← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§156.25-157.22

快乐作为本性活动而非生成的定义

作者通过指出快乐不是生成而是依本性品质的无阻碍现实活动,且其自身便可构成目的,从而化解了关于快乐不是最善目的的论证。同时批驳了将快乐界定为“可感觉的生成”的主张,将其重定为“依本性品质的无阻碍现实活动”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Λύσις τοῦ λόγου ὅθεν ἡ ἡδονὴ δοκεῖ μὴ τὸ ἄριστον εἶναι Λύσις τοῦ λόγου ὅθεν ἡ ἡδονὴ δοκεῖ μὴ τὸ ἄριστον εἶναι. κεφ. ιθʹ. Καὶ οἱ λέγοντες δὲ τὴν ἡδονὴν μὴ εἶναι αὐτὸ τὸ τέλος τὸ ἄριστον, οὐκ ἀναγκαίως συλλογίζονται· εἰ γὰρ οὐ δύναται ἡ ἡδονὴ τέλος εἶναι, ἀνάγκη ἀεὶ ἕτερόν τι βέλτιον αὐτῆς εἶναι, τὸ τέλος δηλονότι· τὸ γὰρ τέλος παντός ἐστι βέλτιον· αὐτὸ γάρ ἐστι τὸ ἄριστον καὶ τὸ βέλτιστον. οὐκ ἀνάγκη δέ· οὐ γάρ ἐστι γένεσις ἡ ἡδονή, ἵνα ἐξ ἀνάγκης βέλτιον αὐτῆς ᾖ τὸ τέλος τῆς γενέσεως,1 οὐδὲ ἀεὶ ἐν τῇ γενέσει θεωρεῖται, ἀλλὰ ἐνέργειά ἐστι καὶ τέλος· θεωρεῖται δὲ οὐκ ἐν τῇ συστάσει τῶν ἕξεων, οἷον, φέρε εἰπεῖν, ὅταν τὰ δίκαιά τις ποιῇ καὶ τὴν ἕξιν τῆς δικαιοσύνης ἐν τῇ ψυχῇ συντιθῇ, οὔπω δίκαιος ὤν, ἀλλ’ ἐν τῇ χρήσει τῆς ἕξεως, ὅταν τις δίκαιος γενόμενος ἔπειτα χρῆται τῇ ἕξει τῆς δικαιοσύνης. διὰ τοῦτο οὐδὲ πάσης ἡδονῆς ἐστι τέλος, ἀλλ’ ἔνιαι αὐταί εἰσι τέλος. καὶ γὰρ τῶν ἐνεργειῶν ὅσαι μὲν εἰς τελείωσιν ἄγουσι φύσεως, οὐκ αὗταί εἰσι τέλος, ὥσπερ ἡ καθ’ ἕξιν ἰατρικὴν ἐνέργεια τέλος ἔχει τὴν ὑγίειαν· ὅσαι δὲ οὐκ ἄγουσιν εἰς φυσικὴν τελείωσιν. ἀλλ’ αὗταί εἰσιν ἡ φυσικὴ τελείωσις, δῆλον ὡς οὐκ ἔχουσιν ἄλλο τέλος, ἀλλὰ ἄλλων αὐταί εἰσι τέλη· ὥσπερ εἴ τις κατὰ τὴν τελείαν ἕξιν τῆς ἀρετῆς ἐνεργεῖ. ἡ γὰρ τοιαύτη ἐνέργεια τέλος ἐστὶν ἄλλων, οὐκ αὐτή ἐστι πρὸς ἄλλο τεταγμένη τέλος· ὅθεν καὶ ἡ ἡδονή, ἐνέργεια οὖσα, οὐ πᾶσα τέλος ἔχει· ἐνέργεια γάρ ἐστι τῆς κατὰ φύσιν ἕξεως. διὸ οὐ καλῶς ἔχει αἰσθητὴν γένεσιν εἶναι λέγειν τὴν ἡδονήν, ἀλλὰ ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως λεκτέον εἶναι τὴν ἡδονήν· ἀντὶ δὲ τοῦ αἰσθητήν, ἀνεμπόδιστον·2 καὶ ἔσται ἡδονὴ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος. δέδεικται δὲ ἐν τῷ 〈ιηʹ〉 κεφαλαίῳ μὴ πᾶσαν ἡδονὴν γένεσιν εἶναι εἰς φύσιν· ὥστε ἐλλιπής ἐστιν ὁ τοιοῦτος ὁρισμός· ἔτι δὲ οὐδὲ πᾶσα αἰσθητή ἐστιν. ἡ γὰρ ἐν τῷ θεωρεῖν ἡδονὴ οὐκ ἔστιν αἰσθητή· ἡ δὲ ἐνέργεια καὶ τὴν γένεσιν ἔχει τὴν αἰσθητήν· καὶ οὐδεμία ἡδονή ἐστιν, ἥτις οὐκ ἔστιν ἀνεμπόδιστος· τὸ δὲ κατὰ φύσιν πᾶσαν ἕξιν περιέχει φυσικήν τε καὶ ἐθιστήν. καὶ γὰρ καὶ ἡ ἐθιστὴ ἕξις κατὰ φύσιν ἐστί· πεφύκαμεν γὰρ πρὸς τὰς τοιαύτας ἕξεις καὶ διὰ τοῦτο κτώμεθα· ὁ γοῦν ἐνεργῶν κατά τινα ἕξιν ἀνεμποδίστως ἥδεται· καὶ τοῦτό ἐστιν ἡ ἡδονή. γένεσις δὲ ἔδοξέ τισιν εἶναι ἡ ἡδονή, ὅτι ᾤοντο τὴν ἡδονὴν εἶναι τὸ κυρίως ἀγαθὸν καὶ τὸ ἄριστον· τὸ δὲ κυρίως ἀγαθὸν ἐνέργειαν εἶναι· ἐνέργειαν δὲ καὶ γένεσιν μηδὲν ἀλλήλων διαφέρειν. τὸ δὲ οὐχ οὕτως ἔχει· οὐ γὰρ ταὐτόν ἐστι γένεσις ἐνεργείᾳ· γένεσις μὲν γάρ ἐστιν ἡ ἀπὸ τοῦ μὴ ὄντος ἐπὶ τὸ εἶναι ὁδὸς τῆς ἕξεως· ἐνέργεια δέ, ἥτις ἐστὶ τὸ ἄριστον, ἡ μετὰ τὴν ἀνάληψιν τῆς ἕξεως, κατ’ αὐτὴν τὴν τελείαν ἕξιν ἐνέργεια.

