← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§151.22-152.26

自身与偶适的自制者及固执者

作者根据是否坚持正确的抉择与目的自身,区分了就自身而言的自制者与偶适的自制者(以及无自制者),并指出固执者和自以为是者因追随激情而类似于无自制者而非自制者,最后以出于高尚快乐而改变初衷的涅俄普托勒摩斯为例进行阐明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Τίς ὁ καθ᾽ αὑτὸ ἐγκρατὴς καὶ τίς ὁ κατὰ συμβεβηκός. κεφ. ιδʹ Τίς ὁ καθ’ αὑτὸ ἐγκρατὴς καὶ τίς ὁ κατὰ συμβεβηκός. κεφ. ιδʹ. Ζητητέον δὲ κἀκεῖνο, ὅπερ ἠπορήθη πρότερον, πότερον ὁ ὁποιᾳοῦν προαιρέσει ἐμμένων οὗτος ἐγκρατής ἐστιν ἢ ὁ τῇ ὀρθῇ, καὶ περὶ τοῦ ἀκρατοῦς ὁμοίως. κατὰ συμβεβηκὸς μὲν οὖν ἐγκρατὴς λέγεται ὁ ἐμμένων ὁποιᾳοῦν προαιρέσει, καθ’ αὑτὸ δὲ ἐγκρατής, ὁ ἐμμένων τῇ ὀρθῇ προαιρέσει καὶ τῷ ἀληθεῖ λόγῳ· καὶ ἀκρατὴς ὁμοίως κατὰ συμβεβηκὸς ὁ μὴ ἐμμένων ὁποιᾳοῦν δόξῃ, καθ’ αὑτὸ δὲ ὁ μὴ ἐμμένων τῇ ὀρθῇ. καὶ γὰρ εἴ τις ζητεῖ καὶ αἱρεῖταί τι οὐκ αὐτὸ δι’ ἑαυτό, ἀλλὰ δι’ ἄλλο, αὐτὸ μὲν κατὰ συμβεβηκὸς ζητεῖ, οὗ δὲ ἕνεκα τοῦτο ζητεῖ, ἐκεῖνο ζητεῖ καθ’ αὑτό.1 ὁ γὰρ διὰ δόξαν χρήματα ζητῶν κατὰ συμβεβηκὸς μὲν τὰ χρήματα ζητεῖ, καθ’ αὑτὸ δὲ τὴν δόξαν. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τούτων συμβαίνει· ὁ μὲν γὰρ τῇ ἀγαθῇ δόξῃ ἐμμένων καὶ τῇ ὀρθῇ προαιρέσει αὐτὸ τὸ ἀγαθὸν αἱρεῖται, διότι ἀγαθόν· ὥστε καθ’ αὑτὸ ἐγκρατής ἐστιν· ὁ δὲ ἐμμένων τῇ μὴ ὀρθῇ προαιρέσει καὶ τῇ ψευδεῖ δόξῃ, ἐμμένει διὰ τὸ νομίζειν ὅτι ἀγαθόν ἐστιν ὃ αἱρεῖται· νομίζει δὲ ὅτι ἐστὶν ἐν αὐτῷ τοῦ ἀγαθοῦ τι ἀμυδρὸν ἴχνος, δι’ ὃ ἔχεται τῆς μὴ ὀρθῆς προαιρέσεως καὶ τῆς ψευδοῦς δόξης ὡς ὀρθῆς καὶ ἀληθοῦς. ἐπεὶ τοίνυν οὐ δι’ ἑαυτὰ αἱρεῖται ἃ αἱρεῖται καὶ οἷς ἐμμένει, ἀλλὰ διὰ τὸ ἀγαθόν, οὐ καθ’ αὑτὸ ἐγκρατής ἐστιν, ἀλλὰ κατὰ συμβεβηκός. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀντικειμένων ἔχει· πῶς μὲν ἀκρατὴς ὁ μὴ ἐμμένων ὁποιᾳοῦν δόξῃ, ἁπλῶς δὲ ὁ μὴ ἐμμένων τῇ ὀρθῇ· τὸ γὰρ ἁπλῶς καὶ τὸ καθ’ αὑτὸ ταὐτόν ἐστιν.

