- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:14.34-15.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯注解《尼各马可伦理学》第一卷第七章的后续内容,论证必须将精确性限制在切合质料与方法的范围之内,且各门科学的本原不应探求“为什么”,而是通过归纳、感觉或习惯化来确立。
Ὅτι 〈δεῖ〉 κατὰ τὸ προσῆκον τῇ ὕλῃ τοὺς περὶ αὐτῆς λόγους Ὅτι 〈δεῖ〉 κατὰ τὸ προσῆκον τῇ ὕλῃ τοὺς περὶ αὐτῆς λόγους ἀπαιτεῖν. καὶ ὅτι οὐκ ἐν ταῖς ἀρχαῖς τὸ διότι ζητήσομεν. κεφ. ιγʹ. Χρὴ δὲ καὶ τῶν προειρημένων λόγων μεμνῆσθαι καὶ τὴν ἀκρίβειαν μὴ ὁμοίως ἐν ἅπασιν ἀπαιτεῖν, ἀλλ’ ἐν ἑκάστοις κατὰ τὴν ὑποκειμένην ὕλην καὶ ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον οἰκεῖον τῇ μεθόδῳ. καὶ τέκτων καὶ γεωμέτρης οὐχ ὁμοίως ἐπιζητοῦσι τὴν ὀρθήν· ἕκαστος γὰρ ἐφ’ ὅσον οἰκεῖον τῇ προκειμένῃ μεθόδῳ· ὁ μὲν γὰρ τέκτων τοσοῦτον ἐπιζητεῖ, ὅσον χρησιμεῦσαι αὐτῷ πρὸς τὸ ἔργον, ὁ δὲ γεωμέτρης αὐτὴν τὴν ὀρθὴν ζητεῖ, τί ἐστι καὶ ποῖόν τι· οὐ γὰρ ἔργον τι κατασκευάσαι βούλεται δι’ αὐτῆς ἀλλὰ τὸν ἀληθῆ ζητεῖ περὶ αὐτῆς λόγον. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν τοῖς ἄλλοις ποιητέον, ὅπως μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γίνηται. εἰ γὰρ τὸν τέκτονα ἀπαιτήσομεν τὸν περὶ τῆς ὀρθῆς λόγον, ὅπερ πάρεργόν ἐστιν αὐτῷ πρὸς τὸ ἔργον, πλείονος ζητήσεως αὐτῷ δεήσει ἢ τὰ πρὸς τὰ τέχνης ἔργα.1 οὐκ ἀπαιτητέον δὲ οὐδὲ τὴν αἰτίαν ὁμοίως ἐν ἅπασιν. ἱκανὸν γὰρ ἔν τισιν, εἰ δειχθεῖεν καλῶς ὅτι εἰσὶ καὶ εἰ μὴ προσθήσομεν τὸ διότι. τοῦτο δὲ συμβαίνει καὶ περὶ τὰς ἀρχὰς τῶν ἐπιστημῶν· ἐν αὐταῖς γὰρ οὐ τὸ διότι ζητήσομεν ἀλλὰ τὸ ὅτι μόνον. καὶ τοῦτο ἐν πάσαις ταῖς ἐπιστήμαις ἀρχή ἐστιν· εἰ γὰρ ζητήσομεν τῶν ἀρχῶν αἰτίαν, οὐδέποτε ἀρξόμεθα ἀλλ’ ἐπ’ ἄπειρον βαδιούμεθα. φανερὸν δὲ γίνεται ἐν ταῖς ἀρχαῖς τὸ ὅτι ἢ ἐπαγωγῇ ἢ αἰσθήσει ἢ ἐθισμῷ· ἐπαγωγῇ μέν, ὥσπερ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· δείξομεν γὰρ ἀριθμούς τινας καὶ μεγέθη εἰσαγαγόντες· ἐπαγωγὴ γάρ ἐστιν ἡ ἀπὸ τῶν μερικῶν δεῖξις· αἰσθήσει δέ, ὅταν δεικνύῃ ὁ φυσικὸς τὸ πῦρ θερμὸν καὶ τὸ ὕδωρ ψυχρόν, ἅτινα ἀρχαί εἰσι τῆς ἐπιστήμης. ἐθισμῷ δὲ αἱ ἀρχαὶ τοῦ ἠθικοῦ γινώσκονται. καὶ γὰρ ἀδύνατον εἰς γνῶσιν ἐλθεῖν τῶν περὶ ἀρετῆς λόγων μὴ ἐν ἔθει γενόμενον τῶν σπουδαίων πράξεων, ὡς ἐν τῷ ϛ̅ εἴρηται κεφαλαίῳ. πειρατέον δὲ μετέρχεσθαι ἑκάστην τῶν ἀρχῶν καθὼς πέφυκε δείκνυσθαι, καὶ σπουδαστέον, ὅπως δι’ ὁρισμοῦ φανῶσι καλῶς. μεγάλην γὰρ παρέχουσι βοήθειαν ταῖς ἀποδείξεσι ταῖς ἑπομέναις αὐταῖς. καὶ διὰ τοῦτο φαίνεται πλέον ἢ τὸ ἥμισυ τῆς ἀποδείξεως δύνασθαι τὴν ἀρχήν,2 καὶ πολλὰ τῶν ζητουμένων ἐμφανῆ γίνεσθαι δι’ αὐτῆς· ἐν γὰρ τῇ μείζονι προτάσει ἀεὶ ἡ ἀρχὴ παραλαμβάνεται· ἡ δὲ μείζων πρότασις τὸ πᾶν δύναται τῆς ἀποδείξεως σχεδόν. καὶ ἴσως εἰ καὶ δι’ ἄλλην αἰτίαν, ἀλλὰ καὶ διὰ τοῦτο μείζων καλεῖται.
