- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:157.23-158.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者驳斥了认为快乐为低劣的诸种论据(致病、阻碍观照、非技艺作品等),反驳了斯珀乌西波斯的中道对立说,并论证了最善者可以是作为无阻碍之活动的快乐。
Λύσις τοῦ ἐπιχειρήματος, ὅθεν ἐδόκει μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν#1 Λύσις τοῦ ἐπιχειρήματος, ὅθεν ἐδόκει μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ ἔτι δι’ ὧν δοκεῖ φαύλη εἶναι· καὶ ἀπόδειξις, ὅτι ἀνάγκη τὸ ἄριστον ἡδονὴν εἶναι. κεφ. κʹ. Οὐδὲ φαύλην δὲ εἶναι ἀνάγκη τὴν ἡδονήν, ὅτι ἔνια ἡδέα νοσώδη. εἰ γὰρ τοῦτο, ἔσονται καὶ τὰ ὑγιεινὰ φαῦλα, ὅτι τινὰ ὑγιεινὰ ἐμποδὼν ἵσταται τῷ πλουτεῖν, ὅτι πολλῶν χρημάτων εἰσὶν ἀναλωτικά· ἀλλ’ οὐ φαῦλα διὰ τοῦτο· οὐ γὰρ τὸ ἐναντιούμενον ὁπωσοῦν ἄλλῳ τινὶ ἀγαθῷ φαῦλον· ἐπεὶ καὶ τὸ θεωρεῖν βλάπτει ποτὲ εἰς ὑγίειαν, καὶ οὐ διὰ τοῦτο φαῦλον· οὐκ ἄρα οὐδὲ ἡ ἡδονὴ φαῦλον, ὅτι τινὰ ἡδέα νοσώδη. καὶ μὴν οὐδὲ ὅτι ἐμποδίζουσιν ἔνιαι τῶν ἡδονῶν τῇ φρονήσει καὶ τῇ θεωρίᾳ, διὰ τοῦτο φαῦλον ἡ ἡδονή. οὐ γὰρ ἡ ἡδονὴ τῆς φρονήσεως τῇ φρονήσει ἐνοχλεῖ, οὐδὲ ἡ ἡδονὴ τῆς τέχνης τῇ τέχνῃ, ἀλλὰ μᾶλλον αὔξει ἑκάστην ἕξιν ἡ οἰκεία ἡδονή· ἀλλὰ αἱ ἐμποδίζουσαι ἡδοναὶ τὰς ἕξεις ἀλλότριαί εἰσι, καὶ ὡς μὴ προσήκουσαι ἐνοχλοῦσι· τοῦτο δὲ οὐκ ἔστι φαυλότητος σημεῖον, ἐπεὶ καὶ τῇ ὑγιείᾳ ἡ θεωρία ἐνοχλεῖ, καθὼς εἴρηται, ὅτι οὐκ ἔστι προσήκουσα ἐνέργεια τῇ ὑγιείᾳ· ἀλλ’ οὐ διὰ τοῦτο φαῦλον ἡ θεωρία. καὶ μὴν οὐδὲ ὅτι οὐκ ἔστιν ἔργον τέχνης οὐδεμιᾶς, διὰ τοῦτο φαῦλον· οὕτω γὰρ ἂν πᾶσα ἐνέργεια φαῦλον ἂν ἦν. οὐδεμία γὰρ ἐνέργεια τέχνης ἐστὶν ἀποτέλεσμα, ἀλλὰ τὴν μὲν δύναμιν ἡ τέχνη, ἡ δὲ δύναμις προάγει τὴν ἐνέργειαν· ἡ μὲν γὰρ περὶ τὴν κυβερνητικὴν τέχνη αἰτία ἐστὶ τοῦ δύνασθαι κυβερνᾶν, τὸ δὲ δύνασθαι κυβερνᾶν αἴτιόν ἐστι τῆς κατὰ τὴν κυβερνητικὴν ἐνεργείας. καίτοι καὶ ἡ ἡδονὴ γίνεται τινος τέχνης πολλάκις· ἡ γὰρ μυρεψικὴ καὶ ἡ ὀψοποιητικὴ τέχναι εἰσὶν ἡδονῆς ποιητικαί. ὅτι δὲ οἱ σώφρονες