- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:142.21-143.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对应于亚里士多德《尼各马可伦理学》第七卷第四章,本节区分了关涉肉体与必然性快苦的无限定的不能自制,与关涉财富、荣誉等非必然之善的带限定的不能自制,并进一步分析了无限定的不能自制与放荡之间的区别。
Τίς ὁ ἁπλῶς ἀκρατὴς καὶ ὁ ἁπλῶς ἐγκρατής. κεφ. ηʹ Τίς ὁ ἁπλῶς ἀκρατὴς καὶ ὁ ἁπλῶς ἐγκρατής. κεφ. ηʹ. Μετὰ δὲ ταῦτα ῥητέον, εἰ ἔστι τις ἁπλῶς ἀκρατὴς ἄνευ προσθήκης ἢ πάντες κατὰ μέρος, οἷον ἀκρατὴς θυμοῦ καὶ ἀκρατὴς δόξης· καὶ εἰ ἔστιν ἁπλῶς ἀκρατής, λεκτέον περὶ ποῖά ἐστιν ὑποκείμενα. ὅτι μὲν οὖν περὶ ἡδονὰς καὶ λύπας εἰσὶν ἅπαντες οἱ ἐγκρατεῖς καὶ καρτερικοὶ καὶ ἁπλῶς καὶ μερικοί, καὶ οἱ ἀκρατεῖς καὶ μαλακοί, φανερόν. ἐπεὶ δὲ τῶν ἡδέων τὰ μέν εἰσιν ἀναγκαῖα, τὰ δὲ οὐκ ἀναγκαῖα μέν, αἱρετὰ δὲ καθ’ ἑαυτὰ καὶ ἡδέα (λέγω δὲ ἀναγκαῖα μέν, ὧν χωρὶς οὐ δύναται συνεστάναι ἢ τὸ εἶδος καθόλου τὸ ἀνθρώπινον, ὥσπερ ὁ γάμος ἢ τὸ ἄτομον, ὥσπερ τροφὴ ἄνεσις ὕπνος καὶ τὰ τοιαῦτα· οὐκ ἀναγκαῖα δέ, αἱρετὰ καὶ ἡδέα δι’ ἑαυτά, οὐ διὰ τὴν σύστασιν τοῦ ἀνθρώπου, πλοῦτος τιμὴ νίκη καὶ τὰ τοιαῦτα), συμβαίνει καὶ ἐν ἀμφοτέροις ἡδέσιν ὑπερβολὰς εἶναι, καὶ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς δι’ ἑαυτὰ αἱρετοῖς, ὅταν τις αὐτοῖς χρήσηται πλέον ἢ δεῖ καὶ ὁ ὀρθὸς κελεύει λόγος αὐτοῖς χρήσασθαι. ὁ μὲν οὖν πρὸς τὰ ἡδέα ὑπερβάλλων τὰ μὴ ἀναγκαῖα οὐ λέγεται ἁπλῶς χωρὶς προσθήκης ἀκρατὴς ἀλλὰ ἀκρατὴς δόξης ἢ ἀκρατὴς πλούτου, ὡς ἕτερος ὢν ἐκείνου τοῦ κυρίως καὶ ἁπλῶς ἀκρατοῦς, ὀνομαζόμενος δὲ ἀκρατὴς διά τινα πρὸς ἐκεῖνον ὁμοιότητα, καθάπερ διαφέρει ὁ ἄνθρωπος ὁ τὰ Ὀλύμπια νενικηκὼς τοῦ ἁπλῶς ἀνθρώπου. καὶ γὰρ εἰ καὶ μικρόν ἐστι τὸ διάφορον αὐτῶν, ἀλλ’ ὅμως διαφέρει. καὶ ἕτερός ἐστι διὰ τὴν προσθήκην. ὅτι δὲ διάφορός ἐστιν ἡ περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ἀκρασία τῆς ἀκρασίας,1 δῆλον καὶ ἀπὸ τοῦ τὴν μὲν ἀκρασίαν