← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§143.28-144.24

快感的分类与不能自制及兽性的区分

作者将令人愉悦之物划分为本性上善的、恶的和居间的,指出对本性上善之物的过度仅是带有附加限定的不能自制,而对居间之物的过度会导致无限定的不能自制或恶德,对本性上恶之物的状态则属于兽性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Περὶ τῆς θηριωδίας καὶ τῆς κατ’ αὐτὴν ἀκρασίας. κεφ. θ’#1 Περὶ τῆς θηριωδίας καὶ τῆς κατ’ αὐτὴν ἀκρασίας. κεφ. θ’. Πάλιν τῶν ἡδέων τὰ μέν ἐστι φύσει ἀγαθά, τὰ δὲ φύσει κακά, τὰ δὲ μεταξύ. καὶ φύσει μὲν ἀγαθὰ ἡδέα εἰσίν, ἃ δι’ ἑαυτὰ καὶ οὐ δι’ ἄλλα ζητοῦμεν, οἷον δόξαν νίκην ὑγίειαν, φύσει δὲ κακὰ οἷον τὸ φαγεῖν ἄνθρωπον καὶ πιεῖν αἵματος ἀνθρωπίνου καὶ ἡ παρὰ φύσιν ἀκολασία, μεταξὺ δὲ τούτων, ὅσα δι’ ἑαυτὰ μὲν οὔτε ἀγαθά εἰσιν οὔτε κακὰ ἀλλὰ χρήσιμα πρός τι ἀγαθόν, οἷον τὰ σιτία καὶ τὸ ἱμάτιον καὶ ὁ γάμος· τὰ μὲν οὖν φύσει ἀγαθὰ καὶ τὰ μεταξύ, ἐπειδάν τις ζητῇ, ἐπαινεῖται, ἐὰν μὴ ὑπερβάλλῃ τὸν ὀρθὸν λόγον ἀλλ’ ὡς προσῆκε ζητῇ. καὶ γὰρ ἡ ὑπερβολὴ ἐν ἅπασιν οὐκ ἐπαινετόν, ἀλλ’ ἡ μὲν ἐν τοῖς φύσει ἀγαθοῖς ὑπερβολὴ ψεκτὸν μὲν οὐκ ἔστιν οὐδὲ μοχθηρόν, ὅτι τὰ διωκόμενα, ὡς εἴρηται, φύσει εἰσὶν ἀγαθὰ καὶ δι’ ἑαυτὰ ζητοῦνται, φευκτὸν δέ ἐστι καὶ φαῦλον· τοῦ γὰρ φιλεῖν τοὺς παῖδας, φύσει ὄντος ἀγαθοῦ, φεύγειν δεῖ τὴν ὑπερβολήν,1 καὶ μὴ καθάπερ ἡ Νιόβη, ἣ καὶ πρὸς τοὺς θεοὺς ὑπὲρ τῶν τέκνων ἐμάχετο, ἢ ὁ Σάτυρος ὡς θεὸν ἐπικαλούμενος τὸν πατέρα· λίαν γὰρ ἐδόκει μωραίνειν. ἀλλ’ οὐδὲ ἀκρασία ἐστὶν ἡ τοιαύτη ὑπερβολή. ἡ γὰρ ἀκρασία οὐ μόνον φευκτὸν ἀλλὰ καὶ τῶν ψεκτῶν ἐστι. λέγεται δὲ ἀκρασία δι’ ὁμοιότητά τινα, ἣν ἔχει περὶ τὴν ἀκρασίαν μετὰ προσθήκης,2 καθὼς εἴρηται ἀκρασία κέρδους ἢ ἀκρασία τιμῆς. καὶ ἀκρατὴς οὐχ ἁπλῶς ἀλλὰ ἀκρατὴς τιμῆς ἢ φιλοτεκνίας ἤ τινος τῶν τοιούτων· ὥσπερ κακὸν ἰατρὸν λέγομεν τὸν παρὰ τὴν ἐπιστήμην χρώμενον τοῖς νοσοῦσι, καὶ κακὸν ὑποκριτὴν τὸν μὴ ἀκριβῶς μιμούμενον ὃν ὑποκρίνεται, καὶ οὐχ ἁπλῶς κακόν, ὅτι οὐκ ἔστι κακία ἡ τοιαύτη παρατροπή, ἀλλὰ καθ’ ὁμοιότητα μετὰ προσθήκης. ἡ μὲν οὖν περὶ τὰ φύσει ἀγαθὰ καὶ ἡδέα ὑπερβολὴ οὕτως ἔχει. τῶν δὲ μεταξὺ ἀγαθῶν αἱ ὑπερβολαὶ μοχθηραί εἰσι καὶ ψεκταί, ὅτι τὰ τοιαῦτα ἀγαθὰ ἀφ’ ἑαυτῶν οὐκ ἔχουσι τὸ τοιαῦτα ἢ τοιαῦτα εἶναι, ἀλλὰ ἀπὸ τοῦ τέλους πρὸς ὃ τάττονται ἢ ἀγαθά εἰσιν ἢ κακά.3 καὶ διὰ τοῦτο, ἂν πρὸς τέλος ταχθῶσι μοχθηρόν, μοχθηρά εἰσι. τάττονται δὲ εἰς μοχθηρὸν τέλος, ὅταν μεθ’ ὑπερβολῆς διώκωνται· ὁ γὰρ ὑπερβάλλων ἐν τῇ χρήσει τῶν σιτίων καὶ τῶν ἐνδυμάτων καὶ τῶν ἄλλων ἀναγκαίων καὶ παρὰ τὸν ὀρθὸν λόγον αὐτοῖς χρώμενος εἰς τὴν ἀκολασίαν αὐτὰ τάττει. καὶ διὰ τοῦτο ἡ τούτων ἁπάντων ὑπερβολὴ μοχθηρία ἐστί. τινῶν δὲ καὶ ἁπλῶς ἀκρασία καὶ χωρὶς προσθήκης, περὶ ἃ καὶ ἡ σωφροσύνη ἐστὶ καὶ ἡ ἀκολασία. τῶν δὲ φύσει κακῶν καὶ ἡδέων οὐχ αἱ ὑπερβολαὶ μοχθηραί εἰσιν, ἀλλ’ ἁπλῶς αἱ περὶ ταῦτα ἕξεις, αἵ εἰσιν αἱ θηριώδεις· ἅπερ οὐδὲ φύσει ἡδέα εἰσί.