καὶ οἱ φρόνιμοι φεύγουσι τὴν ἡδονὴν καὶ τὸν ἄλυπον διώκουσι βίον, οἱ δὲ παῖδες καὶ τὰ θηρία διώκουσι τὰς ἡδονάς, λύεται τοῖς ἐν τῷ ιηʹ 〈κεφαλαίῳ〉 εἰρημένοις. ἐπεὶ γὰρ τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς ἀγαθαί, αἱ δὲ οὐχ ἁπλῶς ἀγαθαί, τὰς μὲν μὴ ἁπλῶς ἀγαθὰς τὰ παιδία καὶ τὰ θηρία διώκει καὶ ὁ σώφρων φεύγει καὶ κατὰ ταύτας βούλεται μόνον ἄλυπος εἶναι· καὶ ὁ φρόνιμος καὶ εἴ τις σπουδαῖος, τὰς μετ’ ἐπιθυμίας καὶ λύπης, τὰς σωματικὰς (τοιαῦται γὰρ αὗται) καὶ τὰς τούτων ὑπερβολάς, περὶ ἃς ὁ ἀκόλαστος στρέφεται· διὸ ὁ σώφρων φεύγει ταύτας· τὰς δὲ ἁπλῶς ἡδονὰς ὁ σώφρων καὶ ὁ φρόνιμος διώκει, αἵ εἰσι σώφρονες ἡδοναί· αἵ εἰσιν αἱ τῶν ἐπαινετῶν ἕξεων ἐνέργειαι, οἷον σωφροσύνης ἢ δικαιοσύνης ἢ θεωρίας. ἐπεὶ δὲ καὶ λύπη ἡ μέν ἐστιν ἀγαθόν, ἡ δὲ φαῦλον καὶ φευκτόν, καὶ τῆς φευκτῆς ἡ μὲν καθ’ αὑτό ἐστι φευκτή, ὡς ἡ ἐπὶ ἀρετῇ λύπη, ἡ δὲ πῄ, ὡς ἡ ἐπὶ ζημίᾳ τινὶ λύπη, ἥτις φευκτή ἐστι κατά τι, ὅτι ἐμποδίζει τῇ θεωρίᾳ, φανερὸν ὅτι ἀνάγκη πᾶσα τὸ ἐναντίον τῇ λύπῃ τὴν ἡδονήν, τὴν μὲν ἁπλῶς φευκτὴν εἶναι, τὴν δὲ πή·1 ἀνάγκη γὰρ τῷ ἁπλῶς κακῷ ἁπλῶς ἀγαθὸν εἶναι ἐναντίον, καὶ τῷ πὴ κακῷ τὸ πὴ ἀγαθόν· οὐ γὰρ ἡ Σπευσίππου λύσις, καθ’ ἣν ἐνιστάμενος λύειν ἐπιχειρεῖ τόνδε τὸν λόγον, συμβαίνει τῇ ἀληθείᾳ. φησὶ γάρ, ὅτι καθάπερ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐναντία ἐστὶ τῷ ἴσῳ καὶ ἐπὶ τῶν ἀρετῶν τὰ παρ’ ἑκάτερα ἐναντία, τὸν αὐτὸν δὴ τρόπον καὶ τῇ ἀλυπίᾳ ἀντίκειται ἡ ἡδονὴ καὶ λύπη, ἡ μὲν ὡς μεῖζον, ἡ δὲ λύπη ὡς ἔλαττον, καὶ ἔστιν ἡ μὲν ἀλυπία ἀγαθόν, ἡ δὲ ἡδονὴ καὶ ἡ λύπη κακόν· οὗτος γὰρ ὁ λόγος παντελῶς ἄδοξός ἐστιν· οὐδενὶ γὰρ ἡ ἡδονὴ κακὸν δοκεῖ· οὐδεὶς γὰρ ἂν φαίη τὴν ἡδονὴν αὐτήν, ὅπερ ἐστὶ κακὸν εἶναι.2 οὐδὲν δὲ κωλύει ἡδονὴν εἶναι τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ὅτι ἔνιαι τῶν ἡδονῶν φαῦλαι· καὶ γὰρ πολλῶν φαύλων οὐσῶν ἐπιστημῶν οὐδὲν κωλύει τὸ ἄριστον εἶναι τὴν ἐπιστήμην.
