← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§150.34-151.21

无自制与放荡的区别及始基的保全

论述了无自制不同于放荡,并非无条件之恶,而是保全了始基;对目的的认识源于德性且使无自制者易于悔改;以及无自制处于节制与放荡之间的中间地位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Περὶ τῶν εἰδῶν τῆς ἀκρασίας· καὶ ὅτι χεῖρον κακὸν ἡ ἀκολασία#2 ὅτι μὲν οὖν κακία ἐστὶν ἡ ἀκρασία, φανερόν, πλὴν οὐχ ἁπλῶς κακία, οἵα ἡ ἀκολασία, ἀλλά πῃ· καθόσον μὲν γὰρ προαιρεῖταί πως τὸ κακὸν ἐν τῷ πάθει ὤν, κακία ἐστί, καθόσον δὲ οὐ πάντῃ οἴεται δεῖν διώκειν τὸ πάθος, οὐκ ἔστι κακία· καὶ ἔστιν ὁμοία τοῖς Μιλησίοις, οὓς Δημόδοκος ἔφη σκώπτων “Μιλήσιοι ἀσύνετοι μὲν οὔκ εἰσιν, δρῶσι δὲ οἷάπερ οἱ ἀσύνετοι”· τὸν αὐτὸν τρόπον καὶ οἱ ἀκρατεῖς ἀκόλαστοι μὲν οὔκ εἰσι, δρῶσι δὲ τὰ τῶν ἀκολάστων. ἐπεὶ δὲ ὁ μὲν ἀκρατὴς διώκει τὰς σωματικὰς ἡδονὰς παρὰ τὸν ὀρθὸν λόγον, οὐ πεπεισμένος ὅτι εἰσὶν ἀγαθαὶ καὶ δεῖν διώκειν, ὁ δὲ ἀκόλαστος πέπεισται ὡς δεῖ διώκειν, ὁ μὲν ἀκρατὴς εὐμετάπειστός ἐστιν, ὁ δὲ ἀκόλαστος οὔ. τὴν γὰρ ἀρχὴν τῶν πράξεων, ἥτις ἐστὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος οὗ ἕνεκα, ἡ μὲν ἀρετὴ σῴζει, ἡ δὲ μοχθηρία φθείρει. καὶ γὰρ διὰ μὲν τῆς ἀρετῆς ἀφικνούμεθα εἰς τὸ ἀγαθόν, διὰ δὲ τῆς μοχθηρίας ἀποχωροῦμεν αὐτοῦ· τὸ δὲ τοιοῦτον τέλος οὐ διὰ λόγου καὶ ἀποδείξεως γινώσκεται, ὥσπερ οὐδὲ αἱ ἀρχαὶ τῶν μαθημάτων ἀποδείξει γινώσκονται, ἀλλὰ ἀρετή τίς ἐστι φυσικὴ ἢ ἐθιστή, τὴν ὀρθὴν δόξαν ἔχειν περὶ τοῦ τέλους.1 ἢ γὰρ φύσει ἢ ἀπὸ ἀγαθοῦ ἔθους ἡ τοιαύτη ἡμῖν περιγίνεται γνῶσις. ὁ μὲν οὖν εἰδὼς τὸ ἀγαθόν, ὃ δεῖ ποιεῖσθαι τέλος τῶν πράξεων,2 καὶ πράττων ἃ πρὸς αὐτὸ φέρει, σώφρων· ὁ δὲ τὸ κακὸν ὑποτιθέμενος τέλος καὶ πρὸς ἐκεῖνο τάττων τὰς ἡδονὰς ἀκόλαστος. ὃς δὲ ὑποτίθεται μὲν ἀγαθὸν τέλος καὶ πρὸς τοῦτο τάττειν τὰς ἑαυτοῦ πράξεις οἴεται δεῖν, ἐξίσταται δὲ διὰ πάθος τοῦ ὀρθοῦ λόγου, οὐχ ὥστε νομίσαι δέον εἶναι διώκειν τὰς τοιαύτας ἡδονάς, ἀλλ’ ὥστε μόνον περὶ τὰς πράξεις ἐξαμαρτάνειν, ὁ τοιοῦτος οὔτε σώφρων ἂν εἴη οὔτε ἀκόλαστος, ἀλλὰ τοῦ μὲν σώφρονος χείρων διὰ τὰς πράξεις, τοῦ δὲ ἀκολάστου βελτίων διὰ τὸν λόγον. ὁ μὲν γὰρ πὴ φαῦλος, ὁ δὲ ἀκόλαστος ἁπλῶς. τῷ δὲ ἀκρατεῖ ἄλλος ἐναντίος, ὁ ἐγκρατής, ὃς οὐκ ἐξίσταται τοῦ λογισμοῦ διὰ τὸ πάθος· ὅθεν φανερόν, ὅτι ἡ μὲν ἐγκράτεια σπουδαία ἕξις ἐστίν, ἡ δὲ ἀκρασία φαύλη.

论无自制的种类;以及放荡是更坏的恶因此,无自制是一种恶习是显而易见的,但它不是无条件的恶习(如放荡那样),而是在某种程度上;因为就一个人处于激情中以某种方式选择恶而言,它是恶习,但就他并非全然认为应当追求激情而言,它又不是恶习;这类似于米利都人,正如德谟多科斯讽刺所说的:“米利都人并非愚蠢,但他们行事却正如愚蠢者那样”;以同样的方式,无自制者并不是放荡者,但他们做着放荡者所做的事。由于无自制者追求肉体快乐是违背正确理性的,并非确信它们是善的且应当追求,而放荡者则确信应当追求,所以无自制者容易被说服改变,而放荡者则不然。因为德性保全了行为的始基——即善以及〔行为〕所为的目的——而卑劣则毁灭了它。事实上,通过德性我们达到善,而通过卑劣我们远离善;这样的目的不是通过理性与证明而被认识的,正如数学的始基也不是通过证明而被认识的一样,对目的持有正确意见乃是一种自然的或习惯养成的德性。因为这种认识要么由于自然本性,要么源于良好习惯而产生于我们。因此,认识到善——即应当被当作行为目的之物——并做出导向它之事的人,是节制者;而将恶假定为目的并将快乐归整于此的人,是放荡者。至于那些虽假定了善的目的并认为应当将自己的行为归整于此,却因激情而背离正确理性,但不至于认为必须追求此类快乐,而仅仅在行为上犯下错误的人,这样的人既不是节制者也不是放荡者,由于其行为而劣于节制者,却由于其理性而优于放荡者。因为这一方〔这样的人〕在某种程度上是坏的,而放荡者则是无条件地坏。与无自制者相对立的是另一类人,即自制者,他不因激情而背离理性思考;由此显而易见,自制是优良的品质状态,而无自制则是低劣的。

语法注2 条
  1. 7.ἀλλὰ ἀρετή τίς ἐστι φυσικὴ ἢ ἐθιστή, τὴν ὀρθὴν δόξαν ἔχειν περὶ τοῦ τέλους

    不定式短语 τὴν ὀρθὴν δόξαν ἔχειν περὶ τοῦ τέλους 作为表语名词 ἀρετή 的同位语(或小句的真正主语),意为“对目的持有正确意见乃是一种自然的或习惯养成的德性”。

  2. 7.ὃ δεῖ ποιεῖσθαι τέλος τῶν πράξεων

    此处是由关系代词 ὃ(先行词为 τὸ ἀγαθόν)与宾补宾格 τέλος τῶν πράξεων 构成的双重宾格结构,意为“应当被当作行为目的之物[善]”。中动态 ποιεῖσθαι 表达将某物据为自身目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:150.34-151.21