ἁπλῶς ψέγεσθαι καὶ δοκεῖν οὐ μόνον ἁμαρτίαν ἀλλὰ καὶ κακίαν ἢ κυρίως ἢ κατά τι, τὴν δὲ μετὰ προσθήκης ἀκρασίαν οὐ ψέγεσθαι ὡς κακίαν. οἱ μὲν οὖν περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ὑπερβάλλοντες ἀκρατεῖς λέγονται μετὰ προσθήκης, οἱ δὲ περὶ τὰς ἀναγκαίας καὶ σωματικὰς ἡδονὰς ὑπερβάλλοντες, οὐ κρίνοντος καὶ συντιθεμένου τοῦ λόγου ἀλλὰ ἀνθισταμένου,2 καὶ τὰς μὲν ἡδονὰς ὑπερβαλλόντως διώκοντες, περὶ ἃς ἔφαμεν εἶναι τὸν σώφρονα καὶ τὸν ἀκόλαστον, τὰς δὲ λύπας φεύγοντες πλέον ἢ προσῆκεν, οἷον πείνης δίψης καὶ ἀλέας καὶ ψύχους καὶ πάντων τῶν περὶ ἁφὴν καὶ γεῦσιν, οἱ τοιοῦτοι ἀκρατεῖς λέγονται, οὐ μετὰ προσθήκης ἀλλὰ ἁπλῶς. δῆλον δὲ καὶ ἀπὸ τοῦ ἀκολάστους λέγεσθαι τοὺς περὶ ταῦτα ὑπερβάλλοντας, τοὺς δὲ περὶ τὰ μὴ ἀναγκαῖα ἡδέα ὑπερβάλλοντας οὐδαμῶς. ὅτι γὰρ περὶ τὰς αὐτὰς σωματικὰς ἡδονὰς συμβαίνει εἶναι τὸν σώφρονα καὶ ἐγκρατῆ καὶ τὸν ἀκρατῆ καὶ ἀκόλαστον, εἰς ταὐτὸν τίθεμεν τὸν σώφρονα τῷ ἐγκρατεῖ καὶ τὸν ἀκόλαστον τῷ ἀκρατεῖ, εἰ καὶ οὐχ ὁμοίως ἔχουσι πρὸς ταύτας τὰς ἡδονάς. ὁ μὲν γὰρ ἀκόλαστος προαιρούμενος ἐπὶ τὴν ἐπιθυμίαν φέρεται, ὁ δὲ ἀκρατὴς μὴ προαιρούμενος, ἀλλὰ τοῦ ὀρθοῦ λόγου ἀνθισταμένου. τὸν μὲν οὖν ἀκρατῆ τῷ ἀκολάστῳ εἰς ταὐτὸν τίθεμεν καὶ τῷ σώφρονι τὸν ἐγκρατῆ καὶ περὶ τὰ αὐτὰ λέγομεν αὐτοὺς εἶναι, τὸν δὲ περὶ τὰς ἄλλας ἡδονὰς τὰς μὴ ἀναγκαίας ἀκρατῶς ἔχοντα οὐδαμῶς. εἰ δὲ καὶ περὶ τὰ αὐτά ἐστιν ἡδέα ὁ ἀκρατὴς τῷ ἀκολάστῳ, ἀλλὰ μᾶλλον ψέγεται ὁ ἀκόλαστος ὡς μᾶλλον ταῖς ἐπιθυμίαις δουλεύων. ὁ μὲν γὰρ ἀκρατὴς σφοδροτάτων ἐπιθυμιῶν ἡττᾶται (οὐ γὰρ ἦν ἄλλως, τοῦ ὀρθοῦ ἀνθισταμένου λόγου), ὁ δὲ ἀκόλαστος καὶ μικρῶν καὶ ἀσθενῶν ἐπιθυμιῶν ἡττᾶται διὰ τὸ μὴ ἀντιπράττειν αὐταῖς τὸν ὀρθὸν λόγον καὶ ζητεῖ τὰς ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας· καὶ εἰ μετρίων κινουσῶν ἐπιθυμιῶν οὕτως εἰς τὰς ὑπερβολὰς φέρεται, τίς ἂν γένοιτο, εἰ προσγένοιτο αὐτῷ ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων χρείας λύπη ἰσχυρά;
