← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§154.11-155.13

考察快乐的必要性及关于快乐的诸种观点

本节依据亚里士多德《尼各马可伦理学》第七卷,论述了政治学与德性论为何必须考察快乐与痛苦,梳理了关于快乐的三种主流观点及其论据,并指出唯有认为部分快乐为善的观点是真实的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Περὶ ἡδονῆς. κεφ. ιζʹ Περὶ ἡδονῆς. κεφ. ιζʹ. Περὶ δὲ ἡδονῆς καὶ λύπης ἤδη σκοπῶμεν· ἔστι γὰρ οἰκεῖον καὶ προσῆκον τῷ περὶ τῆς πολιτικῆς φιλοσοφοῦντι. οὗτος γάρ ἐστι τοῦ τέλους ἀρχιτέκτων, καθὼς ἐν τοῖς προειρημένοις ἐφάνη· τὸ δὲ τέλος ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ᾧ καθάπερ κανόνι διακρίνομεν τῶν πρακτῶν τὰ ἀγαθὰ τῶν φαύλων·1 ἃ μὲν γὰρ πρὸς ἐκεῖνο φέρει τὸ τέλος, ἀγαθὰ νομίζομεν, ἃ δὲ τοῦ τέλους ἀπάγει, φαῦλα. ἐπεὶ τοίνυν ἡ ἡδονὴ τοῖς μὲν ἀγαθὸν δοκεῖ, τοῖς δὲ φαῦλον, ἐνίοις δὲ καὶ αὐτὸ τὸ τέλος τὸ ἄριστον, ἀκόλουθόν ἐστι τῷ πολιτικῷ ζητῆσαι περὶ αὐτῆς. ἔτι δὲ καὶ ἀναγκαῖόν ἐστιν ἐν τῇ περὶ ἀρετῶν καὶ κακιῶν πραγματείᾳ· καὶ γὰρ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ τὰς ἡδονάς ἐστι καὶ τὰς λύπας, ὡς εἴρηται πρότερον, καὶ δέον τὸν περὶ ἀρετῶν σκοπούμενον καὶ περὶ ἡδονῆς εἰπεῖν·2 καὶ ὅτι τὴν εὐδαιμονίαν μεθ’ ἡδονῆς εἶναί τινές φασι· διὸ καὶ τὸν μακάριον ὀνομάζουσιν ἀπὸ τοῦ χαίρειν. ῥητέον δὲ πρότερον ἃ τοῖς ἄλλοις περὶ τούτου δοκεῖ. τοῖς μὲν οὖν οὐδαμῶς δοκεῖ ἀγαθὸν εἶναι ἡ ἡδονὴ οὔτε καθ’ αὑτὸ οὔτε κατὰ συμβεβηκός· οὐ γὰρ νομίζουσι δύνασθαι τὸ αὐτὸ καὶ ἀγαθὸν εἶναι καὶ ἡδονήν· τοῖς δὲ φαῦλαι μὲν αἱ πλείους δοκοῦσι τῶν ἡδονῶν, ἔνιαι δὲ ἀγαθαί· ἄλλοις δὲ ἐδόκει, εἰ καὶ πᾶσα ἡδονὴ ἀγαθόν, ἀλλ’ οὐδαμῶς ἐνδέχεσθαι τὸ τέλος ἡδονὴν εἶναι. τὰ μὲν οὖν δοκοῦντα περὶ τῆς ἡδονῆς ταῦτά ἐστι. ῥητέον δὲ δι’ ἃ ἕκαστον ἐδόκει. οἱ μὲν οὖν λέγοντες μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι οὕτως ἐπεχείρουν· πᾶσα ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητή·3 ἡ γὰρ εἰς τὴν φύσιν γένεσις τῶν φυτῶν οὐκ οὖσα αἰσθητή, ἡδονὴ οὐκ ἔστιν· εἰ τοίνυν ἡ ἡδονὴ γένεσις, ἡ δὲ γένεσις ἀτελές, τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν· ἀγαθὸν γὰρ τὸ ἤδη γεγονός, οὐ τὸ γίνεσθαι· οὐ γάρ ἐστιν ἡ γένεσις ὁμογενὴς τοῖς τέλεσιν, εἰς ἃ τελευτᾷ· οὐ γὰρ ἡ οἰκοδομία ὁμογενὴς τῷ οἴκῳ. ἔτι ὁ σώφρων φεύγει τὰ φευκτά (σπουδαῖος γάρ), φεύγει δὲ τὰς ἡδονάς· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔτι ὁ φρόνιμος τὸ ἀγαθὸν διώκει· τὴν ἡδονὴν δὲ οὐ διώκει· τὸ γὰρ ἄλυπον διώκει, οὐ τὸ ἡδύ· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ἔτι ἐμπόδιον ἡ ἡδονὴ τῇ φρονήσει, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ μείζων ἡ ἡδονή· οὐδεὶς γὰρ δύναται ἐν ταῖς μεγίσταις ἡδοναῖς ὢν νοῆσαί τι. ἔτι 〈πᾶν ἀγαθὸν τέχνης ἔργον· οὐδεμιᾶς δὲ τέχνης ἔργον ἡ ἡδονή· οὐκ ἄρα ἀγαθόν. ἔτι〉 τὰ θηρία διώκει τὰς ἡδονὰς καὶ τὰ παιδία ἀλόγως φερόμενα· ἃ δὲ ζητεῖ τὰ ἀλόγως κινούμενα, οὐκ ἔστιν ἀγαθόν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν. ὅτι δὲ οὐ πᾶσα ἡδονὴ ἀγαθόν, ἐδόκει διὰ τὸ ἔνια τῶν ἡδέων βλαβερὰ εἶναι καὶ νοσώδη καὶ ἡδονάς τινας αἰσχρὰς καὶ ἐπονειδίστους. ὅτι δὲ οὐκ ἔστι τὸ τέλος ἡ ἡδονή, διότι γένεσίς ἐστι καὶ κίνησίς τις, τὸ δὲ τέλος ὅρος, εἰς ὃν ἡ κίνησις· τὰ μὲν οὖν λεγόμενα σχεδὸν περὶ ἡδονῆς ταῦτά ἐστι. τούτων δὲ τὸ μὲν τῶν ἡδονῶν τὰς μὲν ἀγαθάς, τὰς δὲ φαύλας εἶναι ἀληθές, τὰ δὲ λοιπὰ ψεῦδος· καὶ πειρατέον ἐλέγχειν· καὶ πρῶτον περὶ τοῦ πρώτου λέγομεν.