Περὶ τῆς θηριωδίας καὶ τῆς κατ’ αὐτὴν ἀκρασίας. κεφ. θ’#1 论兽性以及依于兽性的不能自制。第九章。 再者,在令人愉悦之物中,有些是本性上善的,有些是本性上恶的,有些则是居间的。本性上善且令人愉悦的事物,是指我们因其自身而非为了他物所追求的,例如声誉、胜利、健康;本性上恶的事物,例如食人肉、饮人血以及反自然的放荡;而介于它们之间的,则是那些因其自身既非善亦非恶,但对某种善有用的事物,例如食物、衣服和婚姻。因此,当某人追求本性上善的事物和居间的事物时,只要不超过正当理性法则,而是按应当的方式追求,便会受到称赞。因为在一切事物中过度都是不值得称赞的;然而,在那些本性上善的事物中的过度,虽然不是该受谴责的,也不是邪恶的——因为如前所述,所追求的事物在本性上是善的且因其自身而被追求——但它却是应当回避的,也是拙劣的。因为爱护子女固然在本性上是善的,但应当回避其过度,切莫像尼俄伯那样,她为了子女甚至与众神交战;或者像萨提洛斯那样,将父亲作为神明呼求(因为他表现得极度愚蠢)。但是,这种过度甚至不是不能自制;因为不能自制不仅是应当回避的,而且也属于该受谴责的事物。不过,它由于与不能自制具有某种相似性而带有附加限定地被称作不能自制,正如人们所说的在牟利上的不能自制或在荣誉上的不能自制那样。这样的人并非无限定的不能自制,而是在荣誉上、在爱子女上或在某种此类事物上不能自制;正如我们把违背医学知识对待病患的人称为拙劣的医生,把未能准确模仿所扮演角色的人称为拙劣的演员,而不称其为无限定的坏人一样,因为这种偏离并不是恶德,而是根据相似性并带有附加限定而说的。因此,关于本性上善且令人愉悦之物的过度情形便是如此。然而,居间之善的过度则是邪恶且该受谴责的,因为此类善的事物自身并不具有成为如此或彼样性质的特征,而是根据它们所被指向的目的来决定其是善还是恶。正因如此,如果它们被指向一个邪恶的目的,它们就是邪恶的。而当它们被过度追求时,它们就被指向了邪恶的目的;因为在食物、衣物及其他必需品的使用上过度,并且违背正当理性法则使用它们的人,把它们引向了放荡。因此,所有这些事物的过度都是邪恶;而在节制和放荡也都关涉的某些事物上,甚至是无限定且不带修饰的不能自制。然而,在那些本性上恶且令人愉悦的事物中,并非过度是邪恶的,而是关涉这些事物的状态无限定地就是邪恶的,这些状态就是兽性的状态;而这些事物甚至根本不是在本性上令人愉悦的。

语法注3 条
  1. 7.τοῦ γὰρ φιλεῖν τοὺς παῖδας, φύσει ὄντος ἀγαθοῦ, φεύγειν δεῖ τὴν ὑπερβολήν

    属格带冠词的不定式 τοῦ φιλεῖν τοὺς παῖδας 作为限定属格修饰名词 τὴν ὑπερβολήν。插入句 φύσει ὄντος ἀγαθοῦ 则是与 τοῦ φιλεῖν 一致的让步分词短语。

  2. 7.ἣν ἔχει περὶ τὴν ἀκρασίαν μετὰ προσθήκης

    关系节内的介词短语 περὶ τὴν ἀκρασίαν 与 ἔχει 一同具体说明先行词 ὁμοιότητά τινα 的指向,即它对于“不能自制”所具有的某种相似性;其后的 μετὰ προσθήκης 则在关系节之外修饰主句动词 λέγεται。

  3. 7.ἀφ’ ἑαυτῶν οὐκ ἔχουσι τὸ τοιαῦτα ἢ τοιαῦτα εἶναι, ἀλλὰ ἀπὸ τοῦ τέλους πρὸς ὃ τάττονται ἢ ἀγαθά εἰσιν ἢ κακά

    对照句结构:带冠词的不定式短语 τὸ τοιαῦτα ἢ τοιαῦτα εἶναι 作为 ἔχουσι 的直接宾语,表示此类事物自身不带有固定的性质倾向。随后的 ἀλλὰ 引导的分句则转换为直接的主谓陈述(ἀγαθά εἰσιν ἢ κακά),说明它们依所指向的目的而成为善或恶。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:143.28-144.24