← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§145.29-147.13

欲望无自制比血气无自制更为可耻的理由

赫利奥多鲁斯意译了亚里士多德《尼各马可伦理学》卷七第6章,从四个论据(对理智的依从程度、自然性、是否有奸计谋略、痛苦与快乐)论证了欲望的无自制比血气(愤怒)的无自制更为可耻且不正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Ὅτι ἡ τῆς ἐπιθυμίας ἀκρασία αἰσχίων τῆς τοῦ θυμοῦ. κεφ. ιʹ Ὅτι ἡ τῆς ἐπιθυμίας ἀκρασία αἰσχίων τῆς τοῦ θυμοῦ. κεφ. ιʹ. Ζητητέον δὲ ὁποτέρα ἀκρασία τῆς ἑτέρας αἰσχίων, ἡ τῶν ἐπιθυμιῶν ἢ 〈ἡ〉 τοῦ θυμοῦ. δοκεῖ δὲ ἡ τῶν ἐπιθυμιῶν αἰσχίων εἶναι τῆς τοῦ θυμοῦ ἀκρασίας. ὁ μὲν γὰρ θυμούμενος οὐ πάντη παρακούει τοῦ λόγου, ἀλλὰ κατά τι καὶ ὑπακούει καὶ παρακούει, καθάπερ οἱ ταχεῖς τῶν διακόνων, οἳ πρὶν ἀκοῦσαι πᾶν τὸ προσταττόμενον ἐκθέουσιν, εἶτα διαμαρτάνουσι τῆς προστάξεως, ἢ ὥσπερ οἱ κύνες πρὶν σκέψασθαι εἰ φίλος ὁ προσιών, πρὸς τὸν ψόφον μόνον ὑλακτοῦσιν· οὕτω καὶ ὁ θυμὸς διὰ θερμότητα καὶ ταχύτητα τῆς φύσεως ἀκούσας1 τοῦ λόγου μόνον, οὐκ ἐπίταγμα δὲ ἀκούσας, ὁρμᾷ πρὸς τὴν τιμωρίαν. ὁ μὲν γὰρ λογισμὸς ἢ ἡ φαντασία τοῦτο δείκνυσι μόνον, ὅτι οὗτος ὑβρίζει ἢ καταφρονεῖ ἢ ζημιοῖ. ὁ δὲ θυμός, ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ τοιούτῳ πολεμεῖν, εὐθὺς χαλεπαίνει. οὕτω μὲν οὖν ὁ θυμὸς ἕπεται κατά τι τῷ λόγῳ. ἡ δὲ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ἡ αἴσθησις ἢ ὁ λογισμὸς διεφθαρμένος ὑπὸ τῆς αἰσθήσεως, ὅτι τόδε ἡδύ, ὁρμᾷ εὐθὺς πρὸς τὴν ἀπόλαυσιν· ὥσθ’ ὁ μὲν θυμὸς ἀκολουθεῖ τῷ λόγῳ πως, ἡ δὲ ἐπιθυμία οὔ. αἰσχίων οὖν διὰ τοῦτο ὁ πρὸς τὴν ἐπιθυμίαν ἀκρατὴς τοῦ πρὸς θυμόν· ὁ μὲν γὰρ ἀκρατὴς τοῦ θυμοῦ κρατεῖται ὑπὸ λόγου τρόπον τινά, ὁ δὲ τῆς ἐπιθυμίας ἀκρατὴς ὑπὸ τῆς ἐπιθυμίας κρατεῖται. ἔτι ταῖς μᾶλλον φυσικαῖς ὀρέξεσιν ἀκολουθεῖν κουφότερον κακὸν τοῦ ἕπεσθαι ταῖς ἧττον φυσικαῖς· μᾶλλον γὰρ ἀξιοῦται τὸ τοιοῦτον συγγνώμης· ἀλλὰ ἡ τοῦ θυμοῦ ἀκρασία φυσικώτερον τῆς ἀκρασίας τῶν ἐπιθυμιῶν, λέγω δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμιῶν καὶ τῶν ὑπερβαλλουσῶν, οἷον χρημάτων καὶ δόξης· ὥστε ἀνεκτότερον κακὸν ἡ τοῦ θυμοῦ ἀκρασία τῆς τῶν ἐπιθυμιῶν. ὅτι δὲ τὸ μᾶλλον φυσικὸν μᾶλλον συγγνωστόν, δῆλον. ἐγκαλούμενος γάρ τις ὅτι τύπτει τὸν πατέρα, ἀπελογεῖτο φυσικὸν αὐτῷ εἶναι τὸν θυμὸν τὸν τοιοῦτον καὶ τὴν περὶ αὐτὸν ἀκρασίαν, καὶ γὰρ καὶ τὸν πατέρα αὐτοῦ τοιοῦτον εἶναι πατραλοίαν καὶ ἔτι τὸν πάππον καὶ τὸν ἑαυτοῦ υἱὸν ἔσεσθαι καὶ τυπτήσειν αὐτὸν ἐπειδὰν ἀνὴρ γένηται. καί τις ἑλκόμενος ὑπὸ τοῦ υἱοῦ ἐκέλευεν αὐτὸν πρὸς ταῖς