← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§149.10-150.34

可原谅的无自制与鲁莽及软弱二种形式

讨论了可原谅的无自制与柔弱的条件,区分了因剧烈激情而屈服与因恶劣品性而屈服的情况。随后阐明了无自制的两种形式(鲁莽与软弱),解释了为何放荡是不可救药之恶而无自制是可医治的,以及为何软弱比鲁莽更为可耻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Τίς ἡ συγγνωστὴ ἀκρασία καὶ μαλακία. κεφ. ιβʹ. 268 Τίς ἡ συγγνωστὴ ἀκρασία καὶ μαλακία. κεφ. ιβʹ. Ἔτι δὲ διοριστέον περὶ αὐτῶν. ἐγκρατὴς μὲν οὖν ἐστιν ὁ κρατῶν τῶν ἐπιθυμιῶν, καρτερικὸς δέ ἐστιν ὁ ἀντέχων πρὸς αὐτὰς καὶ μὴ ἡττώμενος· ὁ δὲ χαυνούμενος πρὸς ἃ οἱ πολλοὶ ἀντιτείνουσι καὶ δύνανται φέρειν, οὗτος μαλακὸς καὶ τρυφῶν· καὶ γὰρ ἡ τρυφὴ μαλακία τίς ἐστιν. ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην,1 καὶ μιμούμενος τὸν ἐκλελυμένον ὑπὸ νόσου, οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ ἐγκρατείας καὶ ἀκρασίας ἐστίν. εἰσὶ γὰρ ἡδοναὶ καὶ λῦπαι οὕτω μεγάλαι καὶ σφοδραί, ὥστε τὸν ἡττώμενον αὐτῶν συγγνώμης τινὸς ἀξιοῦσθαι· τὸ γὰρ τοιούτων ἡττᾶσθαι οὐδὲν θαυμαστόν· ὥσπερ ὁ Φιλοκτήτης, ὃν εἰσήγαγεν ἐν τοῖς ποιήμασι Θεοδέκτης ὁ ποιητὴς πεπληγμένον ὑπὸ ὄφεως, καὶ μέχρι τινὸς κρατοῦντα τῆς λύπης, εἶτα ἀναβοήσαντα· ἢ ὃν εἰσάγει Καρκίνος ὁ ποιητὴς Κερκύονα ἐπὶ τῇ ὕβρει τῆς θυγατρὸς Ἀλόπης καρτεροῦντα μέχρι τινός, εἶτα ἡττηθέντα τῆς ἀλγηδόνος· ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα ἀθρόον ἐκκαγχάζουσιν, ὅπερ ὁ Ξενόφαντος ἐποίησεν. οὐ τοῦτο τοίνυν ἐστὶ θαυμαστὸν τὸ ἡττηθῆναι οὕτω σφοδροτάτων παθῶν, ἀλλ’ εἴ τις ἡττᾶται πρὸς ἃς οἱ πολλοὶ δύνανται ἀντέχειν ἡδονὰς καὶ λύπας καὶ μὴ δύναιτο ἀντιτείνειν, μὴ διὰ φύσιν τινὰ τοῦ γένους, ὥσπερ οἱ Σκυθῶν βασιλεῖς φύσει εἰσὶ μαλακοί, ἢ ὥσπερ τὸ θῆλυ φύσει ἐστὶ τοῦ ἄρρενος μαλακώτερον, ἢ διὰ νόσον, ἀλλὰ διὰ πονηρὰν ἕξιν καὶ μοχθηρίαν, ὁ τοιοῦτος ἀσύγγνωστος. ἔστι δὲ καὶ ὁ σφόδρα χρώμενος ταῖς παιδιαῖς μαλακός, εἰ καὶ δοκεῖ ἀκόλαστος εἶναι. οἱ γὰρ τὴν ἄνεσιν σφόδρα ζητοῦντές εἰσιν οἱ μαλακοί· ἡ δὲ παιδιὰ ἄνεσίς τις καὶ ἀνάπαυσίς ἐστι· καὶ ὁ σφόδρα χρώμενος παιδιαῖς ὑπερβάλλει κατά τινα ἄνεσιν καὶ παιδιώδης καλεῖται.