Τίς ὁ καθ᾽ αὑτὸ ἐγκρατὴς καὶ τίς ὁ κατὰ συμβεβηκός. κεφ. ιδʹ 谁是就自身而言的自制者,谁是偶适的自制者。第十四章。 还必须探究此前曾提出为难题的那一点:究竟是坚持任何一种抉择的人是自制者,还是坚持正确抉择的人是自制者;关于无自制者也是同样。因此,坚持任何一种抉择的人被称为偶适的自制者,而就自身而言的自制者,则是坚持正确抉择和真实理性的人;同样,偶适的无自制者是不坚持任何一种意见的人,而就自身而言的无自制者则是指不坚持正确意见的人。因为如果某人不是为了事物自身而是为了他物去寻求和选择某物,那么他寻求该物自身是偶适的,而对于为了其缘故才寻求此物的那一目的,他寻求那一目的则是就其自身而言的。为了声誉而寻求财富的人,偶适地寻求财富,却就自身而言寻求声誉。在这些情形中也同样发生:坚持良好意见和正确抉择的人,正是由于其善而选择善自身,因此他是就自身而言的自制者;而坚持不正确抉择和虚假意见的人,之所以坚持是因为认为自己所选择的是善;他认为其中具有善的某种隐约痕迹,正因如此他执守着不正确的抉择和虚假的意见,宛如它是正确与真实的。既然他选择自己所选择的并坚持它们并非为了它们自身,而是为了善,那么他就不是就自身而言的自制者,而是偶适的自制者。相反的情形也是如此:不坚持任何一种意见的人在某种意义上是无自制者,但不坚持正确意见的人才是端而言之的无自制者;因为端而言之与就自身而言是同一回事。

§7

Ὅτι 〈οἱ〉 ἰσχυρογνώμονες καὶ ἰδιογνώμονες οὐκ εἰσὶν ἐγκρατεῖς Ὅτι 〈οἱ〉 ἰσχυρογνώμονες καὶ ἰδιογνώμονες οὐκ εἰσὶν ἐγκρατεῖς. κεφ. ιεʹ. Οἱ δὲ καλούμενοι ἰσχυρογνώμονες ἐμμένουσι μὲν δόξῃ τινί, ἐνίοτε δὲ καὶ ἀληθεῖ καὶ ἀγαθῇ προαιρέσει, ἐγκρατεῖς δὲ οὐκ εἰσίν, ἀλλ’ ὥσπερ οἱ ἄσωτοι ἐοίκασι τοῖς ἐλευθερίοις καὶ οἱ θρασεῖς τοῖς ἀνδρείοις, τὸν αὐτὸν τρόπον καὶ οὗτοι τοῖς ἐγκρατέσι· καί εἰσιν οἷον δύσπειστοί τινες καὶ οὐκ εὐμετάπειστοι. καθόσον μὲν οὖν ἐμμενετικοί εἰσιν, ἐοίκασι τοῖς ἐγκρατέσιν· ἀλλ’ οἱ μὲν ἐγκρατεῖς μεταβάλλονται ὑπὸ λόγου τινὸς καὶ πειθοῦς, οἱ δὲ ἰσχυρογνώμονες ὑπὸ μὲν λόγου οὐ μεταβάλλονται, ὑπὸ δὲ ἐπιθυμίας καὶ ἡδονῶν πολλοὶ τούτων ἄγονται. εἰσὶ δὲ ἰσχυρογνώμονες 〈καὶ οἱ ἰδιογνώμονες〉 καὶ οἱ ἀμαθεῖς καὶ οἱ ἄγροικοι· οἱ μὲν ἀμαθεῖς καὶ ἄγροικοι, διὰ τὸ μὴ εἰδέναι τὰς ἀρχὰς ὅθεν πεισθῆναι δυνατόν, οἱ δὲ ἰδιογνώμονες διὰ ἡδονὴν καὶ λύπην οὐ μεταπείθονται· ἥδονται γὰρ μὴ ἡττώμενοι τῶν πείθειν ἐπιχειρούντων,2 καὶ λυποῦνται ἐὰν ἄκυρα γένωνται τὰ αὑτῶν ὥσπερ ψηφίσματα· καὶ διὰ τοῦτο μᾶλλον ἐοίκασι τοῖς ἀκρατέσιν οἱ ἰδιογνώμονες ἢ τοῖς ἐγκρατέσιν· οὐ γὰρ λόγῳ ἀλλὰ πάθεσιν ἀκολουθοῦσιν, ὥσπερ ἐκεῖνοι. εἰσὶ δέ τινες, οἳ ἐμμένουσι τοῖς δεδογμένοις ἀληθέσιν, ἢ οὐκ ἐμμένουσι τοῖς ψευδέσι δι’ ἡδονήν, οἳ οὐκ εἰσὶ φαῦλοι, ὅτι διὰ ἡδονὴν ἐπαινετὴν ἐμμένουσιν ἢ οὐκ ἐμμένουσιν. ὥσπερ ὁ Νεοπτόλεμος ἐποίησεν· οὐ γὰρ ἐνέμεινεν οἷς συνέθετο τῷ Ὀδυσσεῖ καὶ οὐκ ἠπάτησε τὸν Φιλοκτήτην ψευσάμενος, δι’ ἡδονὴν καλὴν καὶ οὐ φαύλην· οὐ γὰρ ὁ δι’ ἡδονήν τι ποιῶν ἁπλῶς, ἀκόλαστος ἢ φαῦλος ἢ ἀκρατής,3 ἀλλ’ ὁ δι’ αἰσχρὰν ἡδονὴν οὗτος ψέγεται.

