。正因如此,有些人认为幸运的人与幸福的人是同一个人,因为没有好运就不可能纯粹地幸福;但这二者并不是同一的。因为幸福的人必须是优秀的;但并非所有幸运的人都是优秀的,而且若是过度,好运有时甚至会损害德性并使优秀的人陷入混乱,而这甚至不能公正地被称为好运;因为好运的存在就在于促进幸福。因此,其定义也是由此获得的,且其名称也是为此而取的。所以,若不促进幸福,它就不能被公正地称为运气。因此显然,不受阻碍必定属于幸福之人的现实活动;而这正是快乐,即一种不受阻碍的现实活动。由此可见,幸福就是某种快乐。再者,从兽类、人类以及一切有感觉者都追求快乐这一事实出发,最善者是快乐也是很明显的;因为万物都通过它们向快乐奔赴的表现,呼喊着快乐是善且是最善的。“众多民众广为传颂的传闻绝不会完全泯灭。”但并非万物都追求最善的快乐,因为并非万物都具有相同的品质或相同的本性;但万物都在追求快乐,即便有些追求善的快乐,有些追求低劣的快乐。然而也许并没有任何事物追求低劣的快乐,也没有寻求或欲求任何低劣之物;因为它们所追求的,并不是自以为在寻求的、或者自称在追求的快乐,而是万物都在追求最善的快乐。因为万物在天性上都欲求善,因为在天性上某种神圣之物内在于万物之中,并且万物都趋向于善的快乐和真正意义上的快乐,即使身体的快乐由于人们最经常沉溺其中且所有人都分享它们而被看似是真正意义上的快乐。因此,正是由于只有这些身体的快乐是为人熟知的,人们便以为只有这些才是快乐;而由于这些快乐按本义而言并不是善,人们便断言没有任何快乐是善。但显然快乐必然是善。因为如果快乐以及依照快乐的现实活动不是善,幸福的人就不可能过得快乐;然而幸福的人确实必须伴随快乐而生活;所以快乐绝不可能不是善。而如果幸福的人伴随快乐而生活,快乐就将是善,这一点从没有任何恶或者不是真正意义上的善之物掺杂在幸福之中便可清楚看出;因为如果快乐并非是善,幸福的人究竟为何要追求它呢?如果快乐既不是善也不是恶,那么痛苦也就既不是善也不是恶了;所以痛苦也就不是应当规避的了。那么,若痛苦并非应当规避的,幸福的人为何又要规避它呢?因为若非是恶,它就不是应当规避的;然而幸福的人不可能不规避痛苦;因为幸福的生活必然是最快乐的生活;而若幸福之人的各项现实活动不是愉悦的,这便是不可能的;因为除此以外它如何能成为最快乐的生活呢?所以,如果快乐既不是恶也不是非善,那么它就必定是善。
- 7.ἢ δὲ εὐδαιμονία
底本此处的 ἢ δὲ 从整体条件句结构(εἰ γὰρ πάσης ἕξεώς ἐστιν ἐνέργεια, ἡ δὲ εὐδαιμονία... ἡ δὲ ἡδονὴ... ἀνάγκη δὴ...)来看,显然是定冠词加上连接小辞 δέ(即 ἡ δὲ εὐδαιμονία)的传抄讹误。此处不作选择连词 ἤ(“或者”)解,而作为引出三段论前提的名词短语。
- 7.τίς ἄρα ἡδονή ἐστιν ἡ εὐδαιμονία
虽然文本中的 τίς 带锐音符,但在上下文中并非疑问句,而是由前文推理(“幸福之人的现实活动必定是不受阻碍的,而这正是快乐”)得出的结论,因此将其解读为作表语的不定代词 τὶς(“由此可见,幸福就是某种快乐”)。
- 7.φήμη δ’ οὔτε γε πάμπαν ἀπόλλυται, ἥντινα πολλοί λαοὶ φημίζουσιν
此句直接引用自赫西俄德《工作与时日》第763–764行的六音步达克提洛斯诗句。关系代词 ἥντινα 指涉先行词 φήμη,构成对大众共识绝不会完全泯灭的证言。
- 7.οὐ γὰρ ἣν οἴεται ζητεῖν, καὶ ἣν ἂν εἴποι διώκειν, ταύτην διώκει
此处为 ἣν ... ταύτην 的关联结构(“人们所追求的,并非正是其自以为在寻求的……那种快乐”)。两个由 καί 连接的关系从句 ἣν οἴεται ζητεῖν 和 ἣν ἂν εἴποι διώκειν 共同限定指示代词 ταύτην(作为主句动词 διώκει 的宾语),主语为泛指的一般主体。
