- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:148.14-149.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯梳理了人们对待快乐与痛苦的态度,区分了自制、无自制、坚忍、柔弱、节制、放荡和迟钝等状态,并论证了自制优于坚忍,放荡比无自制更为恶劣。
Τίσι διαφέρουσιν ἀλλήλων ἐγκράτεια καὶ καρτερία καὶ σωφρο#2 τούτων δὴ οἱ μὲν ἡττῶνται μᾶλλον ἢ οἱ πολλοί, καὶ πρὸς αὐτὰς φέρονται, ὡς ὀλίγοι μοχθηροί, οἱ δὲ κρατοῦσιν ὧν οἱ πολλοὶ ἡττῶνται. ἐπεὶ δὲ λῦπαί εἰσι καὶ ἡδοναὶ ὧν ἡττῶνται καὶ κρατοῦσιν, οἱ μὲν τῶν ἡδονῶν κρατοῦντες ἐγκρατεῖς εἰσι, καὶ οἱ ἡττώμενοι ἀκρατεῖς, οἱ δὲ τῶν λυπηρῶν κρατοῦντες, ὥστε μὴ κινεῖσθαι ὑπ’ αὐτῶν, καρτερικοί, καὶ οἱ ἡττώμενοι καὶ ῥᾳδίως ὑπ’ αὐτῶν κινούμενοι μαλακοί. τὰ πλεῖστα δὲ οἱ ἄνθρωποι οὔτε καρτερικοί εἰσιν οὔτε μαλακοί, ἀλλὰ μεταξύ, εἰ καὶ πρὸς τὸ χεῖρον ῥέπουσι μᾶλλον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἕξεων ἔχει· πάλιν δὲ διοριστέον περὶ αὐτῶν ἀκριβέστερον. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν, αἱ δὲ οὔκ (ἐρρήθη δὲ περὶ αὐτῶν πρότερον, τίνες ἡδοναὶ καὶ μέχρι τίνος ἀναγκαῖαί εἰσιν), αἱ μὲν ὑπερβολαὶ οὐκ εἰσὶν ἀναγκαῖαι οὐδ’ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ λῦπαι ἔχουσιν· ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδονῶν, καὶ ἢ τὰς φύσει μεγάλας ἀεὶ ζητῶν ἡδονάς, ἢ τὰς φύσει μετρίας ὑπερβαλλόντως ζητῶν, οὐχ ἑλκόμενος βιαίως πως ὑπ’ αὐτῶν, ἀλλὰ μετὰ προαιρέσεως ἐπ’ αὐτὰς τρέχων, οὐ δι’ ἄλλο τι, δόξαν, φέρε εἰπεῖν, ἢ κέρδος, ἀλλ’ αὐτὰς δι’ ἑαυτάς, ἀκόλαστος·1 τὸν τοιοῦτον γὰρ ἀνάγκη μὴ μεταμέλεσθαι μετὰ τὴν ἡδονὴν καὶ διὰ τοῦτο ἀνίατον εἶναι· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος· τοιοῦτος δὲ ὁ ἀκόλαστος· ὁ δὲ ἔλαττον τοῦ δέοντος τὰ τοιαῦτα ζητῶν, ὁ ἐκ διαμέτρου ἀντικείμενος, ὅς ἐστιν ἀναίσθητος· ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. οὐ μόνον δὲ ὁ διώκων τὰς σωματικὰς ἡδονάς, ὃν εἴρηται τρόπον, ἀκόλαστός ἐστιν, ἀλλὰ καὶ ὁ φεύγων τὰς σωματικὰς λύπας, οὐχ ἡττώμενος αὐτῶν, ἀλλὰ προαιρούμενος ὁμοίως ἀκόλαστός ἐστι. τῶν δὲ ἀπροαιρέτως ἐπὶ τὰ ἡδέα φερομένων ὁ μὲν φέρεται διὰ τὴν ἡδονήν, ὁ δὲ ἵνα φύγῃ τὴν ἀπὸ τῆς ἐπιθυμίας λύπην· ὥστε διαφέρουσιν οὗτοι ἀλλήλων, ἔστι δὲ ὁ μὲν διὰ τὸ φεύγειν τὴν λύπην τὰ ἡδέα διώκων μαλακός, ὁ δὲ δι’ ἡδονὴν ἀκρατής. ἀντίκειται δὲ ὁ μὲν ἀκρατὴς τῷ ἐγκρατεῖ, ὁ δὲ καρτερικὸς τῷ μαλακῷ· ἡ μὲν γὰρ καρτερία ἐστὶν ἐν τῷ ἀντέχειν, ἡ δὲ ἐγκράτεια ἐν τῷ κρατεῖν· ἕτερον δὲ τὸ ἀντέχειν τοῦ κρατεῖν, ὥσπερ καὶ τοῦ μὴ ἡττᾶσθαι τὸ νικᾶν·2 διὸ βέλτιον καὶ αἱρετώτερον ἡ ἐγκράτεια τῆς καρτερίας· βέλτιον γὰρ νικᾶν ἢ μὴ ἡττᾶσθαι. φαίνεται δὲ ὅτι καὶ ἡ ἀκολασία χείρων τῆς ἀκρασίας ἐστι. φανερὸν γὰρ πᾶσιν ὡς χείρων ἐστὶν ὁ διώκων τὴν ἡδονὴν προαιρούμενος καὶ ἢ μὴ ἐπιθυμῶν ἢ ἠρέμα καὶ οὐ τυραννούμενος τοῦ ὑπὸ σφοδροτάτων ἐπιθυμιῶν τυραννουμένου·3 ἔστι δὲ ὁ μὲν πρῶτος ὁ ἀκόλαστος, ὁ δὲ δεύτερος ὁ ἀκρατής· ὥστε ἡ ἀκολασία χείρων τῆς ἀκρασίας ἐστίν. ὁ μὲν οὖν ἐγκρατὴς καὶ καρτερικὸς οὕτω διαφέρουσι, καὶ οὕτως αἱρετώτερον ἐγκράτεια καρτερίας, καὶ ἀκρασία ἀκολασίας ἀνεκτότερον.
