← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§152.27-154.10

作为中道之自制及其与节制和明智的比较

作者阐明自制是介于两种恶习之间的中道,并论述了它与节制和明智的相似与差异。进而说明无自制者并非全然邪恶而是半邪恶的,并分析了鲁莽与软弱、本性与习惯在医治难度上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Περὶ τῆς ἀκρατείας, πῶς ἔχει πρὸς τὴν σωφροσύνην καὶ τίνα 10 Περὶ τῆς ἀκρατείας, πῶς ἔχει πρὸς τὴν σωφροσύνην καὶ τίνα τρόπον ὁ ἀκρατὴς δοκεῖ φρόνιμος ἐνίοτε εἶναι. κεφ. ιςʹ. Ἐπεὶ δὲ ἡ ἐγκράτεια ἕξις ἐστὶν ἐπαινετή, μεσότης ἂν εἴη δύο κακιῶν, ὧν τῆς μὲν ἐλαττωθήσεται, τὴν δὲ ὑπερβαλεῖ·1 ἡ μὲν οὖν ἀκρασία ὑπερβάλλει τὴν ἐγκράτειαν, ἡ δὲ ἐλλείπουσα ἕξις ἀνώνυμος· ἔστι δὲ καθ’ ἣν τινες ἥδονται ταῖς σωματικαῖς ἡδοναῖς ἔλαττον τοῦ δέοντος· οἳ καὶ αὐτοὶ τοῦ ὀρθοῦ λόγου διαμαρτάνουσιν. ὁ μὲν γὰρ ἀκρατὴς οὐκ ἐμμένει τῷ ὀρθῷ λόγῳ διὰ τὸ μᾶλλον ἢ προσήκει χαίρειν ταῖς ἡδοναῖς, ὁ δὲ ἐλλείπων παρὰ τὸν ὀρθὸν ποιεῖ λόγον διὰ τὸ ἔλαττον ἢ δεῖ τὰ ἡδέα ζητεῖν· ὁ δὲ ἐγκρατὴς ἐμμένει τῷ ὀρθῷ λόγῳ καὶ οὐκ ἐξίσταται αὐτοῦ οὔτε διὰ μικρὰν ἡδονὴν οὔτε διὰ μεγάλην. ἐπεὶ δὲ ἡ ἐγκράτεια τῶν ἐπαινετῶν καὶ σπουδαίων, ἀνάγκη τὰς παρ’ ἑκάτερα ἕξεις φαύλας εἶναι καὶ τῇ ἐγκρατείᾳ ἐναντίας· ἀλλ’ ὅτι ἡ ἐλλείπουσα ἕξις ἀνώνυμος καὶ ἐλάχιστα συμβαίνει· σπάνιοι γὰρ οἱ ἧττον τοῦ δέοντος χαίροντες ταῖς σωματικαῖς ἡδοναῖς· διὰ τοῦτο μόνη ἡ ἀκρασία δοκεῖ ἐναντία εἶναι, ὅτι ἡ ἠλιθιότης ὀλιγάκις εὑρίσκεται. σώφρων δὲ ὁ ἐγκρατὴς λέγεται καὶ ὁ ἀκρατὴς ἀκόλαστος, καὶ τὸ ἀνάπαλιν καθ’ ὁμοιότητα· πολλὰ γὰρ ὀνομάζομεν ἑνὶ ὀνόματι διά τινα ὁμοιότητα. καὶ γὰρ περὶ τὰ αὐτά ἐστιν ὁ σώφρων καὶ ὁ ἐγκρατής, καὶ παρὰ τὸν λόγον οὐδὲν ποιοῦσιν ἀμφότεροι, εἰ καὶ τῷ σώφρονι μὲν αἱ ἐπιθυμίαι οὐ πολεμοῦσι, τῷ ἐγκρατεῖ δὲ πολεμοῦσι· καὶ ὁ μὲν σώφρων οὐδὲ ἥδεται παρὰ τὸν λόγον, ὁ δὲ ἐγκρατὴς ἥδεται μέν, οὐκ ἄγεται δὲ ὑπὸ τῶν ἡδονῶν· καὶ ὁ ἀκόλαστος δὲ καὶ ὁ ἀκρατὴς ὁμοίως ὅμοιοι μέν εἰσι, καθόσον τῶν αὐτῶν ἡδονῶν ἡττῶνται, διαφέρουσι δέ, ὅτι ὁ μὲν ἀκόλαστος οἴεται δεῖν διώκειν τὰς ἡδονάς, ὁ δὲ ἀκρατὴς οὔ. κατὰ τὸν αὐτὸν δὲ τρόπον καί τινας ἀκρατεῖς φρονίμους ὀνομάζουσι καθ’ ὁμοιότητά τινα πρὸς τὴν φρόνησιν· τινὲς γὰρ τῶν ἀκρατῶν δεινοί εἰσιν· ἡ δὲ δεινότης ἔοικε τῇ φρονήσει· καὶ γὰρ οἱ δεινοὶ κατὰ τὴν γνῶσιν τοῦ δέοντος ἐοίκασι τοῖς φρονίμοις· ἀλλ’ οἱ μὲν γινώσκουσι μόνον τὸ δέον, οὐ προαιροῦνται