Ὅτι 〈δεῖ〉κατὰ τὸ προσῆκον τῇ ὕλῃ τοὺς περὶ αὐτῆς λόγους论应当依适合于质料的方式要求关于它的论说,且在诸本原中我们不应寻求“为什么”。第十三章。 然而必须铭记先前所说的话,不应在一切事物中同样地要求精确性,而应在每种事物中依其作为基底的质料,且在适合于其探究方法的程度之内去要求。木匠与几何学家并非同样地寻求直角;因为各自皆在适合于呈现在前的探究方法的程度内去寻求。木匠寻求直角,仅以对他的工作有用为限,而几何学家则寻求直角自身究竟是什么以及具有何种性质;因为他并不企图借助直角制作出某种成果,而是寻求关于它的真实论说。同样的方式亦当施行于其他事物,以免旁枝末节多于本职工作。因为若我们向木匠索求关于直角的论说(这对他自身的工作而言不过是旁枝末节),他所需要的探讨就会超过技艺工作本身所需。也不应当在一切事物中同样地要求原因。因为在某些事物中,只要它们之“是”被良好地显明,即便我们不补充“为什么”,也是足够的。这种情况在各门科学的诸本原中亦是如此;因为在诸本原中,我们不探求“为什么”,而只探求“是”。这在一切科学中皆为原则;因为若我们去寻求诸本原的原因,我们将永远无法开端,而会走向无穷。诸本原之“是”通过归纳、感觉或习惯化而得以显明:通过归纳,正如与同一事物相等者彼此亦相等,因为我们将引入某些数目与量度来加以表明,而归纳即是从个别事物出发的证明;通过感觉,正如自然学者表明火是热的水是冷的,这些正是该科学的本原。而伦理学的本原是通过习惯化被认识的;因为若不习惯于高尚的行为,便不可能获得关于德性之论说的知识,正如在第六章所言。必须尝试按各个本原天生适于被证明的方式去探究它们,并力求通过定义使其良好地显明。因为它们为后继的证明提供了巨大助益。正因如此,本原显现为拥有超过一半证明效力的力量,且许多寻求之物通过它而显明;因为在各大前提中本原始终被采用,而大前提几乎具有整个证明的力量。或许,即使还有别的原因,它被称为“大前提”也是由于此故。
- 1.πλείονος ζητήσεως αὐτῷ δεήσει ἢ τὰ πρὸς τὰ τέχνης ἔργα
此处为比较结构中的简略表达法(brachylogy)。无人称动词 δεήσει 支配数量属格 πλείονος ζητήσεως(更多的探求),连接词 ἤ 之后接中性复数短语 τὰ πρὸς τὰ τέχνης ἔργα。在句法上,它紧缩了诸如 ἢ ὅσου δεῖται τὰ πρὸς τὰ τέχνης ἔργα(比技艺工作所需)的分句,意指对木匠而言,考察直角本质所需要的探究将超过从事手艺工作本身所需要的探究。
- 1.φαίνεται πλέον ἢ τὸ ἥμισυ τῆς ἀποδείξεως δύνασθαι τὴν ἀρχήν
此为由动词 φαίνεται 引导的宾格加不定式结构。不定式逻辑主语为 τὴν ἀρχήν(本原),不定式为 δύνασθαι,而 πλέον ἢ τὸ ἥμισυ(超过一半)作内在宾格,与表示“具有……的力量/相当于”之意的 δύνασθαι 连用(化用了关于“开端是全体之半”的古老格言)。随后的 γάρ 从句则说明了本原在论证中具有如此力量的原因。
