← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§13.16-14.33

人的固有功用与幸福作为依德性的活动

赫利奥多罗斯阐述了亚里士多德的功能论证,指出人特有的功用既非营养亦非感觉,而是包含理性的灵魂活动。由此,他将幸福定义为“在完满生命中依德性的灵魂活动”,并说明了从勾勒轮廓到逐步完善的探求方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι ἐν τῇ κατὰ λόγον τοῦ ἀνθρώπου ζωῇ ἡ εὐδαιμονία συνί Ὅτι ἐν τῇ κατὰ λόγον τοῦ ἀνθρώπου ζωῇ ἡ εὐδαιμονία συνίσταται καὶ ἔστι ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ. κεφ. ιβʹ. Τὸ μὲν οὖν λέγειν τὴν εὐδαιμονίαν αὐτὸ εἶναι τὸ ζητούμενον τῇ πολιτικῇ ἀγαθὸν τὸ ἄριστον, ὁμολογούμενόν τι φαίνεται. ποθεῖται δὲ λεχθῆναι περὶ αὐτῆς ἐναργέστερον, τί ἐστι. τοῦτο δὲ γένοιτ’ ἄν, εἰ τὸ ἔργον εὑρήσομεν τοῦ ἀνθρώπου, καθ’ ὅ ἐστιν ἄνθρωπος. ὥσπερ γὰρ παντὸς τεχνίτου ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστι, καὶ αὐλητοῦ μὲν ἐν τῷ αὐλεῖν, ἀγαλματοποιοῦ δὲ ἐν τῷ ἀγάλματι, καὶ ὅλως ἐπὶ παντὸς ἔργου καὶ πράξεως οὕτως ἔχει, οὕτω καὶ τὸ ἀνθρώπινον ἀγαθὸν ἐν τῷ ἔργῳ αὐτοῦ ἐστιν, εἴπερ τι ἔργον ἐστὶ τοῦ ἀνθρώπου, καθ’ ὅ ἐστιν ἄνθρωπος. πότερον οὖν τέκτονος μὲν καὶ σκυτέως ἐστὶν ἔργα τινὰ καὶ πράξεις, ἀνθρώπου δὲ οὐδέν ἐστιν, ἀλλ’ ἀργὸν πέφυκεν; ἢ καθάπερ ὀφθαλμοῦ καὶ χειρὸς καὶ ποδὸς καὶ ὅλως ἑκάστου τῶν μορίων φαίνεταί τι ἔργον, οὕτω καὶ ἀνθρώπου παρὰ πάντα ταῦτα1 θείη τις 〈ἂν〉 ἔργον τι. τί οὖν ἐστι τὸ τοῦ ἀνθρώπου ἔργον; τὸ μὲν οὖν ζῆν κοινόν ἐστι καὶ τοῖς φυτοῖς, ἡμεῖς δὲ τὸ ἴδιον τοῦ ἀνθρώπου ζητοῦμεν, ὥστε ἐατέον τὸν περὶ τούτου λόγον. ἐπεὶ δὲ μετὰ τὴν θρεπτικὴν καὶ αὐξητικὴν ζωήν, τὴν φυτικὴν δηλονότι, ἑπομένη ἐστὶν ἡ αἰσθητική, ἔγγιον γὰρ τῆς λογικῆς, σκεπτέον καὶ περὶ αὐτῆς. ἀλλὰ καὶ αὕτη κοινὴ καὶ ἵππῳ καὶ βοῒ καὶ παντὶ ζῴῳ. ὥστε οὐδὲ αὐτή ἐστι τὸ ζητούμενον ἔργον τοῦ ἀνθρώπου. λείπεται δὴ ἡ ἐν λόγῳ πρακτικὴ ζωή. καὶ αὕτη δὲ διπλῆ τις φαίνεται. τὸ μὲν γὰρ αὐτῆς ἄλογον μέν, ἐπιπειθὲς δὲ καὶ ὑπεῖκον τῷ λόγῳ· τὸ δὲ λόγον ἔχον καὶ διανοούμενον. καὶ τὸ μὲν λόγον ἔχον καὶ διανοούμενον τάττει καὶ ῥυθμίζει, τὸ δὲ ἄλογον τάττεται καὶ ῥυθμίζεται. ὥστε τὸ λογικὸν κυριώτερον ἀνθρωπίνη ἐνέργειά ἐστιν, ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνέργεια· θάτερον γὰρ παθητικὸν