何为可原谅的无自制与柔弱。第12章。268 何为可原谅的无自制与柔弱。第12章。 关于这些,我们还必须进一步界定。自制者是克制欲望的人,而坚忍的人则是抵挡欲望且不屈服的人;至于对大众所能抵抗和承受的事物发生退缩懈怠的人,则是柔弱和奢靡的;因为奢靡也是一种柔弱。这样的人拖着斗篷,以免承受提起斗篷的辛劳,他模仿因病衰竭的人,虽与悲惨者相似,却不认为自己是悲惨的;在自制与无自制的事情上也是同样的道理。因为有些快乐和痛苦是如此巨大而剧烈,以致屈服于它们的人配得某种原谅;因为屈服于此类事物不足为奇。正如诗人狄奥德克泰斯在诗作中所描绘的菲罗克忒忒斯,被蛇咬伤后在一段时间内克制住痛苦,随后发出呼号;又如诗人卡尔基诺斯所描绘的刻耳库翁,为了女儿阿洛佩遭受的凌辱忍耐了一段时间,随后被剧痛所击溃;正如那些试图抑制笑声的人会突然爆发大笑一样,这正是克塞诺凡图斯所做的事。因此,屈服于如此剧烈的激情并不奇怪;但如果有人屈服于大众所能抵挡的快乐和痛苦,并且不能抗拒——如果不是出于其种族的某种自然本性(正如斯基泰人的君王生性柔弱,或者女性生来比男性更柔弱),也不是由于疾病,而是由于恶劣的品质和卑劣——这样的人是不可原谅的。过度沉溺于嬉戏的人也是柔弱的,尽管他看似放荡。因为过度寻求松弛的人就是柔弱者;嬉戏是一种松弛和歇息;过度沉溺于嬉戏的人在某种松弛上走向过度,被称为好嬉戏者。

§7

Περὶ τῶν εἰδῶν τῆς ἀκρασίας· καὶ ὅτι χεῖρον κακὸν ἡ ἀκολασία#1 Περὶ τῶν εἰδῶν τῆς ἀκρασίας· καὶ ὅτι χεῖρον κακὸν ἡ ἀκολασία τῆς ἀκρασίας. κεφ. ιγʹ. Τῆς δὲ ἀκρασίας δύο εἰσὶν εἴδη· καὶ τὸ μὲν προπέτεια, τὸ δὲ ἀσθένεια καλεῖται. οἱ μὲν γὰρ προβουλευσάμενοι μὴ συγχωρῆσαι τῷ πάθει, εἶτα ἡττηθέντες αὐτοῦ τὴν ἀσθενῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἱ δὲ μὴ προβουλευσάμενοι ἀλλ’ εὐθὺς προσβαλόντος ἡττηθέντες τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· ἔνιοι γὰρ προαισθόμενοι καὶ προϊδόντες καὶ προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμόν, οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, ὥσπερ τὰ προτριβέντα καὶ προγαργαλισθέντα 〈μέλη οὐ γαργαλίζονται〉. μάλιστα δὲ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἱ μὲν ὀξεῖς διὰ τὴν ταχυτῆτα οὐκ ἀναμένουσι τὴν ἀπὸ τοῦ λόγου κρίσιν, οἱ δὲ μελαγχολικοὶ διὰ τὸ σφόδρα φανταστικοὶ εἶναι καὶ ἀκολουθεῖν τῇ φαντασίᾳ· διὸ σφοδροτέρως κινοῦνται μὴ ἐπιστρεφόμενοι πρὸς τὸν λόγον. πᾶς δὲ ἀκρατὴς καὶ μεταμελητικός ἐστι, καθὼς εἴρηται· τῆς γὰρ ἐπιθυμίας σβεσθείσης, ὁ λόγος ὑγιαίνων συνορᾷ τὴν ἀτοπίαν τοῦ πάθους, ᾧ ἕπεται μετάνοια. ὁ δὲ ἀκόλαστος ἀμεταμέλητος· ὁ γὰρ λόγος αὐτῷ οὐχ ὑγιαίνει· καὶ διὰ τοῦτο κατιδεῖν τὸ αἰσχρὸν οὐ δύναται. καὶ διὰ τοῦτο ὁ μὲν ἀκρατὴς ἰατός ἐστιν, ὁ δὲ ἀκόλαστος ἀνίατος. οὐ γάρ, ὥσπερ εἴπομεν ἐν οἷς πρότερον ἐζητοῦμεν περὶ αὐτῶν, οὕτω καὶ ἔχει· εἴρηται γὰρ ὡς τις ἔνδοξος λόγος γυμνάζει τὸ ζήτημα, τὸ δὲ ἀληθὲς τοῦτό ἐστιν. ἔοικε γὰρ ἡ μὲν ἀκολασία ὑδέρῳ καὶ φθίσει, ἃ συνεχῶς τὸν νοσοῦντα λυπεῖ, ἡ δὲ ἀκρασία τοῖς ἐπιληπτικοῖς, ἃ διαλιμπάνοντα οὐ συνεχῶς ἐνοχλοῦσιν· ἡ μὲν γὰρ ἀκολασία συνεχὴς πονηρία ἐστίν· ἀεὶ γὰρ ὁ ἀκόλαστος οἴεται δεῖν ἀκολασταίνειν· ὁ δὲ ἀκρατὴς οὐκ ἀεί, ἀλλ’ ὅταν σφοδραῖς περιπέσῃ ἐπιθυμίαις. καὶ ὅλως δὲ ἕτερον τὸ γένος ἀκολασίας καὶ ἀκρασίας· ἡ μὲν γὰρ ἀκολασία λανθάνει οὖσα αἰσχρά, ἡ δὲ ἀκρασία οὐ λανθάνει· οἶδε γὰρ ὁ ἀκρατὴς ὅτι αἰσχρὸν τῷ πάθει συγχωρῆσαι. ἡ μὲν οὖν ἀκολασία χείρων ἑκατέρου εἴδους τῆς ἀκρασίας. αὐτῶν δὲ τῶν τῆς ἀκρασίας εἰδῶν ἡ ἀσθένεια χείρων τῆς προπετείας. οἱ γὰρ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατεῖς ὑπ’ ἐλάττονος πάθους ἡττῶνται, οἱ δὲ τὴν προπετῆ ἀκρασίαν ὑπὸ μείζονος· οἷς γὰρ δυνατὸν καὶ βουλεύσασθαι, φανερὸν ὅτι οὐ σφοδρῶς πολεμεῖ τὸ πάθος· οἱ δὲ προπετεῖς, δι’ ὧν οὐ δύνανται βουλεύσασθαι δῆλοί εἰσιν ὑπὸ μεγάλων ἐπιθυμιῶν βιαζόμενοι·2 καὶ ἄλλως δὲ αἰσχρότερον ἡττηθῆναι προβουλευσαμένους, ὥσπερ ὁπλισαμένους ἢ ἀπροβουλεύτους· ὅμοιος γάρ ἐστιν ὁ κατὰ τὴν ἀσθενῆ ἀκρασίαν ἀκρατὴς τοῖς ταχέως μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου οἴνου καὶ ἐλάττονος ἢ ὡς οἱ πολλοί.

关于无自制的种类;以及放荡是更恶劣之害。 关于无自制的种类;以及放荡比无自制是更恶劣之害。第13章。 无自制有两种形式:一种被称为鲁莽,另一种被称为软弱。那些预先考虑不顺从激情,随后却被其战胜的人,是属于软弱型无自制的无自制者;而那些未经预先考虑,而是在激情刚袭来时立刻屈服的人,是属于鲁莽型无自制的无自制者。因为有些人通过预先察觉、预先防备并预先唤醒自己和理性,便不会被激情战胜,正如预先受到摩擦和挠痒的肢体不会怕痒一样。尤其是性急者和黑胆汁质者最容易陷入鲁莽型无自制;性急者因其急促而不等待理性的判断,而黑胆汁质者因其极易生起表象且追随表象〔而不等待〕;因此在不关注理性的情况下被更剧烈地推动。正如所说过的,每一个无自制者也是会悔恨的;因为当欲望熄灭时,健全的理性便看清了激情的悖谬,悔恨便随之而来。然而放荡者却不悔恨;因为理性在他身上并不健全,因此他无法看清可耻之事。也正因如此,无自制者是可医治的,而放荡者是不可医治的。事实并不像我们在先前探讨它们时所说的那样;因为当时那是作为演练探究的公认论辩而说的,而真实情况乃是如下。放荡类似于水肿和痨病,它们持续不断地折磨患者;而无自制则类似于癫痫病症,它们具有间歇,不会持续不断地造成困扰。因为放荡是一种持续的邪恶;放荡者总是认为应当放荡;而无自制者则并非总是如此,只有当他陷入激烈的欲望时才会如此。而且总的来说,放荡与无自制在属上是不同的;放荡自身可耻而不自知,无自制却并非不自知;因为无自制者知道顺从激情是可耻的。因此,放荡比无自制的任一形式都更为恶劣。而在无自制本身的各种形式中,软弱比鲁莽更为恶劣。因为软弱型无自制者屈服于较小的激情,而鲁莽型无自制者则屈服于较大的激情;对于那些甚至能够进行考虑的人来说,显而易见激情并未猛烈交战;而鲁莽者由于无法考虑,显然是被巨大的欲望所强迫。从另一角度来看,如同全副武装般预先考虑过之后屈服,比未经预先考虑而屈服更为可耻;因为软弱型无自制者类似于那些极易喝醉的人,他们仅因少量的酒,并且比大众更少的分量就会醉倒。

语法注2 条
  1. 7.ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην

    关系代词 ὅς 在没有明确先行词的情况下使用,引出对前文 μαλακὸς καὶ τρυφῶν(柔弱且奢靡者)具体特征的例示描摹。在 ἵνα 从句中,定冠词不定词属格结构 ἀπὸ τοῦ αἴρειν 限定修饰 λύπην,动词 πονήσῃ 带有内宾语性质的宾格。

  2. 7.οἱ δὲ προπετεῖς, δι’ ὧν οὐ δύνανται βουλεύσασθαι δῆλοί εἰσιν ὑπὸ μεγάλων ἐπιθυμιῶν βιαζόμενοι

    此句属于 δῆλοί εἰσιν 搭配分词(βιαζόμενοι)的人称句式('显而易见他们正受到强迫……')。关系从句 δι’ ὧν οὐ δύνανται βουλεύσασθαι 中的中性复数 δι’ ὧν 表示'凭借他们无法深思熟虑的这一事实/诸种情形',充当判断依据的状语从句成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:149.10-150.34