Περὶ ἡδονῆς. κεφ. ιζʹ关于快乐。第十七章。 现在让我们来考察快乐与痛苦;因为这对于从事政治哲学探讨的人而言是固有的且相称的。正如在前面的论述中所表明的,他正是目的的建筑师;而目的就是善与最善者,我们以此作为准绳,在可行之事中辨别善者与恶者;因为凡是将人引向那一目的的事物,我们都认为是善的,而凡是使人脱离该目的的事物,则是恶的。既然快乐在某些人看来是善,在其他人看来是恶,而在某些人看来甚至是目的本身,即最善者,那么政治学家对它进行探究便是顺理成章的。此外,在关于德性与恶习的论述中这也是必不可少的;因为正如之前所说,德性与恶习都关涉快乐与痛苦,并且考察德性的人理应也论及快乐;还因为有人主张幸福是伴随着快乐的;因此人们甚至根据欢欣来称呼受祝福的人。然而应当首先阐述其他人对此有何见解。在某些人看来,快乐无论就自身而言还是就偶性而言都绝非善;因为他们不认为同一事物既能是善又能是快乐;在另一些人看来,大多数快乐是卑劣的,但某些则是善的;而在其他人看来,即使每种快乐都是善,目的也绝不可能是快乐。关于快乐的见解便正是这些。接下来应当陈述每种见解之所以形成的缘由。主张没有任何快乐是善的人是这样论证的:一切快乐都是进入本性的可感觉的生成;因为植物进入本性的生成由于不可感觉,所以不是快乐;既然快乐是生成,而生成是不完全的,不完全者不是善,那么快乐便不是善;因为善是已经生成者,而非生成的进程;因为生成与其终结的目的并非同类;造屋并非与房屋同类。此外,节制者逃避应逃避之事(因为他是优异之人),而他逃避诸快乐;因此快乐不是善。此外,明智者追求善;但他不追求快乐;因为他追求的是免除痛苦,而非适意之事;因此快乐不是善。此外,快乐是明智的阻碍,并且快乐越大,阻碍也越大;因为处在极大的快乐中时,没有人能思考任何事情。此外,〈一切善都是技艺的产物;但快乐不是任何技艺的产物;因此它不是善。此外,〉野兽和幼儿非理性地被驱动着去追求诸快乐;然而非理性运动的事物所寻求的并不是善;因此快乐不是善。而之所以认为并非一切快乐都是善,是因为某些适意之事是有害且致病的,而且某些快乐是可耻且应受谴责的。之所以认为快乐不是目的,则是因为快乐是生成和某种运动,而目的是运动所朝向的界限。关于快乐所论述的大体便是这些。在这些说法中,快乐有些是善、有些是恶这一看法是真实的,其余则是虚妄的;我们应当尝试对它们予以反驳;首先我们来探讨第一个说法。

语法注3 条
  1. 7.διακρίνομεν τῶν πρακτῶν τὰ ἀγαθὰ τῶν φαύλων

    διακρίνομεν 的宾语是宾格短语 τὰ ἀγαθά;属格 τῶν πρακτῶν 是表示整体的部分属格(“在可行之事中善者”),随后的属格 τῶν φαύλων 则是受动词 διακρίνω 支配的分离属格(“与恶者相区分”)。

  2. 7.καὶ δέον τὸν περὶ ἀρετῶν σκοπούμενον καὶ περὶ ἡδονῆς εἰπεῖν

    δέον 是无人称动词 δεῖ 的中性宾格分词,构成绝对宾格结构(accusative absolute)以引导原因(“既然考察德性的人理应也论及快乐”)。不定式 εἰπεῖν 的逻辑主语是宾格分词短语 τὸν περὶ ἀρετῶν σκοπούμενον。

  3. 7.γένεσίς ἐστιν εἰς φύσιν αἰσθητή

    阴性形容词 αἰσθητή 隔着介词短语 εἰς φύσιν 修饰阴性名词 γένεσις,意为“进入本性的可感觉的生成”。紧随其后的句子 ἡ γὰρ εἰς τὴν φύσιν γένεσις τῶν φυτῶν οὐκ οὖσα αἰσθητή 亦印证了 αἰσθητή 修饰的是 γένεσις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:154.11-155.13