Λύσις τοῦ λόγου ὅθεν ἡ ἡδονὴ δοκεῖ μὴ τὸ ἄριστον εἶναι 由此使快乐看似非最善者之论证的解决。第十九章。 而那些声称快乐不是最善的目的本身的人,其推论并不具有必然性;因为如果快乐不能成为目的,就必然始终有比它更好的另一种事物,显然即目的;因为目的比一切事物都更好;因为目的本身就是最善和最美好的。但这并不必然;因为快乐并不是生成,以至于生成的目的必然比它更好,它也并非始终在生成中被观察到,而是现实活动和目的;并且它不是在诸品质的建构中被观察到——例如,假设当某人做公正之事并在灵魂中建立正义的品质,而此时他尚未成为公正的人——而是在品质的运用中,当某人成为公正的人之后,运用正义的品质之时被观察到。正因如此,并非一切快乐都有一个目的,而是某些快乐本身就是目的。因为确实,在诸活动中,凡引向本性的完成的活动,它们本身并不是目的,正如依照医术品质的活动以健康为目的;而凡不引向本性的完成、相反它们本身就是本性的完成的活动,显然并不具有另一个目的,而是它们自身成为其他事物的目的;正如某人依照德性的完美品质进行活动。因为这样的活动是其他事物的目的,其本身并不是朝向另一个目的被安排的;由此快乐作为现实活动,也并非一切快乐都有目的;因为它是依照本性的品质的现实活动。因此,说快乐是可感觉的生成是不恰当的,而应当说快乐是依照本性的品质的现实活动;用“无阻碍的”代替“可感觉的”;快乐将是依照本性的品质的无阻碍的现实活动。在第十八章中已经表明,并非一切快乐都是进入本性的生成;因此这样的定义是不完备的;此外,也并非一切快乐都是可感觉的。因为观照中的快乐并不是可感觉的;而现实活动也包含着可感觉的生成;并且没有任何快乐不是无阻碍的;而“依照本性”涵盖了一切品质,既包括本性的品质,也包括习惯的品质。因为实际上习惯的品质也是依照本性的;因为我们在本性上适合于此类品质,正因如此我们才获得它们;无论如何,依照某种品质无阻碍地活动的人便感到快乐;而这就是快乐。然而快乐之所以在某些人看来是生成,是因为他们认为快乐是本义上的善和最善者;而本义上的善是现实活动;且现实活动与生成彼此毫无差异。但事实并非如此;因为生成与现实活动并不是同一的;因为生成是品质从“非存在”走向“存在”的道路;而作为最善者的现实活动,是在获得品质之后、依照完美品质本身的现实活动。

语法注2 条
  1. 7.ἵνα ἐξ ἀνάγκης βέλτιον αὐτῆς ᾖ τὸ τέλος τῆς γενέσεως

    跟在否定命题(οὐ γάρ ἐστι γένεσις ἡ ἡδονή)之后的 ἵνα 引导从属虚拟式(ᾖ),在此起结果从句的作用(相当于古典希腊语中的 ὥστε 句),而非目的从句,表示“以至于生成的目的必然比它更好”。

  2. 7.ἀντὶ δὲ τοῦ αἰσθητήν, ἀνεμπόδιστον

    省略了动词不定式(如 λέγειν 或 τιθέναι)的替换结构。中性属格冠词 τοῦ 引领用作直接引语的名词化宾格形容词 αἰσθητήν(意即“代替说‘可感觉的’”),后半部分的宾格形容词 ἀνεμπόδιστον 则补充承接前面的 λεκτέον εἶναι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:156.25-157.22