- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:144.24-145.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯对令人愉悦之物进行了划分(本性的、对特定动物而言的,以及由于习惯、残损或邪恶而生的反自然快乐),并论证了在兽性或病态欲望上的克制与降服并非无限定的自制或不能自制,而是带有附加限定的。
Περὶ τῆς θηριωδίας καὶ τῆς κατ’ αὐτὴν ἀκρασίας. κεφ. θ’#2 τῶν γὰρ ἡδέων τὰ μέν ἐστιν ἡδέα φύσει καὶ πᾶσι ζῴοις, οἷον τροφὴ καὶ ὕπνος καὶ τὰ τοιαῦτα, τὰ δὲ φύσει μὲν ἡδέα, οὐ πᾶσι δὲ ἡδέα, ὥσπερ ἡ τοιάδε τροφή, οἷον τὸ πόαν φαγεῖν ἢ κρέα ἐνίοις τῶν ζῴων φύσει ἡδέα εἰσί, τὰ δὲ οὐδαμῶς φύσει ἡδέα ἀλλὰ ἢ διὰ ἔθη ἢ διὰ πηρώσεις ἢ διὰ μοχθηρίαν φύσεως, ἅτινά εἰσι φύσει κακά, περὶ ἃ ἡ θηριότης ἐστίν· οἷον τὴν ἄνθρωπον ἐκείνην λέγουσι ποιεῖν, τὰς κυούσας ἀνασχίζουσαν τὰ παιδία κατεσθίειν·1 ἢ οἷς ἥδοντο οἱ ἀπηγριωμένοι περὶ τὸν Πόντον ἄνθρωποι, οἱ μὲν ἰχθῦς ὠμοὺς ἐσθίοντες καὶ κρέα ὠμά, οἱ δὲ δανείζοντες τὰ τέκνα ἀλλήλοις εἰς εὐωχίαν· ἢ ὃ Φάλαρις ἐποίησε φαγὼν τὸν ἑαυτοῦ παῖδα. τοιαῦτα δὴ τὰ φύσει κακὰ καὶ ἡδέα, οὐ φύσει ἡδέα ἀλλὰ διὰ μοχθηρίαν μὲν φύσεως ἡδέα δοκοῦσι ταῦτα, τοῖς δὲ διὰ πηρώσεις τινὲς ἥδονται ἢ διὰ μανίαν ἢ ἄλλην τινὰ νόσον· διὰ μανίαν μέν, ὥσπερ ὁ μανεὶς καὶ φαγὼν τοῦ συνδούλου ἧπαρ ἢ ὁ τὴν μητέρα καθιερεύσας καὶ φαγών, διὰ νόσον δὲ ὁ ἐσθίων ἀνθράκων καὶ γῆς· ἐξ ἔθους δὲ γίνεται θηριώδης ὁ ταῖς παρὰ φύσιν ἡδοναῖς ἐκ προοιμίων τοῦ βίου συνεθισθεὶς καὶ χαίρων μὲν σιτίοις, οἷς οὐδεὶς ἥδεται ἀνθρώπων μὴ τῶν φυσικῶν ὅρων ἐκστάς, ἀκολασταίνων δὲ τὴν παρὰ φύσιν ἀκολασίαν· τούτων δέ ἐστι καὶ ὁ χαίρων τριχῶν τίλσει ἢ ὀνύχων τρώξει· ταῦτα δὲ καὶ διὰ μοχθηρίαν φύσεως γίνεται. ὅσοι μὲν οὖν διὰ μοχθηρίαν φύσεως τοῖς φύσει κακοῖς ἥδονται, οὐκ εἰσὶν ἀκρατεῖς· οὐ γάρ ἐστιν αὐτοῖς ὀρθὸς λόγος, ᾧ ἀνθίστανται· ὁμοίως