- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:147.14-148.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁将身体的快乐划分为人性的、兽性的和病态的三种,指出节制、放荡以及自制、坚忍仅关涉人性的快乐(特别是触觉和味觉),并阐明兽性虽然更可怕,但比起败坏理智的人性恶德而言仍是较轻的恶。
Τίσι διαφέρουσιν ἀλλήλων ἐγκράτεια καὶ καρτερία καὶ σωφρο#1 Τίσι διαφέρουσιν ἀλλήλων ἐγκράτεια καὶ καρτερία καὶ σωφροσύνη καὶ αἱ ἀντικείμεναι κακίαι. κεφ. ιαʹ. Νῦν δὲ ἔτι θεωρήσωμεν τὰς διαφορὰς σωφροσύνης καὶ ἐγκρατείας καὶ καρτερίας καὶ τῶν ἀντικειμένων ταύταις, ἀκολασίας ἀκρασίας καὶ μαλακίας. τῶν γὰρ σωματικῶν ἡδονῶν αἱ μέν εἰσιν ἀνθρωπικαί, αἱ δὲ θηριώδεις, αἱ δὲ νοσηματώδεις· ἀνθρωπικαὶ μὲν τοιαῦται, οἷαι τέρπειν φύσει τὸν ἄνθρωπον, τοσαῦται, ὅσαις χαίρει ἄνθρωπος ἢ ἀγαθὸς ἢ κακὸς τὴν ἀνθρωπίνην κακίαν, οἷον ἐπὶ πλούτῳ ἢ δόξῃ ἢ τροφῇ ἢ γάμῳ· ὁ γὰρ ἡδόμενος καὶ διώκων ἢ ὡς δεῖ ἢ ἐλλείπων ἢ ὑπερβάλλων τὸν λόγον, οὐ τὴν ἑαυτοῦ φύσιν, ὁ τοιοῦτος ἥδεται τὴν ἀνθρωπικὴν ἡδονήν·1 θηριώδεις δὲ αἱ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκπίπτουσαι κατὰ τὴν ποιότητα καὶ κατὰ τὴν ποσότητα· καὶ αἱ ὑπερβολαὶ δὲ τῶν ἀνθρωπίνων ἡδονῶν, ὅταν ὑπερβάλλωσιν ἑαυτὰς καὶ τῶν ἀνθρωπίνων ὅρων ἐκτὸς γένωνται, θηριώδεις εἰσί· νοσηματώδεις δὲ αἱ διὰ νόσον ἢ μανίαν ὑπερβάλλουσαι τὴν ἀνθρωπίνην ἡδονήν, καὶ αἱ παρὰ φύσιν· καὶ ὅλως, καθὼς ἐν τοῖς ἀνωτέρω διῄρηται 〈περὶ〉 τῆς θηριώδους ἡδονῆς, περὶ ταύτας τὰς ἡδονὰς παραπλήσιαί εἰσιν ἕξεις. ἀλλ’ ἡ σωφροσύνη καὶ ἀκολασία περὶ τὰς ἀνθρωπικὰς μόνον εἰσί. διὸ καὶ τὰ θηρία οὐ λέγομεν σώφρονα οὐδὲ ἀκόλαστα, εἰ μή που κατὰ μεταφορὰν καὶ οὐ κυρίως· καὶ τότε δὲ λέγομεν σώφρονα ἢ ἀκόλαστα θηρία, συγκρίνοντες πρὸς ἄλληλα· ἔχουσι γάρ τινα διαφορὰν περὶ τὰς σωματικὰς ἡδονάς· καὶ τὰ μὲν μᾶλλον χαίρουσι τοῖς τοιούτοις, τὰ δὲ ἧττον, κυρίως δὲ οὐ λέγονται ἀκόλαστα ἢ σώφρονα, ὅτι οὐδαμῶς ἔχουσι λόγον, ἀλλὰ πάντῃ τῆς φύσεως ταύτης ἀφέστηκεν, ὥσπερ οἱ μαινόμενοι τῶν ἀνθρώπων. διὰ τοῦτο καὶ ἔλαττον κακὸν ἡ θηριότης τῆς ἀνθρωπίνης κακίας, εἰ καὶ φοβερώτερον. ἡ μὲν γὰρ ἀνθρωπίνη κακία τὸ βέλτιστον τῶν ἐν τῷ ἀνθρώπῳ διαφθείρει, δηλονότι τὸν λόγον, ἡ δὲ θηριότης οὐδαμῶς· οὐ γὰρ ἔχει λόγον· ὥσπερ καὶ τὸ ἄψυχον κακὸν ἔλαττον τοῦ ἐμψύχου κακοῦ· τὸ γὰρ κακὸν τὸ ἔχον ἀρχήν, ἥτις αὐτὸ κινεῖ, βλαβερώτερον τοῦ μὴ ἔχοντος· τὸ γὰρ ἀκίνητον κακὸν ἀνεκτότερον τοῦ κινουμένου κακοῦ, καθόσον ἔλαττον δύναται δρᾶν. ὥσπερ οὖν τὸ ἔμψυχον κακὸν χεῖρον τοῦ ἀψύχου, ὅτι ἔχει ἀρχὴν ἐν αὑτῷ τὴν ψυχήν, ἥτις αὐτὸ κινεῖ, οὕτω καὶ τὸ λογικόν, ὅτι τοῦ ἀλόγου μᾶλλον ἀρχὴν ἔχει, βλαβερώτερον καὶ χεῖρον· μυριοπλάσια γὰρ ἂν 〈κακὰ〉 ποιήσειεν ἄνθρωπος κακὸς θηρίου.2 καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐχώμεθα δὲ τῶν προκειμένων. ἔστι μὲν οὖν περὶ ἕκαστον γένος τῶν προειρημένων ἰδία τις ἕξις. περὶ δὲ τὰς ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας ἐστὶ μὲν ἡ σωφροσύνη, ὡς προείρηται, ἐστὶ δὲ ἡ ἐγκράτεια καὶ ἡ καρτερία καὶ αἱ ἀντικείμεναι ταύταις· λέγω δὲ ἀνθρωπικὰς ἡδονὰς καὶ λύπας, περὶ ἃς ἡ σωφροσύνη, ὅσαι ἁφῇ καὶ γεύσει προσήκουσι.