δὲ πράττειν οὐδὲ πράττουσιν· οἱ δὲ φρόνιμοι γινώσκοντες τὸ δέον καὶ πράττουσι. καὶ διὰ τοῦτο ὁ μὲν φρόνιμος σπουδαῖός ἐστιν, ὁ δὲ ἀκρατὴς κἂν δεινὸς ᾖ, φαῦλός ἐστι καὶ ψέγεται. καὶ γὰρ εἰ καὶ γινώσκει τὸ δέον, ἀλλ’ οὐχ ὥσπερ ὁ φρόνιμος ἐνεργείᾳ θεωρῶν καὶ χρώμενος τῇ ἐπιστήμῃ, ἀλλὰ καθάπερ εἴρηται, ὡς ὁ καθεύδων καὶ οἰνωμένος. διὰ ταύτην δὴ τὴν ὁμοιότητα ὁ δεινὸς ἀκρατὴς φρόνιμος ὀνομάζεται καὶ ἔοικε φρονίμῳ. ἐπεὶ καὶ ὁ ἁπλῶς ἀκρατὴς οὐ πονηρὸς καθάπαξ, ἀλλ’ ἡμιπόνηρός τις· οὐδὲ ἄδικος· οὐ γὰρ ἐπίβουλος. ἐπεὶ γὰρ ἑκὼν ποιεῖ τὰ φαῦλα καὶ εἰδὼς ὅτι φαῦλα καὶ ὅτι εἰς φαῦλον φέρουσι τέλος καὶ ὅτι δεῖ τὰ βελτίω ποιεῖν, κατά τι μὲν πονηρός, κατά τι δὲ οὐ πονηρός· ἡ μὲν γὰρ πρᾶξις πονηρά, ἡ δὲ κρίσις2 ἐπιεικής· ἡ δὲ τοῦ πονηροῦ περὶ τὰς σωματικὰς ἡδονάς, ὅς ἐστιν ὁ ἀκόλαστος, καὶ ἡ πρᾶξις πονηρὰ καὶ ἡ κρίσις· ὁ δὲ περὶ τὸ ἕτερον μόνον ἁμαρτάνει· ὁ γὰρ ἀκρατὴς ἢ τὴν ἀσθενῆ ἀκρασίαν ἐστὶν ἀκρατὴς ἢ τὴν προπετῆ· ἀμφότεροι δὲ κατὰ τὴν πρᾶξιν μόνον εἰσὶ πονηροί. ὁ μὲν γὰρ προπετὴς οὐδὲ βουλεύεται· ὁ δὲ ἀσθενὴς βουλεύεται, ὡς οὐ δεῖ ταῖς αἰσχραῖς ἐπιθυμίαις ἀκολουθεῖν· ὁ δὲ ἀκόλαστος κατ’ ἄμφω διέφθαρται. διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἔοικε πόλει, ἣ ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα καὶ νόμους ἔχει σπουδαίους καὶ ὑγιαίνει τοῦτο τὸ μέρος, χρῆται δὲ οὐδενί, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν ἡ πόλις ἐβούλεθ’ ᾗ νόμων οὐδὲν μέλει· ὁ δὲ ἀκόλαστος ἔοικε πόλει χρωμένῃ μὲν νόμοις, πονηροῖς δὲ χρωμένῃ. πᾶσα δὲ ἐγκράτεια καὶ ἀκρασία ἐστὶ περὶ τὰς ὑπερβολὰς τῆς ἕξεως τῶν πολλῶν. ὁ μὲν γὰρ ἐγκρατὴς νικᾷ ὧν οἱ πολλοὶ ἡττῶνται, ὁ δὲ ἀκρατὴς ἡττᾶται ὧν οἱ πολλοὶ κρατοῦσιν. ἔστι δὲ ἡ προπετὴς ἀκρασία, ἣν οἱ μελαγχολικοὶ ἀκρατεύονται, δυσχερεστέρα ἰαθῆναι τῆς ἀσθενοῦς, καθ’ ἣν βουλεύονται οἱ ἀκρατεῖς καὶ οὐκ ἐμμένουσιν. ὁμοίως δὲ καὶ οἱ φυσικῶς ἀκρατευόμενοι δυσιατότεροι τῶν δι’ ἔθος ἀκρατῶν· ῥᾷον γὰρ μετακινῆσαι ἔθος ἢ φύσιν· διὰ τοῦτο γὰρ καὶ τὸ ἔθος χαλεπόν, ὅτι ἔοικε φύσει· ὥσπερ Εὔηνος λέγει φημὶ πολυχρόνιον μελέτην ἔμεναι, φίλε, καὶ δή ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι.3 τί μὲν οὖν ἐστιν ἐγκράτεια καὶ τί καρτερία καὶ ἀκρασία καὶ μαλακία καὶ πῶς ἔχουσιν αἱ ἕξεις αὗται πρὸς ἀλλήλας, εἴρηται.