Ὅτι 〈οἱ〉 ἰσχυρογνώμονες καὶ ἰδιογνώμονες οὐκ εἰσὶν ἐγκρατεῖς 固执者和自以为是者并非自制者。第十五章。 所谓的固执者确实坚持某种意见,有时甚至坚持真实而良好的抉择,但他们并不是自制者;而是正如挥霍者类似于大度者、鲁莽者类似于勇敢者一样,这些人也以同样的方式类似于自制者;他们可以说是难以被说服且不易改变意见的人。因此,就他们具有坚持性而言,他们类似于自制者;但自制者会受到某种言论和说服的影响而改变,固执者则不受言论的影响而改变,他们中的许多人是被欲望和快乐所驱动的。在固执者中,[也包括自以为是者]以及无知者和粗鄙者:无知者和粗鄙者是因为不知道可以由此被说服的始基,而自以为是者则由于快乐与痛苦而不愿被说服改变;因为他们在不被那些企图说服他们的人击败中感到快乐,如果自己的决议好比被宣布无效则感到痛苦;由于这个缘故,自以为是者类似于无自制者,甚于类似于自制者;因为像那些人一样,他们追随的是激情而非理性。但也有一些人,他们坚持被判断为真实的事情,或者由于快乐而不坚持虚假的事情,他们并不是坏的,因为他们是由于值得称赞的快乐而坚持或不坚持。正如涅俄普托勒摩斯所做的那样:因为他没有坚持与奥德修斯达成的约定,没有通过说谎去欺骗菲罗克忒忒斯,乃是出于高尚而非卑劣的快乐;因为并非端而言之由于快乐而做某事的人就是放荡者、坏人或无自制者,而是由于可耻的快乐而做某事的人,此人才是受谴责的。

语法注3 条
  1. 7.οὗ δὲ ἕνεκα τοῦτο ζητεῖ, ἐκεῖνο ζητεῖ καθ’ αὑτό

    前置关系从句结构:关系从句 οὗ δὲ ἕνεκα τοῦτο ζητεῖ(“为了其缘故才寻求此物的那一目的”)先于其先行词代词 ἐκεῖνο 出现在前。句子的核心结构为 ἐκεῖνο ζητεῖ καθ’ αὑτό。

  2. 7.ἥδονται γὰρ μὴ ἡττώμενοι τῶν πείθειν ἐπιχειρούντων

    分词 μὴ ἡττώμενοι 与动词 ἥδονται 连用,作伴随或原因分词(“在不被击败中感到快乐”)。属格 τῶν πείθειν ἐπιχειρούντων 受带有比较或优势含义的动词 ἡττάομαι 支配,属于比较属格(“屈服于那些企图说服他们的人”)。

  3. 7.οὐ γὰρ ὁ δι’ ἡδονήν τι ποιῶν ἁπλῶς, ἀκόλαστος ἢ φαῦλος ἢ ἀκρατής

    此句省略了系动词 ἐστί。副词 ἁπλῶς 修饰分词短语 δι’ ἡδονήν τι ποιῶν(“端而言之/仅仅由于快乐而做某事的人”),而不是修饰表语形容词(“端而言之是放荡的”)。后文与 ἀλλ’ ὁ δι’ αἰσχρὰν ἡδονὴν οὗτος ψέγεται 的对照明确显示,这里是在区分一般的快感行为与因可耻快感而发的行为。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:151.22-152.26