θύραις παύεσθαι, “καὶ γὰρ ἐγὼ τὸν πατέρα τὸν ἐμὸν εἵλκυσα”, φησί, “μέχρις ἐνταῦθα”. φαίνεται τοίνυν ὅτι ἀπολογίαν τινὰ δίδωσι τοῖς αἰσχροῖς τὸ πεφυκέναι πρὸς αὐτὰ καὶ ἀνεκτότερον ποιεῖ τὸ ἔγκλημα. ὅτι δὲ καὶ φυσικώτερον ἡ τοῦ θυμοῦ ἀκρασία τῆς τῶν ἐπιθυμιῶν δῆλον· ἁπλῶς γὰρ θυμοῦσθαι φυσικώτερόν ἐστι τοῦ ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων. τὸ μὲν γὰρ θυμοῦσθαι διὰ σωτηρίαν τῆς φύσεως ἐνετέθη τῇ φύσει, ἵνα τὸ βλαβερὸν ἀποσείηται, καὶ εἰς τοῦτο φέρει, ἡ δὲ τῶν μὴ ἀναγκαίων ἐπιθυμία οὐκέτι· ἔστι γὰρ καὶ ἄνευ νίκης ἢ τιμῆς διασώζειν τὴν φύσιν· διὰ τοῦτο καὶ κοινότερον τὸ θυμοῦσθαι τῶν ἐπιθυμιῶν τῶν μὴ ἀναγκαίων· τὸ μὲν γὰρ καὶ πᾶσιν ἀνθρώποις καὶ πᾶσι ζῴοις πρόσεστιν, αἱ δὲ οὐδὲ πᾶσιν ἀνθρώποις. ἐπεὶ δὲ τὸ θυμοῦσθαι τῶν τοιούτων ἐπιθυμιῶν φυσικώτερον, καὶ αἱ ὑπερβολαὶ τοῦ θυμοῦ φυσικώτεραι τῆς τῶν ἐπιθυμιῶν ὑπερβολῆς, ἡ ἄρα τοῦ θυμοῦ ἀκρασία φυσικώτερον καὶ διὰ τοῦτο ἧττον αἰσχρὰ τῆς τῶν ἐπιθυμιῶν. ἔτι τῶν ἀδίκων οἱ ἐπιβουλότεροι ἀδικώτεροι. ἐπιβουλοτέρα δὲ ἡ ἐπιθυμία τοῦ θυμοῦ· ἀδικωτέρα ἄρα. ὅτι δὲ ἐπιβουλοτέρα, δῆλον. λεληθότως γὰρ εἰσέρχεται καὶ οὐκ ἀθρόον ὥσπερ ὁ θυμός· καὶ οἱ θυμούμενοι φανεροί εἰσιν, οἱ δὲ ἐπιθυμοῦντες οὐ πάνυ φαίνονται, ὅτι λάθρα πως καὶ δόλῳ κλεπτόμενοι ἐπιθυμοῦσι·2 καὶ διὰ τοῦτο καὶ αὐτοὶ δόλῳ τινὶ καὶ κλοπῇ ἐπὶ τὰ ἐπιθυμητὰ φέρονται· ὅθεν καὶ Ὅμηρός φησι τὴν Ἀφροδίτην δολοπλόκον, καὶ τὸν κεστὸν ἱμάντα διὰ τοῦτο τῇ Ἀφροδίτῃ ἀνατιθέασι, τὸ ποικίλον ὑποφαίνοντες τῆς ἐπιθυμίας· καὶ τὸ πάρφασις, ἥτ’ ἔκλεψε νόον πύκα περ φρονέοντος εἰς τοῦτο φέρει. ὥστε εἴπερ ἀδικωτέρα ἡ τοιαύτη ἐπιθυμία, καὶ αἰσχίων τῆς τοῦ θυμοῦ ἡ περὶ τὴν ἐπιθυμίαν 〈ἀκρασία〉 ἐστί, καὶ κυρίως ἀκρασία καὶ ἡ ἀκολασία, ἥτις ἐστὶ κυρίως κακία. ἔτι οὐδεὶς λυπεῖται ταῖς ἀτόποις ἐπιθυμίαις ἀκολουθήσας, πᾶς δὲ ὀργιζόμενος λυπεῖται· κακίζεται δὲ μᾶλλον ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν ἥδεται ἢ ὃς ἐν τῷ ποιεῖν τὸ κακὸν λυπεῖται· ὁ γὰρ λυπούμενος δοκεῖ τινα διδόναι δίκην ὧν ἁμαρτάνει καὶ διὰ τοῦτο ἧττον κακίζεται· ὁ ἄρα ἀτόποις ἀκολουθῶν ἐπιθυμίαις μᾶλλον κακίζεται δικαίως ἢ ὁ θυμούμενος· χεῖρον ἄρα κακὸν ἡ περὶ τὴν ἐπιθυμίαν ἀκρασία τῆς τοῦ θυμοῦ· οἷς γὰρ ὀργίζεσθαι δικαιότερον, ταῦτ’ ἀδικώτερα.3 ὅτι μὲν οὖν αἰσχίων ἡ τῆς ἐπιθυμίας ἀκρασία τῆς τοῦ θυμοῦ, καὶ ὅτι ἐστὶν ἡ ἐγκράτεια καὶ ἀκρασία περὶ ἐπιθυμίας καὶ ἡδονὰς σωματικάς, δῆλον ἐκ τῶν εἰρημένων.

