- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:139.26-141.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
讨论指出将不能自制者的知区分为意见或知识并不能解决疑难,进而通过认知中“拥有”与“运用”的区分,以及实践推论中普遍前提与个别前提的非对称性(未能运用或未能知晓个别前提)来解释不能自制的产生。
Τίνα τρόπον γινώσκει ὁ ἀκρατής. κεφ. ζʹ. 250#1 Τίνα τρόπον γινώσκει ὁ ἀκρατής. κεφ. ζʹ. Τὸ μὲν οὖν δόξαν εἶναι τὴν γνῶσιν τῶν ἀκρατῶν, ᾗ ἀντιπράττουσι, καὶ μὴ ἐπιστήμην, οὐδὲν διαφέρει πρὸς τὸν λόγον·1 τοῦτο γὰρ ζητοῦμεν, εἰ βεβαία ἐστὶν αὐτῷ ἢ ἀμφίβολος ἡ γνῶσις τοῦ ἀγαθοῦ. συμβαίνει δὲ πολλάκις τὴν δόξαν οὕτω βεβαίως ἐγκεῖσθαι, ὥστε μὴ διαφέρειν ἐπιστήμης κατὰ τὸ ἀντιβαίνειν ταῖς ἐπιθυμίαις. καὶ ἔνιοι οὕτω πιστεύουσιν οἷς δοξάζουσιν, ὥσπερ οἱ ἐπιστήμονες τοῖς διὰ τῆς ἐπιστήμης γινωσκομένοις· ὥσπερ ὁ Ἡράκλειτος ἃ ἐδόξαζεν ᾤετο ἐπίστασθαι ἀκριβῶς, οἷον, ὅτι οὐκ ἔστι κίνησις καὶ τἄλλα ὅσα ἐτίθει. τῇ γοῦν τοιαύτῃ δόξῃ τοῦ ἀγαθοῦ ὁ ἀντιπράττων οὐδὲν διαφέρει τοῦ ἔχοντος τὴν ἐπιστήμην τοῦ ἀγαθοῦ καὶ πρὸς τὸ ἡδὺ φερομένου· ὁμοίως γάρ εἰσι μοχθηροί, καθόσον ὁμοίως ἰσχυρῷ λογισμῷ ἑκάτερος πολεμεῖ. ὥστε, ὃ ἐν τοῖς προειρημένοις ἠπορήθη, πῶς δυνατὸν τὸν εἰδότα τὸ ἀγαθὸν αἱρεῖσθαι τὸ κακόν, οὐχ οὕτω δύναται λυθῆναι. ζητητέον δὴ πῶς ἑτέρως λυθήσεται. λέγωμεν τοίνυν ὅτι τὸ ἐπίστασθαι καὶ κατὰ ἐπιστήμην γινώσκειν διττόν ἐστι. λέγεται γὰρ ἐπίστασθαι καὶ ὁ ἔχων τὴν ἐπιστήμην καὶ χρώμενος αὐτῇ, ὥσπερ εἴ τις γεωμέτρης ὢν καὶ γεωμετρεῖ λέγεται ἐπίστασθαι καὶ ὁ ἔχων μὲν τὴν ἐπιστήμην μὴ χρώμενος δὲ αὐτῇ, ὥσπερ γεωμέτρης λογοποιῶν ἢ ἄλλο τι πράττων, οὐ γεωμετρῶν· ὥσπερ οὖν ἐπὶ τοῦ γεωμέτρου θαυμαστὸν μέν ἐστιν, εἰ γεωμετρῶν ψευδῆ συναγάγοι, θαυμαστὸν δὲ οὐδέν, εἰ λογοποιῶν οὐ συνορᾷ, εἴ τις παρὰ τὴν γεωμετρίαν τὰ σχήματα θεωροίη, τὸν ἴσον