- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:155.14-156.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
为了反驳快乐非善的论据,作者论证了善与运动都区分为绝对的和相对的,并且快乐既不是缺乏之补充本身,也不能等同于进入本性的可感觉的生成。
Λύσις τῶν λόγων, περὶ ὧν ἡ ἡδονὴ δοκεῖ μὴ ἀγαθὸν εἶναι Λύσις τῶν λόγων, περὶ ὧν ἡ ἡδονὴ δοκεῖ μὴ ἀγαθὸν εἶναι. κεφ. ιηʹ. Ὅτι γὰρ οὐκ ἀνάγκη διὰ τοὺς εἰρημένους λόγους μὴ εἶναι τὴν ἡδονὴν ἀγαθὸν μηδὲ τὸ ἄριστον, ἐκ τῶνδε δῆλον. ἐπεὶ γὰρ τὸ ἀγαθὸν διχῶς λέγεται, τὸ μὲν ἁπλῶς καὶ καθ’ αὑτὸ καὶ κυρίως, ὡς ἡ ἀρετή, τὸ δὲ οὐχ ἁπλῶς μὲν ἀγαθόν, τινὶ δὲ ἀγαθόν, ὡς τὸ λωποδυτεῖν τῷ λωποδύτῃ ἀγαθόν, ἀκόλουθόν ἐστιν ὅτι καὶ φύσις πᾶσα καὶ ἕξις καὶ πᾶσα κίνησις καὶ γένεσις, ἡ μὲν ἔσται ἁπλῶς ἀγαθή, ἡ δέ τινι. ὁμοίως καὶ ἐπὶ τοῦ κακοῦ. κινήσεις γὰρ καὶ γενέσεις καὶ ἕξεις αἱ μὲν φαῦλαι ἁπλῶς, αἱ δὲ τινί. καὶ τῶν φαύλων τινί· καὶ αἱ μὲν καὶ ἀεὶ φαῦλαί τινι, αἱ δὲ κατά τινα τρόπον καὶ ὀλίγον χρόνον· ἁπλῶς μὲν φαῦλαι πᾶσα κακία· τινὶ δὲ φαῦλον ἡ σωφροσύνη τῷ ἀκολάστῳ καὶ ἀεὶ καὶ πάντα τρόπον· τινὶ δὲ φαῦλον καὶ οὐκ ἀεὶ τὸ ἀκολασταίνειν τῷ ἀκρατεῖ. τῆς γὰρ ἐπιθυμίας σβεσθείσης φαῦλον δοκεῖ, καθάπερ 〈σὺν〉 τῷ πάθει οὐκέτι.1 ἐπεὶ τοίνυν πᾶσα κίνησις καὶ γένεσις οὕτω διαιρεῖται, καὶ ἡ μὲν ἁπλῶς ἀγαθή ἐστιν ἡ δέ τινι, καὶ ἡ μὲν ἁπλῶς φαύλη ἡ δέ τινι, κίνησις δὲ καὶ ἡ ἡδονή, φανερὸν ὅτι οὐ πᾶσα ἡδονὴ φαῦλον· ἔστι γὰρ ἥδεσθαι ἐφ’ οἷς δεῖ, ὅταν τις ἥδηται ἐπ’ ἀρετῇ ἢ σοφίᾳ, καὶ ἔστιν ἥδεσθαι ἐπὶ φαύλοις, καὶ ὅλως καθὼς καθόλου διωρισάμεθα. ἔτι τοῦ ἀγαθοῦ τὸ μέν ἐστιν ἕξις, ὥσπερ ὁ ἔχων δικαιοσύνης ἕξιν· τὸ δὲ ἐνέργεια, ὥσπερ ὁ ποιῶν· ἡ δὲ ἐνέργεια τὴν ἐλλείπουσαν ἕξιν ἀναπληροῖ τῆς ἐνεργείας, σῴζεται δὲ καὶ ἡ φυσικὴ ἕξις· ὥσπερ ἡ ὑγίεια ἔγκειται 〈μέν〉, σώζεται 〈δὲ〉 διὰ τῶν ὑγιεινῶν σιτίων. αὕτη δὲ ἡ ἐνέργεια ἡ σώζουσα τὴν ἕξιν, ὁποτέραν ἄν τις εἴποι, ἡδεῖα μέν, οὐ καθ’ αὑτὸ δέ, ἀλλὰ κατὰ συμβεβηκός. οὐ γὰρ αὐτὸ τὸ ἀναπληροῦν τὸ ἐνδέον τῆς ἕξεως αὕτη ἐστὶν ἡ ἡδονή, ἀλλὰ τούτῳ ἕπεται ἡδονή. εἰ γὰρ τοῦτο ἦν ἡ ἡδονή, ἀναπλήρωσις τῆς φυσικῆς ἕξεως ἢ τῆς ἐθιστῆς, καὶ πᾶσα ἂν ἡ ἡδονή·2 νῦν δὲ οὐχ οὕτως ἔχει· οὐκ ἄρα τοῦτό ἐστιν ἡδονή, γένεσις εἰς φύσιν αἰσθητή· τοῦτο γάρ ἐστιν ἡ ἀναπλήρωσις τοῦ φυσικῶς ἐνδέοντος· καὶ οὕτω λύεται τὸ ἐπιχείρημα τῶν συναγόντων μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι, δῆλον ἀπὸ τοῦ καὶ ἄνευ λύπης καὶ ἐπιθυμίας ἡδονὰς εἶναι, τὴν δὲ τοιαύτην ἀναπλήρωσιν ἄνευ τούτων οὐκ εἶναι δύνασθαι· αἱ γὰρ ἐν τῇ θεωρίᾳ τῶν ἐπιστημῶν ἡδοναὶ ἄνευ ἐνδείας εἰσὶ καὶ λύπης. ἐπειδὰν γὰρ ἡ μήπω παροῦσα ἐπιστήμη ἐγγένηται τῇ ψυχῇ, ἡδονὴν μὲν ἐποίησε τῷ παρεῖναι, λύπην δὲ οὐδεμίαν ἀποῦσα δίδωσι, ἐπεὶ οὐδὲ ἔνδειά ἐστιν ἡ ἀπουσία τῆς ἐπιστήμης· οὐ γὰρ ἦν ὅτε παρῆν ἡ ἐπιστήμη, νῦν δὲ ἀπώλετο· καὶ σωματικαὶ δὲ ἡδοναί εἰσιν οὕτως ἔχουσαι ἄνευ ἐνδείας καὶ λύπης. καὶ γὰρ οὐ μόνον ἐνδεεῖς ὄντες τροφῆς ἡδόμεθα τρεφόμενοι, ἀλλὰ καὶ μετὰ τὸ πληρῶσαι τὸ ἐλλεῖπον ἔστιν οἷς ἡδόμεθα· οὐ γὰρ τοῖς αὐτοῖς χαίρομεν ἐνδεεῖς ὄντες καὶ πεπληρωμένοι, ἀλλὰ πληρωθέντες μὲν ἡδόμεθα τοῖς κυρίως ἡδέσι καὶ πᾶσιν ἡδονὴν φέρει, πρὶν δὲ πληρωθῆναι τοῖς τυχοῦσι καὶ τοῖς ἐναντίοις πολλάκις χαίρομεν· ὅθεν φαίνεται, καὶ ὅτι τῶν ἡδονῶν αἱ μέν εἰσιν ἁπλῶς, αἱ δέ τισιν· ὡς γὰρ ἔχουσι τὰ ἡδέα, τὸν αὐτὸν τρόπον καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων. ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ ἀναπλήρωσίς ἐστι φυσική, δέδεικται. καὶ μὴν οὐδὲ πᾶσα ἀναπλήρωσις ἡδονή· τῆς γὰρ ὑγιείας πλήρωσις, ἥτις φυσική ἐστιν ἕξις διὰ τῆς διαίτης γινομένη, οὐκ ἔστιν ἡδεῖα· οὐκ ἄρα ὀρθῶς ἔχει λέγειν τὴν ἡδονήν, ὅτι ἐστὶ γένεσις εἰς φύσιν αἰσθητή. καὶ διὰ τοῦτο οὐκ ἀνάγκη ἀπὸ τούτων τῶν λόγων μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν.