何谓无限定的不能自制者与无限定的自制者。第八章 何谓无限定的不能自制者与无限定的自制者。第八章。 在这些之后必须讨论,是否存在不加修饰、无限定的不能自制者,抑或所有人都是局部的不能自制者,例如在怒气上不能自制、在声誉上不能自制;以及如果存在无限定的不能自制者,必须说明他是关于何种对象的。显而易见,所有自制者和坚忍耐劳者,无论无限定的还是局部的,以及不能自制者和软弱者,皆关涉快乐与痛苦。然而,既然在令人愉悦之物中,有些是必然的,有些则不是必然的,而是因其自身值得选择且令人愉悦的(我所谓的必然之物,是指若缺少它们,要么作为普遍的人类物种无法存续,如婚姻,要么个体无法存续,如食物、休歇、睡眠之类;而非必然之物,则是因其自身值得选择且令人愉悦,而非为了人的存续,如财富、荣誉、胜利之类),所以在两类令人愉悦之物中皆会产生过度,无论在必然之物中还是在因自身值得选择之物中,当某人使用它们超过应当的限度,并超过正当理性法则所命令的使用程度时,便发生过度。因此,对非必然的愉悦之物过度者,不能不加限制地被称为无限定的不能自制者,而被称为在声誉上不能自制或在财富上不能自制;他不同于那位严格且无限定的不能自制者,而是由于与那人的某种相似性被称为不能自制者,正如在奥林匹亚获胜的人有别于一般的人一样。因为即便他们的差异很小,但终究是有区别的;他因这一附加限定而成为另一类人。关于非必然愉悦之物的不能自制有别于[无限定的]不能自制,这从以下事实中也是显而易见的:无限定的不能自制受到谴责,并且被认为不仅是一种过失,而且无论是严格意义上还是在某种意义上都是一种恶,而带有附加限定的不能自制则不作为恶受到谴责。因此,关于非必然愉悦之物过度的人被称为带有附加限定的不能自制者;而关于必然且肉体的快乐过度的人——并不是理性在作判断和赞同,而是理性在抵制——他们过度追求那些我们曾说过节制者和放荡者所关涉的快乐,并且超出应当的限度逃避痛苦,例如饥饿、口渴、炎热、寒冷以及一切关涉触觉和味觉的痛苦,这样的人则不是带有附加限定,而是无限定地被称为不能自制者。这一点从对这些事物过度的人被称为放荡者,而对非必然愉悦之物过度的人绝不被称为放荡者也可以看得很清楚。因为节制者与自制者、不能自制者与放荡者皆关涉相同的肉体快乐,即使他们对这些快乐并不抱持相同的态度,我们也把节制者与自制者、放荡者与不能自制者归入同类。因为放荡者出于抉择投向欲望,而不能自制者并非出于抉择,而是在正当理性抗拒的情况下投向欲望。因此,我们把不能自制者与放荡者归入同类,把自制者与节制者归入同类,并说他们关涉相同的事物,但对于关涉其他非必然快乐而处于不能自制状态的人,我们绝不这样归类。然而,即便不能自制者与放荡者关涉相同的快乐,放荡者受到更多的谴责,因为他更加顺从于欲望。因为不能自制者是被极其强烈的欲望所压倒(因为在正当理性抗拒的情况下,不可能有别的情形),而放荡者甚至被微小软弱的欲望所压倒,因为正当理性不对欲望进行抗争,而且他追求过度并逃避适度的痛苦;如果当适度的欲望驱动时他就这样投向过度,那么倘若向他施加少壮强烈的欲望以及关于必然之物的需要的剧烈痛苦,他会变成什么样子呢?
- 7.τῆς ἀκρασίας
由 διάφορος 支配的比较属格。此处虽然只写作 τῆς ἀκρασίας,但在上下文中指“无限定的不能自制”(ἡ ἁπλῶς ἀκρασία),用以与前面提到的关涉非必然愉悦之物的带限定的不能自制相比较。
- 7.οὐ κρίνοντος καὶ συντιθεμένου τοῦ λόγου ἀλλὰ ἀνθισταμένου
独立属格结构,用以说明主语“关于必然且肉体的快乐过度的人”(οἱ δὲ περὶ τὰς ἀναγκαίας καὶ σωματικὰς ἡδονὰς ὑπερβάλλοντες)行动时的内在状态与伴随情境,强调理性并未作出赞同判断,而是在进行抗拒。