τρόπον καὶ ἐπὶ τοῦ ἀκρατοῦς ἔχει. εἰ μὲν γὰρ ἐπιστάμενος ὁ ἀκρατὴς καὶ χρώμενος τῇ ἐπιστήμῃ καὶ κατ’ αὐτὴν θεωρῶν ἐπὶ τἀναντία ὧν ἐπίσταται φέρεται, θαυμαστόν, εἰ δὲ μὴ χρώμενος, κἂν ἐπιστήμην ἔχῃ, οὐ δεῖ θαυμάζειν. ἔτι καὶ ὅταν τις ἔχων τὴν ἐπιστήμην καὶ χρώμενος, ἂν μὴ τελείως χρῆται, οὐδὲν θαυμαστόν, εἰ μοχθηρός ἐστιν. ἐπεὶ γὰρ δυσὶ τρόποις προτάσεων ἀποδεικνὺς ἐπίσταται ὁ ἐπιστάμενος, καθόλου καὶ μερικῷ, ἐὰν ἀμφοτέρας ἔχων θατέρᾳ μὴ χρῆται,2 λέγω τῇ καθόλου, τῇ δὲ μερικῇ οὐ χρῆται, θαυμαστὸν οὐδὲν εἰ μοχθηρός ἐστιν, οἷον ἐπίσταταί τις, ὅτι τόδε πονηρόν, τὸ δὲ πονηρὸν οὐ δεῖ πράττειν, τόδε ἄρα οὐ δεῖ πράττειν. καὶ ἀμφοτέρων οὐσῶν ἐν τῇ ψυχῇ τῶν προτάσεων, ἐπειδὰν ἐπιθυμία τις ἐπί τι κινῇ πονηρόν, συμβαίνει τῇ μὲν καθόλου χρῆσθαι, ὅτι τὸ κακὸν οὐ δεῖ πράττειν καὶ θεωρεῖν κατ’ αὐτὴν τηνικαῦτα, τὴν δὲ μερικήν, ὅτι τόδε κακόν, ἔχειν μέν, οὐ χρῆσθαι δέ, οὐδὲ συνορᾶν ἐνεργείᾳ καὶ διὰ τοῦτο πρὸς τὴν μοχθηρίαν χωρεῖν, ὥσπερ ἀποτυφλωθέντα, τοῦτο δὲ οὐδὲν θαυμαστόν. εἰ γὰρ καὶ χρῆται τῇ καθόλου προτάσει, ἀλλὰ πράττειν οὐ δύναται κατὰ τὴν ἐπιστήμην μὴ χρώμενος καὶ τῇ μερικῇ· αὕτη γάρ ἐστιν ἡ κυρία τῶν πράξεων. ἢν γάρ τις εἰδῇ, ὅτι τοῖς ξηροῖς χρηστέον, μὴ εἰδῇ δὲ ὅτι τάδε ξηρά, οὐδὲν μᾶλλον χρήσεται τοῖς ξηροῖς· οὕτω δὴ καὶ ἐπὶ τούτων ἔχει· ἄν τις τῇ καθόλου χρῆται καὶ θεωρῇ, τῇ μερικῇ δὲ οὐ χρῆται, οὐδὲν τῆς ἐπιστήμης ἀπώνατο. αἱ μερικαὶ δὲ διαφέρουσι· τὰς μὲν γὰρ ἀνάγκη πᾶσα εἰδέναι, τῶν καθόλου γινωσκομένων, τὰς δὲ οὔ. ὅταν γὰρ τὸ καθόλου οὕτως ἔχῃ, ὥστε περιέχειν αὐτὸν τὸν συλλογιζόμενον ἢ τὸν ὁμοειδῆ, τῇ καθόλου γινώσκεται καὶ ἡ μερική, οἷον πᾶσιν ἀνθρώποις βλαβερὸν ὁ ἐλλέβορος, αὐτὸς δὲ ἄνθρωπος, αὐτῷ ἄρα βλαβερὸν ὁ ἐλλέβορος. ἐνταῦθα