- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:141.7-142.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过将受情感支配的不能自制者比作沉醉者和演员,作者从实践三段论的结构论证了欲望所压倒的并非普遍知识,而是支配个别行动的小前提,从而证实了苏格拉底观点的合理性。
Τίνα τρόπον γινώσκει ὁ ἀκρατής. κεφ. ζʹ. 250#2 κατὰ τοῦτον δὲ τὸν τρόπον ἔχουσι τὴν ἐπιστήμην καὶ οἱ ἐν τοῖς πάθεσιν ὄντες· μεθύουσι γὰρ ὑπὸ τῆς ἐπιθυμίας καὶ μαίνονται1 ὑπὸ τοῦ θυμοῦ· καὶ ὥσπερ ἐπὶ τῶν μαινομένων καὶ οἰνωμένων καὶ αὐτῶν τὰ σώματα ἀλλοιοῦνται καὶ μεθίστανται φανερῶς ὑπὸ τῶν τοιούτων παθῶν· καὶ γὰρ χρῶμα καὶ βλέμμα, ἔνιοι δὲ καὶ καθαρῶς μαίνονται. φανερὸν οὖν, ὅτι ἡ ἐπιστήμη τῶν ἀκρατῶν ὁμοίως ἔχει τῇ τῶν μεθυόντων καὶ μαινομένων. εἰ δὲ καὶ λέγουσι λόγους τῆς ἐπιστήμης, οὐ παρὰ τοῦτο φαίνονται μὴ ὁμοίως ἔχειν τοῖς εἰρημένοις· καὶ γὰρ καὶ οἱ μεθύοντες ἀποδείξεις καὶ ἔπη λέγουσιν Ἐμπεδοκλέους· ὥσπερ καὶ οἱ ἄρτι μανθάνοντες παῖδες συνείρουσι μὲν τοὺς λόγους, ἴσασι δὲ οὔπω πρὶν ἐν ἔθει γενέσθαι καὶ ὥσπερ συμφῦναι, ὅπερ διὰ μακροῦ γίνεται χρόνου· ὥστε καθάπερ τοὺς ὑποκρινομένους, οὕτως ὑποληπτέον λέγειν καὶ τοὺς ἀκρατευομένους, οἱ πρόσωπα ὑποκρινόμενοι τὰ ἐν τοῖς ποιήμασιν ἔπη λέγουσι μέν, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν.2 ἔτι καὶ τόνδε τὸν τρόπον φυσικῶς ἄν τις συνίδοι τὴν αἰτίαν, δι’ ἣν γινώσκοντες οἱ ἀκρατεῖς τὸ ἀγαθὸν οὐχ αἱροῦνται. ἔστι δόξα καθόλου καὶ ἔστι δόξα μερική, ἥτις δὴ μερικὴ περὶ τὰ αἰσθητά ἐστιν· ὅταν δὲ ἀπὸ τῆς καθόλου καὶ τῆς μερικῆς δόξης ἄλλην τινὰ συναγάγωμεν δόξαν, ἀνάγκη, εἰ μὲν ἐστιν ἡ δόξα θεωρητική, καταφάναι τὴν διάνοιαν καὶ πιστεῦσαι ὅτι οὕτως ἔχει, εἰ δέ ἐστι πρακτικὴ ἡ δόξα, ἀνάγκη πράττειν εὐθύς, ἂν μή τις κωλύῃ, οἷον θεωρητικὴ μὲν δόξα, ὅτι ἐλλέβορος βλαβερὸν ἢ τὸ μέλι γλυκύ, ὅπερ εἰ συνάγομεν, πιστεύομεν μόνον, οὐ πράττομεν, πρακτικὴ δέ, ὅτι τοῦ γλυκέος γεύεσθαι δεῖ, ὅπερ εἰ συνάγομεν, πράξομεν καὶ γευσόμεθα. ὅταν οὖν αἱ μὲν δόξαι, καὶ ἡ καθόλου καὶ ἡ μερική, κελεύωσι πράττειν τι, οἷον, δεῖ γεύεσθαι τοῦδε, ὅτι τόδε γλυκύ, τοῦ δὲ γλυκέος γεύεσθαι δεῖ, ἡ δὲ ἐπιστήμη κελεύῃ καὶ ὁ καθόλου λόγος