Τίσι διαφέρουσιν ἀλλήλων ἐγκράτεια καὶ καρτερία καὶ σωφρο#2在这些[快乐和痛苦]之中,有些人比大众更容易屈服,并如少数卑劣之徒那样被引向它们,而另一些人则战胜了大众所屈服的事物。既然他们所屈服和战胜的是痛苦与快乐,那么战胜快乐的人就是自制者,屈服的人就是无自制者;而战胜令人痛苦之事以致不被其所动摇的人是坚忍的,屈服并且容易被其动摇的人则是柔弱的。然而,大多数人既非坚忍亦非柔弱,而是处于中间状态,尽管他们更容易偏向更坏的一边;其他品性状态的情况也是如此。但我们必须再次更精确地对它们作出界定。因为快乐中有些是必然的,有些则不是(关于哪些快乐以及到何种程度是必然的,此前已经讨论过),过度不是必然的,不足也不是必然的;欲望和痛苦也是如此。追求快乐之过度的人,要么总是寻求本性上巨大的快乐,要么过度地寻求本性上适度的快乐,他绝非以某种强力的方式被它们所拖拽,而是带着选择奔向它们,并非出于其他原因,比如名声或利益,而是为了它们自身——这样的人就是放荡者;因为这样的人必然在快乐之后不悔恨,并因此是不可救药的;不悔恨者是不可救药的,放荡者正是这样的人。而在必要程度之下寻求此类事物的人,则是截然相反对立的人,即迟钝者;处于中间的人则是节制者。而且,不仅以所述方式追求身体快乐的人是放荡的,逃避身体痛苦的人,若非屈服于它们而是出于选择这样做,同样也是放荡的。至于那些并非出于选择而被引向令人愉悦之事的人中,一人是因快乐而被引向,另一人则是为了逃避来自欲望的痛苦;因此他们彼此不同,为了逃避痛苦而追求令人愉悦之事的人是柔弱者,因快乐而追求的人是无自制者。无自制者与自制者相对立,坚忍的人与柔弱者相对立;因为坚忍在于抵挡,而自制在于战胜;抵挡不同于战胜,正如获胜不同于不败。因此自制比坚忍更好,也更值得选择;因为获胜优于不败。放荡显然也比无自制更恶劣。因为对所有人来说显而易见的是,出于选择而追求快乐,并且要么毫无欲望,要么只有微弱欲望而不受其奴役的人,要比被极其强烈的欲望所奴役的人更恶劣;前者是放荡者,后者是无自制者;因而放荡比无自制更恶劣。自制者与坚忍者的区别便在于此,自制也因此比坚忍更值得选择,而无自制比放荡更可容忍。
- 7.ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδονῶν ... ἀκόλαστος
以带冠词的分词 ὁ διώκων 开头的长句作为主语,经过数行修饰短语(καὶ ἢ τὰς φύσει... ζητῶν, οὐχ ἑλκόμενος... ἀλλὰ μετὰ προαιρέσεως... οὐ δι’ ἄλλο τι... ἀλλ’ αὐτὰς δι’ ἑαυτάς)后,最终与表语名词 ἀκόλαστος(省略 ἐστίν)相联结。需把握跨越长距离修饰的主干结构。
- 7.ὥσπερ καὶ τοῦ μὴ ἡττᾶσθαι τὸ νικᾶν
承接前句 ἕτερον δὲ τὸ ἀντέχειν τοῦ κρατεῖν(抵挡不同于战胜)的比较省略结构。需补出 ἕτερον [ἐστι];带冠词的不定词属格 τοῦ μὴ ἡττᾶσθαι 是 ἕτερον 所要求的离格/比较属格,而主格带冠词不定词 τὸ νικᾶν 为主语。
- 7.ὁ διώκων τὴν ἡδονὴν προαιρούμενος καὶ ἢ μὴ ἐπιθυμῶν ἢ ἠρέμα καὶ οὐ τυραννούμενος τοῦ ὑπὸ σφοδροτάτων ἐπιθυμιῶν τυραννουμένου
此结构用于表达比较级表语 χείρων ἐστίν 的比较对象。主语是分词 ὁ διώκων(追求者),由伴随分词 προαιρούμενος(出于选择)、ἢ μὴ ἐπιθυμῶν ἢ ἠρέμα(不欲望或微弱欲望)以及 οὐ τυραννούμενος(未受奴役)所修饰。由 χείρων 所统辖的比较属格是实质化分词 τοῦ ... τυραννουμένου(比受极其强烈欲望所奴役的人)。