使快乐看似非善的诸论证之解决使快乐看似非善的诸论证之解决。第十八章。 因为从以下各点显然可见,基于上述论证并不必然得出快乐不是善、亦非最善者。既然善有两种说法,一方面是绝对地、就其自身而言且本义上说的,如德性;另一方面并非绝对是善,而是对某人而言是善,如抢劫对强盗而言是善,那么随之而来的便是,一切本性、品质,以及一切运动和生成,一方面将是绝对的善,另一方面则是对某人而言的善。在恶的情形中同样如此。因为运动、生成和品质,有些是绝对卑劣的,有些是对某人而言卑劣的。并且在对某人而言卑劣的事物中,有些对某人而言始终是卑劣的,有些则是在某种方式下且在短时间内如此;绝对卑劣的是一切恶习;对某人而言卑劣的,如节制对放荡者而言,并且是始终且在一切方式下如此;而对某人而言卑劣且并非始终如此的,如放纵行事对不能自制者而言。因为当欲望熄灭时,这便显得卑劣,正如同伴随着情欲时便不再[显得卑劣]一样。既然一切运动和生成都是如此被区分的,且一种是绝对的善,另一种是对某人而言的善,一种是绝对卑劣的,另一种是对某人而言卑劣的,而快乐也是一种运动,那么显然并非一切快乐都是卑劣的;因为人有可能在应悦之事上感到快乐,例如当人在德性或智慧上感到快乐时,也有可能在卑劣之事上感到快乐,总而言之正如同我们普遍界定的那样。此外,在善的事物中,一种是品质,如拥有正义品质的人;另一种是现实活动,如实行[正义]的人;而现实活动补充了缺乏现实活动的品质,且自然的品质也得以保全;正如健康一方面存立,另一方面通过健康的食物得以保全。然而保全品质的这种现实活动,无论人们指的是哪一种,固然是令人愉悦的,但不是就其自身而言,而是按偶性而言。因为并不是补充品质所欠缺之物本身就是这种快乐,而是快乐伴随于此。如果快乐就是这个,即自然品质或习惯品质的补充,那么一切快乐也就都会是[如此];但事实并非如此;因此快乐并不是这个,即进入本性的可感觉的生成;因为这就是对自然欠缺之物的补充;这样一来,得出没有任何快乐是善这一结论的人的论证便被瓦解了。至于并非一切快乐都是补充,从即使没有痛苦和欲望也存在快乐、而此类补充若无这些便无法存在这一事实中也是显而易见的;因为在诸科学的观照中的快乐是没有缺乏与痛苦的。因为当尚未在场的科学在灵魂中生成时,它通过在场产生了快乐,但在缺席时并不带来任何痛苦,因为科学的缺席甚至算不上缺乏;因为并不是说科学曾在某个时候在场而如今丧失了;并且也有这般没有缺乏与痛苦的肉体快乐。因为我们不仅在缺乏食物时通过被滋养而感到快乐,而且在填补了欠缺之后,也有某些事物能令我们快乐;因为我们在缺乏时和被填满时并不是为同样的事物感到欣喜,而是在被填满后,我们为本义上适意且给所有人带来快乐的事物而快乐,但在被填满之前,我们常常为随随便便的事物以及对立的事物而欣喜;由此显然可见,在快乐中也有些是绝对的,有些则是对某些人而言的;因为适意的事物处于何种状态,从它们而来的快乐也以同样的方式呈现。因此,已经表明并非一切快乐都是本性的补充。况且,也并非一切补充都是快乐;因为通过起居调理而生成的作为自然品质的健康的充实,就不是适意的;因此,说快乐是进入本性的可感觉的生成是不正确的。正因如此,从这些论证中并不必然得出快乐不是善。
- 7.καθάπερ 〈σὺν〉 τῷ πάθει οὐκέτι
在比较从句 καθάπερ... 中,省略了前文谓词 φαῦλον δοκεῖ 的否定形式(即 φαῦλον οὐκέτι δοκεῖ),应补充理解为“正如同伴随着情欲时便不再[显得卑劣]一样”。
- 7.καὶ πᾶσα ἂν ἡ ἡδονή
在与事实相反的条件句(条件从句为 εἰ γὰρ τοῦτο ἦν ἡ ἡδονή)的归结从句中,谓语动词及补足语([τοῦτο ἂν ἦν] 或 [ἀναπλήρωσις ἂν ἦν])被省略,表示“[若是如此,]一切快乐也就都会是[补充]了”。