λέγεται. ἔστι τοίνυν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον, ὅταν διανοῆται, ἢ οὐκ ἄνευ λόγου, ὅταν κατὰ τὸ παθητικὸν μέρος κινῆται μετὰ λόγου. ἐπεὶ τοίνυν ἐνέργειά ἐστιν ἀνθρωπίνη ἡ κατὰ λόγον, εἰ καὶ εὖ καὶ καλῶς γίνοιτο, οὐδὲν κωλύει ἀνθρωπίνην ἐνέργειαν πάλιν εἶναι· οὐ γὰρ ἑτερογενῆ τὸ τοῦ κιθαριστοῦ ἔργον καὶ τὸ τοῦ σπουδαίου κιθαριστοῦ· κιθαριστοῦ μὲν〈γὰρ〉 τὸ κιθαρίζειν, σπουδαίου δὲ τὸ εὖ κιθαρίζειν· καὶ οὐκ εἰσὶν ἑτερογενῆ, ὥσπερ οὐδὲ ὁ ἵππος τοῦ ἀγαθοῦ ἵππου ἕτερος τῷ γένει. εἰ δ’ οὕτω ταῦτα, ἀνθρώπου δὲ τίθεμεν ἔργον ζωήν τινα, ταύτην δὲ ψυχῆς ἐνέργειαν καὶ πράξεις μετὰ λόγου, σπουδαίου ἀνθρώπου ἂν εἴη ἔργον τὸ εὖ καὶ καλῶς κατὰ λόγον ἐνεργεῖν. εὖ δέ τι καὶ καλῶς γίνεται ἕκαστον κατὰ τὸ προσῆκον αὐτῷ ἀγαθόν, καὶ ἡ ἀνθρωπίνη ἄρα ἐνέργεια εὖ καὶ καλῶς ἔσται κατὰ τὸ προσῆκον αὐτῷ ἀγαθόν. τὸ δὲ προσῆκον αὐτῷ ἀγαθὸν ἡ ἀρετή ἐστιν, ὥστε τὸ ἀνθρώπινον ἀγαθὸν ἐκεῖνο ἂν εἴη, ψυχῆς ἐνέργεια κατ’ ἀρετήν· εἰ δὲ πολλαὶ αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην αὐτῶν καὶ τελειοτάτην. εὕρηται ἄρα τὸ ἀνθρώπινον ἀγαθόν. τὸ δὲ ἐν ἑκάστῳ ἀγαθὸν τὸ τέλος ἐστίν, ὥσπερ εἴρηται. εὕρηται ἄρα τὸ τέλος τῶν ἀνθρωπίνων πράξεων. τὸ δὲ τέλος τῶν ἀνθρωπίνων πράξεων ἐδείχθη ταὐτὸν τῇ εὐδαιμονίᾳ· ἡ εὐδαιμονία ἄρα εὕρηται, ὅπερ ἔδει ποιῆσαι. ἔτι δὲ προσήκει τὸ ἀνθρώπινον ἔργον, εἰ μέλλοι πάντῃ τέλειον εἶναι, ἐν βίῳ εἶναι τελείῳ· μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ οὐδὲ μία ἡμέρα· οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα οὐδὲ ὀλίγος χρόνος. ὡρίσθω μὲν οὖν τὸ ἀγαθὸν τὸ ἀνθρώπινον ἡ εὐδαιμονία τοῦτον τὸν τρόπον, ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ἐν βίῳ τελείῳ. δεῖ γὰρ ἴσως ὑποτυπῶσαι πρῶτον, εἶτα τελείως γράψαι καθάπερ εἰκόνα τὸν περὶ τοῦ ἀγαθοῦ λόγον. τὸ δὲ τὰ καλῶς τυπωθέντα προαγαγεῖν εἰς τὸ βέλτιον καὶ διαρθρῶσαι δόξειεν ἂν εὔκολον εἶναι καὶ τοῦ βουλομένου παντός· συντελεῖ γὰρ καὶ ὁ χρόνος, εὑρετὴς ὢν καὶ συνεργὸς ἀγαθὸς τῶν τοιούτων. ἀπὸ τούτου γὰρ καὶ αἱ τῶν τεχνῶν ἐπιδόσεις γεγόνασι· παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον.2