μὴ γεύεσθαι, τύχῃ δὲ καὶ ἐπιθυμία ἐνοῦσα τοῦ πράγματος, τὸ μὲν ἐκ τούτων συναγόμενον ἐνεργείᾳ ἔχει καὶ χρῆται αὐτῷ, τὸ δὲ καθόλου κωλύει γεύεσθαι, ἡ δ’ ἐπιθυμία μετὰ τῆς δόξης ἐπὶ τὸ γευστὸν ἄγει· δύναται γὰρ κινεῖν ἕκαστον τῶν μορίων, λέγω δὲ τὰς οἰκείας αἰσθήσεις τῷ ἐπιθυμητῷ, ὅρασιν εἰ ὁρατόν ἐστι τὸ ἡδύ, ὃ πρὸς ἑαυτὸ ἕλκει, καὶ γεῦσιν τὸ γευστόν· ὥστε συμβαίνει τὴν ἀκρασίαν ὑπὸ λόγου γίνεσθαι, καὶ δόξης τῆς ἐναντίας τῷ λόγῳ· ἔστι δὲ ἐναντία ἡ δόξα τῷ ὀρθῷ λόγῳ οὐ δι’ ἑαυτὴν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν· οὐ γὰρ ἡ δόξα τῇ ἰδίᾳ δυνάμει τοῦ λόγου τοῦ ὀρθοῦ κρατεῖ· ἀδύνατον γὰρ ἐπιστήμης δόξαν περιγενέσθαι ἀλλὰ τῇ δυνάμει τῆς ἐπιθυμίας, ἣ καὶ τὸ σῶμα μεθίστησι καὶ ἀλλοιοῖ· γίνεται δὴ ἡ ἀκρασία ὑπὸ λόγου καὶ δόξης ἀντιφθεγγομένης τῷ ὀρθῷ λόγῳ διὰ τῆς ἐπιθυμίας. διὰ τοῦτο οὐδὲ τὰ θηρία ἀκρατῆ δύνανται λέγεσθαι, ὅτι οὐκ ἔχουσι λόγον ᾧ ἀνθίσταται ἡ ἐπιθυμία, ἀλλὰ φαντασίαν τινὰ τῶν μερικῶν καὶ μνήμην. πῶς δὲ λύεται ἡ ἄγνοια τοῦ ἀκρατοῦς τῆς ἐπιθυμίας σβεσθείσης καὶ πάλιν γίνεται ὁ ἀκρατὴς ἐπιστήμων καὶ κατὰ τὴν ἐπιστήμην ἐνεργῶν, ὁ αὐτός ἐστι λόγος, ὅς ἐστι καὶ ἐν τῷ μεθύοντι καὶ καθεύδοντι· τοῦτο δὲ φυσιολόγων εἰδέναι. ὅταν δὲ ἐν τῷ πάθει γένηται ὁ ἀκρατής, τὴν ἐλάττω πρότασιν, τὴν κυρίαν τῶν πράξεων, τὴν ὅτι τόδε κακόν, ἢ οὐκ ἔχει οὐδαμῶς οὐδὲ ἐπίσταται ἢ οὕτως ἔχει ὥσπερ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἔπη τινὰ καὶ ἀποδείξεις λέγουσιν· ἄλλως τε, ὅτι οὐδὲ ἡ ἐλάττων πρότασις αὐτὴ καθ’ αὑτὴν ἐπιστημονική ἐστιν, ὥσπερ ἡ καθόλου καὶ μείζων. ὥστε ἔοικεν, ὃ ἐζήτει Σωκράτης συμβαίνειν·3 οὐ γὰρ παρούσης τῆς κυρίως εἶναι δοκούσης ἐπιστήμης, ἥτις ἐστὶν ἡ καθόλου, γίνεται τὸ πάθος· οὐ γὰρ ταύτης κρατεῖ ἡ ἐπιθυμία ἀλλὰ τῆς κυρίας τῶν πράξεων, ἥτις ἐστὶν ἡ ἐλάττων καὶ ἡ περὶ τὰ καθ’ ἕκαστα. ταύτην γὰρ διαφθείρει ὁ πράττων, ἥτις ἐστὶ περὶ τὰς πράξεις· καὶ αὕτη περιέλκεται διὰ τὸ πάθος, οὐχ ἡ καθόλου. περὶ μὲν οὖν τῆς γνώσεως τῶν ἀκρατῶν, εἰ γινώσκουσιν ὅλως τὸ ἀγαθὸν καὶ πῶς γινώσκοντες ἀκρατεύονται, τοσαῦτα εἰρήσθω.