关于欲望的无自制比血气的无自制更为可耻。第十章 关于欲望的无自制比血气的无自制更为可耻。第十章。 应当探究欲望的无自制与血气的无自制究竟哪一种比另一种更为可耻。而欲望的无自制似乎比血气的无自制更为可耻。因为发怒的人并不是全然听不见理智,而是在某种程度上既顺从又听不全,正如那些匆忙的仆人,在听完全部命令之前便跑出去,随后误解了指令;又如那些狗,在看清走来的是否是朋友之前,仅凭声响就吠叫。血气同样也是如此,由于本性的温热与敏捷,它仅听到了理智,却没有听到命令,便冲向复仇。因为推论或表象仅指明了这一点,即此人在侮辱、蔑视或伤害;而血气仿佛推论出应当与这样的人作战,便立即发怒。因此,血气在某种程度上顺从理智。然而欲望,只要感觉或被感觉腐蚀的推论说这件东西是令人快乐的,便立即冲向享乐。所以血气在某种方式上遵从理智,欲望则不然。因此,在欲望上的无自制者比在血气上的无自制者更为可耻;因为血气上的无自制者以某种方式受理智支配,而欲望上的无自制者则受欲望支配。再者,顺从更符合本性的欲望,是比顺从较不符合本性的欲望更轻的恶;因为这类事情更值得原谅;然而血气的无自制比欲望的无自制更为自然——我指的是非必然的欲望和过度的欲望,例如对财富和名声的欲望;因此血气的无自制是比欲望的无自制更能容忍的恶。而更符合本性的事物更值得原谅,这是显而易见的。事实上,有人因殴打父亲而受控告时,为自己辩解说,这样的血气及与其相关的无自制对他而言是合乎本性的;因为他的父亲也是这样殴打父亲的人,他的祖父也是如此,他的儿子将来也会是这样,并在成年之后殴打他。又如有人被儿子拖拽时,命他在门口停下来,“因为我也把我的父亲”,他说,“拖到了这里”。由此可见,对可耻之事具有天赋的本性,为这些事提供了一种辩解,并使控罪更容易被容忍。而且,血气的无自制比欲望的无自制更符合本性,这也是显而易见的;因为单纯的发怒比欲求非必然之物更符合本性。发怒是为了自然本性的保全而被赋予本性的,以便摆脱有害之物,并且它导向这一目的;但对非必然之物的欲望则不再如此;因为即便没有胜利或荣誉,也能够保全本性。因此,发怒也比非必然的欲望更为普遍;前者存在于所有人以及所有动物之中,而后者甚至并不存在于所有人之中。既然发怒比这类欲望更符合本性,那么血气的过度也比欲望的过度更符合本性;所以血气的无自制更为自然,因此比欲望的无自制较不可耻。再者,在不正义的人中,更具奸谋的人更为不正义。而欲望比血气更具奸谋;所以它更为不正义。它更具奸谋是显而易见的;因为它是隐秘地潜入,而不像血气那样猛然暴发;发怒的人是显露在外的,欲求的人则不很明显,因为他们以某种暗中的、欺瞒的方式被暗中剥夺而欲求;因此他们自己也是带着某种诡计和隐秘奔向所欲求的事物。所以荷马也称阿佛洛狄忒为“巧织诡计者”,人们也因此将那条饰带归于阿佛洛狄忒,暗示出欲望的机巧狡黠;而那句“巧言抚慰,即便十分审慎之人的心智也被它暗中窃取”,也正是指此而言。因此,既然这类欲望更为不正义,那么关于欲望的[无自制]也就比关于血气的无自制更为可耻,并且是严格意义上的无自制以及放荡,而放荡正是严格意义上的恶德。再者,没有人在顺从了荒谬的欲望之后感到痛苦,但每一个动怒的人都会感到痛苦;而在行恶时感到快乐的人,比在行恶时感到痛苦的人受到更多的责难;因为感到痛苦的人似乎为自己所犯的过错付出了一定的惩罚,因此受到的责难较少;所以顺从荒谬欲望的人理应比发怒的人受到更多的责难。因此关于欲望的无自制是比血气的无自制更严重的恶;因为人们对其发怒更具正当性的事物,正是更为不正义的。因此,欲望的无自制比血气的无自制更为可耻,以及自制与无自制是关于身体的欲望和快乐的,这从上述讨论中是显而易见的。