Περὶ τῆς ἀκρατείας, πῶς ἔχει πρὸς τὴν σωφροσύνην καὶ τίνα 10关于无自制,它如何关涉节制,以及无自制者在何种方式下有时显得是明智的。第十六章。 既然自制是一种值得称赞的品质,它就应当是两种恶习之间的中道,低于其中一种,而超过另一种。因此无自制超过了自制,而不足的品质则是无名的;它是指某些人对身体快乐的享受少于所应当的品质;这些人自身也背离了正确的理性。因为无自制者不坚持正确的理性,是由于过度喜好快乐,而不足者背离正确的理性而行,则是由于所追求的适意之事少于所需;但自制者坚持正确的理性,既不因微小的快乐也不因巨大的快乐而偏离它。既然自制属于值得称赞且优异的事物,那么两边的品质必然是卑劣的,且与自制相反;但因为不足的品质是无名的,并且极少发生——因为少于所应当而喜好身体快乐的人是罕见的——正因如此,唯有无自制显得是相反者,因为麻木迟钝是很少被发现的。自制者被称为有节制的,无自制者被称为放荡的,反之亦然,这是出于一种相似性;因为我们由于某种相似性而用一个名称来称呼许多事物。因为节制者与自制者关涉相同的事物,而且双方都没有违背理性做任何事,即便在节制者那里欲望不发生争斗,而在自制者那里欲望发生争斗;节制者甚至不违背理性而享受快乐,而自制者虽享受快乐,却不被快乐所驱使。同样,放荡者与无自制者就其都被同一些快乐所击败而言是相似的,但区别在于放荡者认为应当追求快乐,而无自制者则不这么认为。以同样的方式,人们也出于对明智的某种相似性而称某些无自制者为明智的;因为有些无自制者是精明的;而精明类似于明智;因为精明者在对所应当做之事的认识上也类似于明智者;但精明者仅认识所应当做之事,却不抉择去行,也不去行;而明智者既认识所应当做之事,也去付诸实行。正因如此,明智者是优异的,而无自制者纵然精明,也是卑劣且受谴责的。因为即使他认识所应当做之事,却不像明智者那样在现实活动中审视并运用知识,而是如前所述,宛如沉睡者或醉酒者。正是出于这种相似性,精明的无自制者被称为明智的,且类似于明智者。因为端而言之的无自制者也绝非全然邪恶,而是某种半邪恶者;也不是不正义的;因为他并不图谋阴险。既然他是自愿做卑劣之事,并且明知其卑劣、明知其导致卑劣的结局、明知应当做更好的事,那么他在某种意义上是邪恶的,在某种意义上又不是邪恶的;因为其行为是邪恶的,其判断却是公允的;而对于在身体快乐上邪恶的人,即放荡者而言,不仅行为是邪恶的,判断也是邪恶的;但无自制者仅在其中一方面犯错。因为无自制者要么处于软弱的无自制中,要么处于鲁莽的无自制中;二者都仅在行为上是邪恶的。因为鲁莽者甚至不加深思熟虑;而软弱者深思熟虑不应当追随可耻的欲望;放荡者却在两方面都败坏了。正因如此,无自制者类似于这样一个城邦:它通过了一切合宜的决议并拥有优良的法律,在这一部分是健全的,却完全不加以使用,正如阿那克珊德里德斯所讽刺的:“城邦决意了,却对法律漠不关心”;而放荡者则类似于一个使用法律,却使用邪恶法律的城邦。一切自制和无自制都关涉对大众品质的超越。因为自制者战胜大众所屈服的事物,而无自制者屈服于大众所克制的事物。胆汁质者所表现的鲁莽的无自制,比软弱的无自制——即无自制者深思熟虑却未能坚持——更难以医治。同样,天生无自制者也比由于习惯而无自制者更难医治;因为改变习惯比改变本性更容易;正因习惯类似于本性,习惯也是困难的;正如厄厄诺斯所说:“我的朋友,我说长期的练习最终成为人类的本性。”因此,自制是什么,坚忍、无自制和软弱是什么,以及这些品质如何相互关涉,已经论述过了。