Τίνα τρόπον γινώσκει ὁ ἀκρατής. κεφ. ζʹ. 250#2处于情感状态中的人也是以这种方式拥有知识的;因为他们因欲望而沉醉,因气愤而癫狂;正如在癫狂者和沉醉者那里一样,他们自身的肉体也显然受到此类情感的改变与扰动;实际上,脸色和眼神[皆发生改变],有些人甚至纯然发狂。因此显而易见,不能自制者的知识状态与沉醉者和癫狂者的状态是相似的。即便他们口述出于知识的言论,也不能因此看来他们并非处于与上述之人相似的状态;因为沉醉者也背诵证明和恩培多克勒的诗句;正如刚开始学习的孩子们也能将辞句串联起来,但在形成习惯并仿佛与之一体化之前尚未真正懂得,而这需要经过漫长的时间;因此正如扮演角色的演员一样,必须认为不能自制者也是这样说话的:扮演角色的人固然朗诵诗篇中的词句,但对于自己所说的话一无所知。此外,人们还可以通过以下自然学的方式省察不能自制者知晓善却不选择善的原因。有普遍的意见,也有个别的意见,而这后一种个别意见乃是关于感觉对象的;当我们从普遍意见和个别意见中推导出某种另外的意见时,如果该意见是理论性的,理智必然肯定并确信其如此;如果该意见是实践性的,除非受到阻碍,否则必然立即行动——例如理论性的意见如“藜芦有害”或“蜂蜜是甜的”,对此我们若进行推演,则仅止于确信,而不采取行动;而实践性的意见如“应当品尝甜食”,对此我们若进行推演,则将付诸行动去品尝。因此,当一方面这两种意见,即普遍意见和个别意见,皆命令做某事,例如“应当品尝此物,因为此物是甜的,而甜食应当品尝”,而另一方面知识和普遍的理性法则却命令不可品尝,且恰巧内心里存在着对该事物的欲望时,他虽然在现实态中拥有并运用从前者推导出的结论,然而普遍的理性却阻止品尝,而欲望伴随着意见引向可品尝之物;因为欲望能够驱动各部分器官——我是指对应于欲望对象的固有感官:如果引〔人〕向自身的令人愉悦之物是可见的,则驱动视觉,如果是可尝的,则驱动味觉。因此,不能自制乃是在理性法则以及与该法则相反的意见的作用下产生的;而意见与正当法则相反,并非由于其自身,而是由于欲望;因为意见绝非凭借其自身的力量压倒正当法则——因为意见压倒知识是不可能的——而是凭借扰动且改变肉体的欲望之力。因此,不能自制是在理性法则的作用下,以及在由于欲望而与正当法则唱反调的意见的作用下产生的。正因如此,野兽也不能被称为不能自制,因为它们并不拥有欲望与之对抗的理性,而仅仅拥有关于个别事物的某种表象与记忆。至于当欲望熄灭时,不能自制者的无知是如何解除的,以及不能自制者又是如何重新成为拥有知识并依据知识处于现实运作中的人,这与发生在沉醉者和入睡者身上的解释是相同的;而懂得这一点属于自然哲学家的职责。然而当不能自制者处于情感之中时,主导行动的小前提,即“此物是恶的”这一前提,他要么根本不拥有亦不知晓,要么就像沉醉者和癫狂者背诵某些诗句和证明那样拥有它;更何况,小前提本身并不像普遍的大前提那样自为地具有学问性。因此,看来苏格拉底所探寻的情形确实发生了;因为情感的产生并不是在严格意义上被视为知识的普遍知识临在之时;因为欲望所压倒的不是普遍知识,而是主导行动的前提,即小前提以及关于个别事物的前提。因为行动者败坏了这一关涉行动的前提;由于情感而被拖来拖去的乃是这一前提,而非普遍前提。因此,关于不能自制者的认知,他们究竟是否知晓善,以及他们如何知晓却又行事不能自制,就说这么多吧。
- 7.καὶ γὰρ χρῶμα καὶ βλέμμα, ἔνιοι δὲ καὶ καθαρῶς μαίνονται
承接前句(καὶ αὐτῶν τὰ σώματα ἀλλοιοῦνται καὶ μεθίστανται),在 καὶ γὰρ χρῶμα καὶ βλέμμα 之后省略了表示改变或扰动的谓语动词(如 ἀλλοιοῦται / μεθίσταται),需结合语境加以补足。
- 7.ὥστε καθάπερ τοὺς ὑποκρινομένους, οὕτως ὑποληπτέον λέγειν καὶ τοὺς ἀκρατευομένους, οἱ πρόσωπα ὑποκρινόμενοι τὰ ἐν τοῖς ποιήμασιν ἔπη λέγουσι μέν, ἴσασι δὲ οὐδὲν ὧν λέγουσιν
主句由表达应然的动词性形容词构成的宾格加不定式结构(ὑποληπτέον ... λέγειν ... τοὺς ἀκρατευομένους)所统领。接下来的 οἱ πρόσωπα ὑποκρινόμενοι 作为对应前文 τοὺς ὑποκρινομένους 的解释性主格名词短语(或因破格而自立的主语),引出说明演员朗诵诗句却一无所知的独立分句。
- 7.ὥστε ἔοικεν, ὃ ἐζήτει Σωκράτης συμβαίνειν
非人称使用的动词 ἔοικεν 统领不定式 συμβαίνειν,关系分句 ὃ ἐζήτει Σωκράτης(“苏格拉底所探求/主张的事情”)充当该不定式的意义主语,意为“看来苏格拉底所探寻的事情确实发生了”。