δὲ οὐδὲ ὅσοι ἐξ ἔθους ἢ νοσήματος ἢ μανίας, ἀλλὰ τὸ ἥδεσθαι τοῖς τοιούτοις ἔξω ἐστὶ παντελῶς τῶν τῆς κακίας ὅρων. εἰ δέ τις τούτων τῶν ἐπιθυμιῶν νῦν μὲν κρατεῖ, νῦν δὲ ἡττᾶται, οὐ λέγεται ἀκρατὴς ἁπλῶς, ἀλλὰ μετὰ προσθήκης, οὐδὲ ἐγκρατὴς ἁπλῶς ἀλλὰ μετὰ προσθήκης, οἷον ἐγκρατὴς τὴν θηριωδίαν2 καὶ ἀκρατὴς ὁμοίως· οὐ γάρ ἐστιν ἡ θηριωδία περὶ τὰ αὐτὰ τῇ ἀκολασίᾳ, ὥσπερ ἡ ἁπλῶς ἐγκράτεια· ἡ μὲν γὰρ ἀκολασία περὶ τὰς φυσικάς ἐστιν ἡδονὰς ὁμοίως καὶ ἡ ἁπλῶς ἐγκράτεια, ἡ δὲ θηριωδία περὶ τὰς παρὰ φύσιν. πᾶσα μὲν γὰρ ὑπερβάλλουσα κακία καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἱ μὲν θηριώδεις, αἱ δὲ νοσηματώδεις εἰσίν. ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῦς, θηριώδη δειλίαν δειλός,3 νοσηματώδης δέ, οἷος ἦν ὁ δεδιὼς τὴν γαλῆν διὰ νόσον· καὶ ἐπὶ τῆς ἀφροσύνης οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνῃ αἰσθήσει ζῶντες, ὥσπερ τινὰ γένη τῶν πόρρω βαρβάρων, θηριώδη ἀφροσύνην ἄφρονες, οἱ δὲ διὰ νόσους ἐπιληπτικὰς ἢ μανίας νοσηματώδεις. ταύτας δὲ τὰς ἕξεις δυνατὸν καὶ ἔχειν καὶ μὴ κρατεῖσθαι ὑπ’ αὐτῶν, ὥσπερ εἰ Φάλαρις ἐκράτει τῆς ἐπιθυμίας, ἐπιθυμῶν παιδίου φαγεῖν, δυνατὸν δὲ καὶ κρατεῖσθαι ὑπ’ αὐτῶν. τὴν γοῦν τοιαύτην ἀκρασίαν καὶ ἐγκράτειαν οὐχ ἁπλῶς ἀκρασίαν καὶ ἐγκράτειαν ἐροῦμεν, ἀλλὰ μετὰ προσθήκης, καθὼς ἐν τοῖς ἀνωτέρω εἴρηται, ἀκρασία θηριώδης ἢ ἀκρασία νοσηματώδης, καὶ ἐγκράτεια θηριώδους κακίας ἢ ἐγκράτεια νοσηματώδους κακίας· ἀκρασία δὲ ἁπλῶς ἡ περὶ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη. ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνη, καὶ ὅτι ἡ περὶ τὰ ἄλλα ἡδέα ἄλλο τι εἶδός ἐστιν ἀκρασίας κατὰ μεταφορὰν λεγόμενον καὶ οὐ κυρίως, εἴρηται.