语法注3 条
  1. 7.ἀκούσας τοῦ λόγου μόνον, οὐκ ἐπίταγμα δὲ ἀκούσας

    分词 ἀκούσας 分别支配了两个不同的格:前面的属格 τοῦ λόγου 表示感知层面上听到理智的声音,后面的宾格 ἐπίταγμα 则表示领会并听取具体的指令内容。配合 οὐκ ... δέ 的对仗结构,该句法准确表现了血气仅听到声音而未能完全听从指令的特征。

  2. 7.λάθρα πως καὶ δόλῳ κλεπτόμενοι ἐπιθυμοῦσι

    被动分词 κλεπτόμενοι 意为“被潜移默化地暗中剥夺/诱拐/蒙蔽”,与副词 λάθρα 和与格 δόλῳ 连用,作修饰主要动词 ἐπιθυμοῦσι 的方式状语分词,表明欲求之人是在理性不知不觉中被暗中侵蚀、蒙蔽的情况下产生欲望的。

  3. 7.οἷς γὰρ ὀργίζεσθαι δικαιότερον, ταῦτ’ ἀδικώτερα

    关系代词 οἷς 为与格,作 ὀργίζεσθαι 的宾语,其先行词是主句中的复数中性代词 ταῦτα(充当谓语形容词 ἀδικώτερα 的主语)。此处采用了将关系从句前置的强调句式:“对于它们发怒更具正当性的那些事物,正是更为不正义的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:145.29-147.13