Λύσις τοῦ ἐπιχειρήματος, ὅθεν ἐδόκει μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν#1基于快乐看似并非全都是善之论证的解决,以及基于它看似低劣之根据的解决;并证明最善者必然是快乐。第二十章。 快乐也并不必然因为某些令人愉悦的事物致病而就是低劣的。因为若是如此,健康之物也将是低劣的,因为某些健康之物阻碍致富,因为它们消耗大量钱财;但它们并不因此就是低劣的;因为以任何方式反对另一种善的事物并非就是低劣的;既然观照有时也会损害健康,却并不因此就是低劣的;所以快乐也绝不因为某些令人愉悦的事物致病而是低劣的。再者,快乐也绝不因为某些快乐阻碍实践智慧和观照,就因此是低劣的。因为实践智慧的快乐并不扰乱实践智慧,技艺的快乐也不扰乱技艺,相反,特有的快乐增进每一种品质;而阻碍这些品质的快乐是外来的,并作为不适宜之物而造成扰乱;但这并不是低劣的标志,因为如前所述,观照也扰乱健康,因为它不是适宜于健康的现实活动;但观照并不因此就是低劣的。再者,快乐也绝不因为不是任何技艺的作品,就因此是低劣的;因为若是这样,一切现实活动就都将是低劣的了。因为任何现实活动都不是技艺的成果,而是技艺产生潜能,潜能引发活动;因为有关航海术的技艺是能够掌舵的原因,而能够掌舵是依照航海术之活动的原因。然而快乐也往往是由某种技艺产生的;因为调香术和烹饪术就是产生快乐的技艺。至于节制者和明智者规避快乐并追求无痛苦的生活,而儿童和兽类追求诸快乐,这由第十八章中所说之事便可解决。因为在诸快乐中,既然有些是无条件的善,有些则不是无条件的善,那么儿童和兽类追求的便是非无条件的善的快乐,而节制者规避它们,并就它们而言只求无痛苦;明智者以及任何优秀的人则[规避]伴随欲望和痛苦的快乐,即身体的快乐(因为这类快乐即是如此)以及它们的过度,放荡者所沉溺的正是这些;因此节制者规避它们;然而节制者和明智者追求无条件的快乐,它们即是节制的快乐;它们是受称赞的品质的现实活动,例如节制、正义或观照的现实活动。又因为在痛苦中,一种是善,另一种则是低劣且应当规避的,而在应当规避的痛苦中,一种是因其自身而应当规避的(如因德性而生的痛苦),另一种则是在某种意义上如此的(如因某种损失而生的痛苦,它在某种意义上应当规避,是因为它阻碍了观照),显然完全必然的是,作为痛苦之对立面的快乐,一种必定是无条件[应被追求]的,另一种则是在某种意义上如此的;因为无条件的恶必然以无条件的善为对立面,而某种意义上的恶必然以某种意义上的善为对立面;因为斯珀乌西波斯提出异议以试图解决这一论证的解决办法,并不符合真理。因为他说,正如较大者和较小者与相等者相对立,且在诸德性中两极的极端彼此相对立,完全以同样的方式,快乐和痛苦也与无痛苦相对立,前者作为较大者,而痛苦作为较小者,并且无痛苦是善,快乐与痛苦是恶;因为这种论调是完全违背常理的;因为没有任何人认为快乐是恶;因为绝不会有人说快乐本身正是作为恶而存在的。而某些快乐是低劣的,绝不妨碍善与最善者是某种快乐;因为确实,即便有许多科学是低劣的,也绝不妨碍最善者是一种科学。
- 7.ἀνάγκη πᾶσα τὸ ἐναντίον τῇ λύπῃ τὴν ἡδονήν, τὴν μὲν ἁπλῶς φευκτὴν εἶναι, τὴν δὲ πή
在由 ἀνάγκη πᾶσα 统领的带不定式的宾格句结构中,承接前面对痛苦的分类(一种因自身当避,一种在某方面当避)。传抄文本中虽沿用了形容词述语 φευκτήν(当避的),但紧接着的语境(无条件的恶与无条件的善相对立)表明其意指快乐应当作为相对应的善(应被追求)。在句法上,tὸ ἐναντίον τῇ λύπῃ τὴν ἡδονήν 构成了不定式的主格(宾格主语)。
- 7.οὐδεὶς γὰρ ἂν φαίη τὴν ἡδονὴν αὐτήν, ὅπερ ἐστὶ κακὸν εἶναι
双重宾格与宾格不定式句式。主语为 οὐδείς,主谓语为带有潜在意义的 ἄν φαίη。不定式 εἶναι 的主语是 τὴν ἡδονὴν αὐτήν(快乐本身),而关系分句 ὅπερ ἐστὶ κακόν(恰是恶本身的事物)充当述语补足语,整个句式骨架为:“没有人会声称,快乐本身就是那作为恶而存在者”。