论兽性及与之相应的不能自制。第九章因为在令人愉悦之物中,有些在本性上且对所有动物而言都是令人愉悦的,例如滋养、睡眠及诸如此类之物;另一些虽在本性上令人愉悦,但并非对所有受造物都令人愉悦,正如某种特定的食物——例如吃草或吃肉对某些动物而言在本性上是令人愉悦的;还有一些则绝非在本性上令人愉悦,而是或者由于习惯,或者由于机能残损,或者由于本性的邪恶而变得令人愉悦,这些事物在本性上是恶的,兽性便关涉它们。例如人们所说的那位妇女所作的,剖开孕妇的腹部并吞食其婴儿;又如本都一带野蛮化的人们所喜好的,有人吃生鱼和生肉,有人将孩子借给彼此以供宴乐;抑或法拉里斯吞食自己的儿子所做下的事。本性上恶且令人愉悦的事物确实就是如此的——它们绝非在本性上令人愉悦,而是由于本性的邪恶才显得令人愉悦;而对于另一些事物,某些人由于机能残损或疯狂或其他某种疾病而感到愉悦:由于疯狂的,正如发疯而吃掉同伴奴隶的肝脏者,或宰杀并吃掉母亲者;由于疾病的,则是吃木炭和泥土者。而由于习惯而变得具有兽性的人,是从生命之初就习惯于反自然的快乐,喜好任何未曾脱离自然界限的人都不会感到愉悦的食物,并放纵于反自然的放荡之中;喜好拔发或咬指甲者也属于此类,而这些事情也是由于本性的邪恶而产生的。因此,凡由于本性的邪恶而喜好本性上恶的事物的人,并不是不能自制者,因为在他们身上并不存在他们所抗拒的正当理性法则;同样,凡由于习惯、疾病或疯狂而如此行事的人也不是[不能自制者],相反,喜好此类事物完全超出了恶德的界限。但如果某人此时能克制这些欲望,彼时又被其击败,他就不被称为无限定的不能自制者,而是带有附加限定地被如此称呼,他也不被称为无限定的能自制者,而是带有附加限定地被如此称呼——例如在兽性上能自制,在兽性上不能自制亦然。因为兽性并不像无限定的能自制那样与放荡关涉同一类事物;放荡与无限定的能自制同样关涉自然的快乐,而兽性则关涉反自然的快乐。因为一切过度的恶德——愚昧、怯懦、放荡与残酷——有些是兽性的,有些则是病态的。凡本性如此以至于害怕一切、即便老鼠作声也害怕的人,在兽性的怯懦上是怯懦的;而病态者则是像那因疾病而害怕黄鼠狼的人那样。在愚昧方面,那些依本性而言无理性且仅凭感觉生活的人,正如远方蛮族的某些部落那样,在兽性的愚昧上是愚昧的;而那些因癫痫性疾病或疯狂而如此的人则是病态的。人既有可能具有这些状态而不被它们所制服——正如假如法拉里斯渴望吞食婴儿却克制了欲望那样——也有可能被它们所制服。无论如何,我们不会把这种不能自制和自制称为无限定的不能自制和自制,而是如上文所述带有附加限定地称其为兽性的不能自制或病态的不能自制,以及关涉兽性恶德的自制或关涉病态恶德的自制;而无限定的不能自制仅仅是关涉人类放荡的不能自制。因此,已经说明了:不能自制与自制仅仅关涉放荡与节制所关涉的那些事物,而关涉其他令人愉悦之物的不能自制是另一种借喻而言的、而非严格本义上的不能自制。
- 7.οἷον τὴν ἄνθρωπον ἐκείνην λέγουσι ποιεῖν, τὰς κυούσας ἀνασχίζουσαν τὰ παιδία κατεσθίειν
动词 λέγουσι 支配带不定式的宾格结构(τὴν ἄνθρωπον ἐκείνην ... ποιεῖν),而不定式 ποιεῖν 的具体所指则由分词 ἀνασχίζουσαν 和下位不定式 κατεσθίειν 作同位/阐释性展开。
- 7.ἐγκρατὴς τὴν θηριωδίαν
宾格 τὴν θηριωδίαν 与形容词 ἐγκρατής 搭配。虽然 ἐγκρατής 通常支配属格,但此处用作关系/限定宾格(accusative of respect/specification),意为“在兽性方面能自制的”。紧接着的 ἀκρατὴς ὁμοίως 同样承袭此一构词逻辑。
- 7.θηριώδη δειλίαν δειλός
宾格短语 θηριώδη δειλίαν 作为同源宾格修饰谓语形容词 δειλός(主语为 ὁ ... φύσει τοιοῦτος),以强调怯懦的极端程度(“在兽性的怯懦上是怯懦的”)。后文的 θηριώδη ἀφροσύνην ἄφρονες 亦属完全相同的构词构造。