Ὅτι ἐν τῇ κατὰ λόγον τοῦ ἀνθρώπου ζωῇ ἡ εὐδαιμονία συνί 论幸福在于人合乎理性的生活,且是在完满生命中依德性的灵魂活动。第十二章。 因此,说幸福正是政治学所寻求的至善,显现为某种得到公认的事实。但人们仍渴望更清楚地陈述关于它究竟是什么。而若我们能找出人作为人所具有的功用,这便能达成。因为正如一切手艺人的善都在其功用之中——吹笛者的善在于吹笛,雕塑家的善在于雕像,通常对于一切功用和行为而言皆是如此——人若确有作为人所具有的某种功用,人类的善同样也在其功用之中。那么,难道木匠和鞋匠有某些功用和行为,而人却没有,反而是生来无所事事的吗?抑或正如眼睛、手、脚以及通常每个部分都显现出某种功用那样,在这一切之外人们也会断定人具有某种功用吗?那么人的功用究竟是什么呢?生活本身即使对于植物也是共有的,但我们寻求的是人所特有的,因此关于此者的论说必须舍弃。然而既然在营养与生长的生命——即植物性生命——之后,紧接着的是感觉的生命,因为它更接近理性,所以对它也应当进行考察。但这对于马、牛和一切动物也是共有的。因此它也不是所寻求的人的功用。那么剩下的就是具有理性的实践生命。而这生命自身也显现为是双重的。因为其一部分固然无理性,但听从并顺服于理性;另一部分则具有理性并进行思考。具有理性并进行思考的部分负责安排和规整,而无理性的部分则被安排和规整。因此理性活动更本原性地是人类的活动,因为这才是活动;而另一部分则被称为受动性的。因此,人的功用就是灵魂依理性的活动(当它思考时),或者并非没有理性的活动(当它按受动部分伴随着理性而运动时)。既然依理性的活动是人类的活动,即便它良好且出色地进行,也完全不妨碍它依然是人类的活动;因为琴师的功用与优秀琴师的功用并非属类不同;因为琴师的功用是弹琴,而优秀者的功用是良好地弹琴;它们并不是属类不同的,正如马与良马在属上并无差异。如果这些情况属实,而我们把人的功用设定为某种生命,并将这生命设定为灵魂的活动以及伴随理性的行为,那么优秀之人的功用就应当是依理性良好且出色地活动。而每一事物良好且出色的达成,皆是依循适合于它的特有之善,因此人类的活动良好且出色地进行,也将是依循适合于它的特有之善。而适合于它的特有之善乃是德性,因此人类的善应当就是:灵魂依德性的活动;如果德性有多种,则是依循其中最好且最圆满的德性。由此人类的善便已被发现。而每一事物之中的善就是目的,正如前面所说的那样。因此人类行为的目的便已被发现。而人类行为的目的已被证明与幸福是同一的;因此幸福已被发现,这正是此前必须完成的。此外,人的功用若要各方面皆圆满,理当处于完满的生命之中;因为一只燕子造不成春天,一日亦然;同样,一日或短暂的时间也造就不出得享福祉与幸福的人。因此,人类的善即幸福,就以这种方式被定义为:在完满生命中依德性的灵魂活动。因为大概必须首先勾勒出轮廓,然后像作画一般把关于善的论说完满地绘制出来。而将描绘良好的粗略轮廓推向更好并加以详尽分节,看起来是容易的,且属于任何有意愿之人皆能做到的;因为时间亦有所贡献,它是此类事情的发现者与良好的协作者。各种技艺的进步亦由此而产生;因为增补缺失之物乃是人人皆可为之的。

语法注2 条
  1. 1.παρὰ πάντα ταῦτα

    介词 παρά 接宾格表示“在……之外”或“除……之外(附加)”。此处承接上文对眼、手、足等身体各部位特定功用的列举,表示在“所有这些部分之外”,是否还能确立作为整体的人的功用。

  2. 1.παντὸς γὰρ προσθεῖναι τὸ ἐλλεῖπον

    省略系动词 ἐστί 的属格表语结构(表特征或能力属格)。不定词 προσθεῖναι 作实质主语,属格 παντός 表示“增补欠缺之物乃是人人皆有的本分/人人皆可为之事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:13.16-14.33