语法注3 条
  1. 7.ὧν τῆς μὲν ἐλαττωθήσεται, τὴν δὲ ὑπερβαλεῖ

    关系代词 ὧν 指先行词 δύο κακιῶν,统摄后续并列的两个分句,但两动词的格支配不同:动词 ἐλαττόομαι 支配属格 τῆς μέν,而动词 ὑπερβάλλω 则支配宾格 τὴν δέ。

  2. 7.ἡ δὲ τοῦ πονηροῦ περὶ τὰς σωματικὰς ἡδοναῖς, ὅς ἐστιν ὁ ἀκόλαστος, καὶ ἡ πρᾶξις πονηρὰ καὶ ἡ κρίσις

    此句属于破格语法(anacoluthon)或省略结构。句首的 ἡ δέ 本为对应前文的 ἡ μὲν γὰρ πρᾶξις πονηρά 而设,但随着属格 τοῦ πονηροῦ... 的插入,其后由 καὶ ἡ πρᾶξις πονηρὰ καὶ ἡ κρίσις 承担实际的主谓结构,意即“在放荡者那里,不仅行为是邪恶的,判断也是邪恶的”。

  3. 7.φημὶ πολυχρόνιον μελέτην ἔμεναι, φίλε, καὶ δή ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι

    引用诗人厄厄诺斯的哀歌体诗句。ἔμεναι 是不定词 εἶναι 的史诗/诗歌方言形式。分词 τελευτῶσαν 为阴性单数宾格,与主语 ταύτην 一致,作状语用,意为“最终”、“到头来”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:152.27-154.10