τῇ καθόλου καὶ ἡ μερικὴ συγγινώσκεται· οὐ γὰρ ἑαυτὸν δύναται ἀγνοεῖν ὅτι ἐστὶν ἄνθρωπος· ὁμοίως δὲ κἂν τοὺς ὁμοειδεῖς περιέχῃ· οὐδὲ γὰρ οὐδὲ αὐτοὺς ἀγνοεῖν δυνατόν. ὅταν δὲ ἡ καθόλου πρᾶγμά τι περιέχῃ, τότε οὐκ ἀνάγκη, τῆς καθόλου γινωσκομένης, καὶ τὴν μερικὴν γινώσκεσθαι, οἷον πᾶς ἐλλέβορος βλαβερόν, τόδε ἐλλέβορος, τόδε ἄρα βλαβερόν· ἐνταῦθα οὐκ ἀνάγκη γινώσκεσθαι τὴν μερικήν, τῆς καθόλου γινωσκομένης. τὴν τοιαύτην οὖν μερικὴν ὁ ἀκρατὴς ἢ οὐκ ἔχει ἢ ἔχων οὐ χρῆται. τὸ δὲ χρῆσθαι καὶ μὴ χρῆσθαι τοσούτῳ διαφέρει ἀλλήλων, ὥστε τὸν μὲν χρώμενον τῇ ἐπιστήμῃ καὶ ἁμαρτάνοντα ἄτοπόν τινα ἡγούμεθα καὶ θαυμάζομεν εἰ ἔστι τις οὕτως ἔχων, τὸν δὲ μὴ χρώμενον καὶ ἁμαρτάνοντα, οὐδαμῶς. ἔτι οὐ τούτῳ μόνῳ διαφέρουσιν οἱ ἐπιστάμενοι, τῷ τοὺς μὲν ἔχειν καὶ χρῆσθαι, τοὺς δὲ ἔχειν μέν, οὐ χρῆσθαι δέ, ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ ἔχειν διαφέρουσιν· οὐ γὰρ ὁμοίως ἔχουσι τὰς ἐπιστήμας οἱ ἐπιστάμενοι· ἔστι γὰρ ἔχοντά τινα ἐπιστήμην μὴ ἔχειν,3 οἷον τὸν καθεύδοντα καὶ μαινόμενον καὶ οἰνωμένον.
Τίνα τρόπον γινώσκει ὁ ἀκρατής. κεφ. ζʹ. 250#1论不能自制者以何种方式认知。第七章。 因此,不能自制者违背而行的认知是意见而非知识,这对论证并不造成任何区别;因为我们探究的正是这一点:他对善的认知究竟是确定的还是存疑的。然而意见往往如此牢固地扎根,以至于在抗拒欲望方面与知识并无差异。有些人对他们所持意见的笃信,正如拥有知识者对通过知识所认知的事物的笃信一样——正如赫拉克利特认为自己确切地知晓他所认为的事情,例如不存在运动以及他所提出的其他一切命题。无论如何,违背这种关于善的意见而行的人,与拥有关于善的知识却向令人愉悦之物奔赴的人毫无区别;因为在他们每个人都与同样强大的理性推论作战的限度上,他们同样是败坏的。因此,在先前的讨论中所存留的疑难——即知晓善的人怎么可能选择恶——并不能由此得到解决。因此必须探究应当如何通过其他方式解决。那么让我们说明,知晓以及依据知识认知是双重的。因为既拥有知识又运用知识的人被称为知晓,这正如某人是几何学家且正在进行几何推演;而拥有知识却不运用它的人也被称为知晓,正如几何学家在作演说或做其他事情而未进行几何推演。因此,正如对于几何学家而言,如果他在进行几何推演时得出虚假的结论是令人惊异的,但若他在作演说时没有看出有人考察图形违背了几何学,则丝毫不足为奇;对于不能自制者也是完全一样的。因为如果不能自制者知晓、运用知识并依据它进行观照,却向着与他所知相反的方向奔赴,那是令人惊异的;但若他没有运用,即便拥有知识,也不足为奇。