← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§15.31-16.34

幸福的定义与善的三分法及古人见解的调和

赫利奥多罗斯转述了《尼各马可伦理学》第一卷第八章,指出幸福的定义(依德性的灵魂活动)与善的三分法以及古人的各种见解(德性、明智、智慧、快乐、外在善)相协调,并以奥林匹亚竞技者为例论证幸福在于德性的活动而非单纯的占有。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι οὐ πάντῃ ἀπάδουσιν οἱ λεγόμενοι περὶ τῆς εὐδαιμονίας Ὅτι οὐ πάντῃ ἀπάδουσιν οἱ λεγόμενοι περὶ τῆς εὐδαιμονίας παρὰ τῶν παλαιῶν λόγοι τῷ λεχθέντι αὐτῆς ὁρισμῷ. κεφ. ιδʹ. Ταῦτα μὲν οὖν καθόλου περὶ τῶν ἀρχῶν εἴρηται. περὶ δὲ τῆς προκειμένης ἡμῖν ἀρχῆς, τῆς εὐδαιμονίας δηλονότι, σκεπτέον ἔτι, οὐ μόνον τὸν ὁρισμὸν αὐτῆς ἐξετάσαντες καὶ τοὺς λόγους τοὺς συμπεράναντας αὐτόν, ἀλλὰ καὶ τοὺς λεγομένους περὶ αὐτῆς παρὰ τῶν παλαιῶν ἀληθεῖς λόγους, εἰ συνάδουσι τῷ ὁρισμῷ.1 τῷ μὲν γὰρ ἀληθεῖ ὁρισμῷ καὶ πάντα συνάδει τὰ προσόντα τῷ ὁριστῷ καὶ διὰ τοῦτο καὶ τἄλλα τὰ λεγόμενα περὶ αὐτοῦ, τῷ δὲ ψευδεῖ ταχὺ διαφωνεῖ τὸ ἀληθές. τῶν ἀγαθῶν τοίνυν εἰς τρία διαιρουμένων καὶ τῶν μὲν λεγομένων ἐκτός, τῶν δὲ περὶ ψυχήν, τῶν δὲ περὶ σῶμα, τὰ περὶ ψυχὴν ἀγαθὰ κυριώτατα καὶ μάλιστα ἀγαθὰ κοινῇ πάντες λέγομεν. περὶ ψυχὴν δὲ λέγομεν ἀγαθὰ τὰς πράξεις καὶ τὰς ἐνεργείας τὰς ψυχικάς. οὐκοῦν αἱ ψυχικαὶ πράξεις καὶ ἐνέργειαι αἱ ἀγαθαὶ κυριώτατα καὶ μάλιστά εἰσιν ἀγαθά. ἐν τῇ κατὰ ψυχὴν ἄρα ἀγαθῇ ἐνεργείᾳ τὸ κυριώτατον καὶ μάλιστα ἀγαθὸν συνίσταται. τοῦτο δέ ἐστιν ἡ εὐδαιμονία. ἔστιν ἄρα ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν καὶ κατὰ ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ τῶν φιλοσοφούντων. ὀρθῶς δὲ πράξεις τινὲς λέγονται καὶ ἐνέργειαι ἡ εὐδαιμονία· οὕτω γὰρ ἂν εἴη τῶν περὶ ψυχὴν ἀγαθῶν καὶ οὐ τῶν ἐκτός. διὰ τοῦτο καὶ ὁ εὐδαίμων εὖ πράττειν λέγεται καὶ εὖ ζῆν, ἃ ἐνέργειαν καὶ πρᾶξιν δηλοῦσι. φαίνεται δὲ ὅτι καὶ τὰ ζητούμενα παρὰ τῶν ἀνθρώπων εἰς τὴν εὐδαιμονίαν ἐνυπάρχουσι τῷ λεχθέντι. τὰ ἐπιζητούμενα δὲ τοῖς μὲν ἀρετή, τοῖς δὲ φρόνησις, ἄλλοις δὲ σοφία τις· τοῖς δὲ καὶ πάντα ταῦτα εὐδαιμονία εἶναι δοκεῖ, τοῖς δὲ τούτων τι μεθ’ ἡδονῆς, ἀλλὰ τῆς ἀπ’ αὐτῶν τούτων τικτομένης· ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν συμπαραλαμβάνουσι. τούτων δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσι, τὰ δὲ ὀλίγοι καὶ ἔνδοξοι ἄνδρες· ὧν οὐδετέρους εὔλογον τῆς ἀληθείας ἐν πᾶσι διαμαρτάνειν,2 ἀλλὰ καθ’ ἕν τι μόνον ἴσως, ἐν τοῖς πλείστοις δὲ ἀληθεύειν. τοῖς μὲν οὖν λέγουσι πᾶσαν ἀρετὴν τὴν εὐδαιμονίαν εἶναι ἢ τῶν ἀρετῶν τὴν ἀρίστην, συνῳδὸς ὁ ἡμέτερος περὶ αὐτῆς λόγος. κατὰ γὰρ τὴν τῆς ἀρετῆς ἐνέργειαν ἡ εὐδαιμονία ἐστί. διαφέρει δέ, ὅτι οἱ μὲν ἐν τῇ ἕξει καὶ κτήσει τῆς ἀρετῆς τὴν εὐδαιμονίαν εἶναί φασιν, ἡμεῖς δὲ ἐν τῇ χρήσει καὶ τῇ ἐνεργείᾳ. διαφορὰ δέ ἐστιν οὐκ ὀλίγη τοῦ ἐν κτήσει ἢ χρήσει τὸ ἄριστον ὑπολαμβάνειν3 καὶ ἐν ἕξει ἢ ἐνεργείᾳ. τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται ὑπάρχουσαν μηδὲν ἀποτελεῖν, οἷον τῷ καθεύδοντι ἢ ἄλλως πως ἐξηργηκότι· τὴν δ’ ἐνέργειαν οὐχ οἷόν τε. πράξει γὰρ ἐξ ἀνάγκης ὁ τὴν ἐνέργειαν ἔχων· καὶ εἰ τὴν ἀγαθὴν ἐνέργειαν ἔχει, εὖ πράξει. τοῦτο δέ ἐστι τὸ εὐδαιμονεῖν. ὥσπερ γὰρ Ὀλυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται ἀλλ’ οἱ ἀγωνιζόμενοι (τούτων γάρ τινες καὶ νικῶσιν), οὕτω καὶ τῶν ἐν τῷ βίῳ καλῶν καὶ ἀγαθῶν οὐχ οἱ δυνάμενοι πράττειν ὀρθῶς, ἀλλ’ οἱ πράττοντες ὀρθῶς ἐπήβολοι γίνονται.