自制、坚忍、节制以及与其对立的恶德彼此有何区别。第十一章 自制、坚忍、节制以及与其对立的恶德彼此有何区别。第十一章。 现在我们还要考察节制、自制、坚忍以及与这些对立的放荡、无自制和柔弱的区别。因为在身体的快乐中,有些是人性的,有些是兽性的,有些则是病态的。人性的快乐是那些本性上使人愉悦的快乐,是无论善人还是带有合乎人性的恶德的恶人所享受的那么多的快乐,例如对于财富、名声、食物或婚姻的快乐;因为无论以合宜的方式,还是在理智上有所不足或过分,但并不是[偏离]自身的本性而享受和追求的人,这样的人享受的正是人性的快乐。而兽性的快乐则是在性质和数量上脱离了人的本性的快乐;并且人性的快乐的过度,只要超过了自身并且超出人的界限,也都是兽性的。病态的快乐则是由于疾病或疯狂而超出人性的快乐,以及反常的快乐;总的来说,正如在前文中关于兽性快乐所区分的那样,关于这些快乐也存在着类似的状态。但节制和放荡仅关乎人性的快乐。因此我们也不把野兽称为节制的或放荡的,除非是出于隐喻而非严格意义;即使在隐喻时,我们也是通过彼此比较才把野兽称为节制的或放荡的;因为它们在身体的快乐上也具有某种差异,有些更喜好这些事物,有些则较不喜好,但严格说来它们并不被称为放荡的或节制的,因为它们绝无理智,而是全然远离了这种本性,正像那些发疯的人一样。因此,兽性虽然更令人恐惧,但比人性的恶德是更轻的恶。因为人性的恶德败坏了人身上最好的东西,即理智,而兽性则决非如此;因为它并不具有理智;这正如无生命的恶小于有生命的恶一样。因为具有动之原则的恶比不具有这一原则的恶更为有害;不动之恶比运动之恶更能容忍,因其能做的事情较少。因此,正如具有灵魂之恶比无生命之恶更坏,是因为它自身之中具有动之原则即灵魂;理性之物同样也是如此,由于它比非理性之物更具原则,因此更为有害且更坏;因为一个恶劣的人能做出的恶事,会是野兽的一万倍。关于这些就谈到这里;让我们回到所提出的论题上。因此,关于前述各种类型中的每一种,都存在着某种特有的状态。而关于人性的快乐与痛苦,正如前文所述,存在着节制,也存在着自制、坚忍以及与这些对立的状态;而我所说作为节制所关涉的人性快乐与痛苦,是指凡属于触觉和味觉的那些快乐与痛苦。
- 7.ὁ γὰρ ἡδόμενος καὶ διώκων ἢ ὡς δεῖ ἢ ἐλλείπων ἢ ὑπερβάλλων τὸν λόγον, οὐ τὴν ἑαυτοῦ φύσιν, ὁ τοιοῦτος ἥδεται τὴν ἀνθρωπικὴν ἡδονήν
句首的分词短语 ὁ ἡδόμενος καὶ διώκων ... 由其后的指示代词 ὁ τοιοῦτος 作总结性的呼应复指,构成主句动词 ἥδεται 的主语。短语 τὸν λόγον, οὐ τὴν ἑαυτοῦ φύσιν 充当 ἐλλείπων ἢ ὑπερβάλλων 的宾语(或标准),表现出在理智(逻各斯)的标准上有所不足或过分,而非背离自身本性的对比关系。
- 7.μυριοπλάσια γὰρ ἂν 〈κακὰ〉 ποιήσειεν ἄνθρωπος κακὸς θηρίου
θηρίου 是从属于倍数形容词 μυριοπλάσια 的比较属格,意为“比野兽多出一万倍[的恶]”。由 ἄν 与祈愿语气 ποιήσειεν 构成的潜在祈愿句表示能力或可能性。