此外,即便某人拥有知识并正在运用,如果他未完全地运用,那么他即便表现得败坏也丝毫不足为奇。因为既然认知者是通过普遍与个别这两种前提方式进行证明而认知的,那么在兼具二者却未运用其一的情况下——我是指,[运用]普遍前提,但未运用个别前提——即使他表现得败坏也丝毫不足为奇;例如某人知晓“此物是邪恶的,而邪恶之事不应当行,因此此物不应当行”。当灵魂中存在这两个前提时,一旦某种欲望驱使他奔向某种邪恶之物,便会出现这样的情况:一方面他运用普遍前提,即不应当行恶,并且当时依据它进行观照;但另一方面,他虽然拥有“此物是恶的”这一个别前提,却并未运用它,亦未在现实态中省察,并因此如同盲目了一般走向败坏;而这丝毫不足为奇。因为即便他运用了普遍前提,但若不同时运用个别前提,他便无法依据知识去行动;因为后者才是行动的主导者。如果有人知晓“应当摄取干燥之物”,却不知晓“这些是干燥之物”,他并不会因此去摄取干燥之物;在这些事情上亦是如此:若有人运用并观照普遍前提,却不运用个别前提,他便未从知识中获得任何益处。然而个别前提是有差别的;因为在已知普遍前提的情况下,有些个别前提必然被知晓,有些则不然。因为当普遍前提所包含的是推论者自身或同类者时,伴随普遍前提,个别前提也随之被知晓,例如“藜芦对所有人皆有害,而他自己是人,因此藜芦对他有害”。在这里,伴随普遍前提,个别前提也一同被认知;因为他不可能不知道自己是人;同样,如果它包含的是同类者也是如此;因为也不可能不知道他们。然而当普遍前提包含的是特定事物时,即便已知普遍前提,也未必知晓个别前提,例如“一切藜芦皆有害,此物是藜芦,因此此物有害”。在这里,已知普遍前提时并不必然知晓个别前提。因此,这种个别前提,不能自制者要么没有,要么虽然拥有却未运用。而运用与未运用彼此之间的差异如此巨大,以至于对于运用知识却犯错的人,我们视其为反常并惊讶于竟会有如此之人,而对于未运用知识而犯错的人,则绝不感到惊异。此外,认知者的差异不仅在于此,即一些人拥有且运用,而另一些人拥有却不运用,而且在于“拥有”本身上亦有差别;因为认知者拥有知识的方式并不相同;因为一个人完全可能拥有某种知识却又并不拥有,就像入睡者、癫狂者和沉醉者那样。
- 7.Τὸ μὲν οὖν δόξαν εἶναι τὴν γνῶσιν τῶν ἀκρατῶν, ᾗ ἀντιπράττουσι, καὶ μὴ ἐπιστήμην, οὐδὲν διαφέρει πρὸς τὸν λόγον
句首定冠词 τὸ 将不定词短语 δόξαν εἶναι... καὶ μὴ ἐπιστήμην 实词化,作为谓语动词 οὐδὲν διαφέρει 的主语。关系代词与格 ᾗ 的先行词是 τὴν γνῶσιν,由 ἀντιπράττουσι 中的前缀 ἀντι- 决定其与格(“违背其而行动”)。δόξαν 与 ἐπιστήμην 为不定词 εἶναι 的谓词宾格。
- 7.ἐὰν ἀμφοτέρας ἔχων θατέρᾳ μὴ χρῆται, λέγω τῇ καθόλου, τῇ δὲ μερικῇ οὐ χρῆται
短语 θατέρᾳ μὴ χρῆται(“不运用两者之一”)在紧接的说明性从句 λέγω τῇ καθόλου, τῇ δὲ μερικῇ οὐ χρῆται 中得到具体化。此处包含省略:在 λέγω 之后省略了对普遍前提肯定的运用(即 [χρῆται μὲν] τῇ καθόλου),而与 τῇ δὲ μερικῇ οὐ χρῆται 形成对比,表明未被运用的正是个别前提。
- 7.ἔστι γὰρ ἔχοντά τινα ἐπιστήμην μὴ ἔχειν
无人称动词 ἔστι(“可能/能够”)后接宾格不定词结构:宾格分词短语 ἔχοντά τινα ἐπιστήμην 作为不定词 μὴ ἔχειν 的逻辑主语,意为“一个拥有知识的人在某种意义上并不拥有它(在现实态上)是可能的”。