论古人关于幸福所说的论述与已述的幸福定义并非全然不合。第十四章。 关于诸本原,大体上就说到这里。然而关于摆在我们面前的本原,即幸福,我们仍须进一步考察,不仅要审视它的定义以及推导出该定义的诸论证,还要审视古人关于它所说的真实论述是否与该定义相协调。因为与真实的定义相协调的,不仅有属于被定义之物的一切属性,且正因如此,关于它所说的其余诸事亦然;但与虚假的定义,真理很快就会产生分歧。既然善事被分为三类,一些被称为外在的善,一些是关于灵魂的,一些是关于身体的,那么我们大家共同主张,关于灵魂的善是最具决定性的、最完全意义上的善。而我们说关于灵魂的善是指灵魂的诸行为与诸活动。从而,灵魂的善的诸行为与活动乃是最具决定性、最完全意义上的善。因此,最具决定性且最完全意义上的善就存在于依灵魂的善的活动之中。而这就是幸福。从而,即便依照这一古老的、为哲学家们所一致认同的见解,幸福也是依德性的灵魂活动。幸福被说成是某些行为和活动,这是正确的;因为只有这样,它才会属于关于灵魂的善,而不属于外在的善。正因如此,幸福的人也被称为“行得好”与“活得好”,这表明了活动与行为。并且看来,人们对于幸福所探求的诸事物,也都内在包含在上述定义之中。人们所探求的,在某些人看来是德性,在另一些人看来是明智,在其他一些人看来是某种智慧;在一些人看来,甚至这一切全是幸福;而在另一些人看来,是这其中的某一样伴随着快乐,但必须是由这些事物本身所产生的快乐;还有些人把外在的繁荣也一并纳入。这些见解中,有些是由多数人及古人主张的,有些则是由少数杰出人士主张的;这两类人都不大可能在所有方面都错失真理,而或许只是在某一点上有失,在绝大多数方面则是真实的。因此,对于那些主张幸福是全部德性或最优秀的德性的人,我们关于幸福的论说与他们是相吻合的;因为幸福是依德性的活动。其区别在于,他们主张幸福在于德性的品质与占有,而我们则主张在于使用与活动。将至善理解为在于占有还是在使用、在于品质还是在活动,这两者之间有着不小的差异。因为品质即便存在,也可能毫无作为,正如睡觉的人或以其他某种方式处于无所事事状态的人;但活动却不可能如此。因为拥有活动的人必然会去行为;而如果他拥有善的活动,他就必定会行得好。这也就是幸福。因为正如在奥林匹亚,获得桂冠的并非最俊美和最强健的人,而是参赛角逐的人(因为获胜的正是这些人中的一部分),在生活中的美好与善的事物上同样如此,不是那些能够正当地行为的人,而是那些正当地行为着的人,才得以拥有这些事物。

语法注3 条
  1. 1.σκεπτέον ἔτι, οὐ μόνον τὸν ὁρισμὸν αὐτῆς ἐξετάσαντες καὶ τοὺς λόγους τοὺς συμπεράναντας αὐτόν, ἀλλὰ καὶ τοὺς λεγομένους περὶ αὐτῆς παρὰ τῶν παλαιῶν ἀληθεῖς λόγους, εἰ συνάδουσι τῷ ὁρισμῷ

    动词性形容词 σκεπτέον(带有名义上的与格逻辑主语 ἡμῖν)与阳性复数主格分词 ἐξετάσαντες 构成了基于意义的一致(constructio ad sensum)。句子主干由 σκεπτέον 引导间接疑问从句 εἰ συνάδουσι τῷ ὁρισμῷ,前面的 οὐ μόνον... ἀλλὰ καί... 结构则对比了不仅审查定义本身,还要考量古人的论述。

  2. 1.ὧν οὐδετέρους εὔλογον τῆς ἀληθείας ἐν πᾶσι διαμαρτάνειν

    关系代词属格 ὧν 作为部分属格指代前面提及的两个群体(“多数人与古人”以及“少数杰出人士”)。οὐδετέρους 充当不定式 διαμαρτάνειν 的逻辑主语(宾格不定式结构),整个从句由非人称谓语 εὔλογον [ἐστί] 统辖。

  3. 1.διαφορὰ δέ ἐστιν οὐκ ὀλίγη τοῦ ἐν κτήσει ἢ χρήσει τὸ ἄριστον ὑπολαμβάνειν

    冠词属格不定式短语 τοῦ ... ὑπολαμβάνειν 作为说明性属格直接修饰名词 διαφορὰ,用以界定“不小的差异”的具体内容,即是将至善理解为在于占有抑或使用、在于品质抑或活动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:15.31-16.34