← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§138.13-139.25

节制与自制的辨析及探究课题的梳理

从第四章至第六章开头,作者论证了节制者与自制者不可等同,明智者绝不可能是不能自制者,随后梳理了关于自制与不能自制的诸疑难,确立了关于认识方式、快苦对象的范围以及与放荡之差异等后续探究的秩序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

Ὅτι οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων οὔτε ὁ σώφρων ἐγκρατής Ὅτι οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων οὔτε ὁ σώφρων ἐγκρατής. κεφ. δʹ. Νῦν δὲ σκοπῶμεν περὶ τοῦ τρίτου, εἰ δυνατὸν τὸν σώφρονα ἐγκρατῆ εἶναι καὶ ἔτι περὶ τοῦ τετάρτου, εἰ πᾶς ἐγκρατὴς σώφρων. φανερὸν δὲ ἔσται λαβοῦσι τὸν ὁρισμὸν τοῦ ἐγκρατοῦς· ἔστι δὴ ἐγκρατὴς ὁ ἀνθιστάμενος πρὸς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας· 〈ἔχει ἄρα ὁ ἐγκρατὴς ἰσχυρὰς καὶ φαύλας ἐπιθυμίας·〉 εἰ δὴ ὁ σώφρων ἔσται ἐγκρατής, ἕξει φαύλας ἐπιθυμίας καὶ ἰσχυράς· ὅπερ ἐναντίον ἐστὶ τῷ λόγῳ τῆς σωφροσύνης. ἐν γὰρ τῷ ἕπεσθαι τὰς ἐπιθυμίας τῷ λόγῳ ἡ σωφροσύνη οὐ συνίσταται·1 ἄλλως τε ὁ μὲν σώφρων ἥδεται οἷς πράττει (ἄλλως γὰρ οὐκ ἂν ἦν σώφρων), ὁ δὲ ἐγκρατὴς ἐν ἀγῶνι ὢν καὶ μάχῃ πρὸς τὰς ἐπιθυμίας οὐχ ἥδεται· ἡ γὰρ ἡδονὴ ἐν τῇ ἠρεμίᾳ ἐστίν. ἔτι τὸν ἔχοντα ἕξιν ἀνδρείας ἐπιόντα ἐξαίφνης τὰ φοβερά, καὶ πρὶν τῷ λόγῳ κατ’ αὐτῶν χρήσασθαι, οὐ ταράττει· ὁμοίως δὴ καὶ τὸν ἔχοντα ἕξιν σωφροσύνης οὐ κινήσει τὰ ἡδέα, καὶ πρὶν περὶ αὐτῶν σκέψασθαι καὶ τὸν λόγον ἀντιστῆσαι. ὁ δὲ ἐγκρατὴς οὐ τοιοῦτος· ἐν γὰρ τῷ χρῆσθαι τῷ λόγῳ κατ’ αὐτῶν καὶ ἀνθίστασθαι πρὸς αὐτὰς ἡ ἐγκράτεια συνίστασθαι λέγεται. εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι τοῦ ἐγκρατοῦς, φαύλη ἡ ἐγκράτεια, κωλύουσα αὐταῖς χρῆσθαι, εἰ δὲ ἀσθενεῖς καὶ οὐ φαῦλαι, οὐδὲν σεμνὸν ἡ ἐγκράτεια· νῦν δὲ τοιαύτη δοκεῖ· εἰ δὲ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα τὸ τοιούτων κρατεῖν, ὥστε οὐ μέγα ἡ ἐγκράτεια· λείπεται δὴ φαύλας εἶναι τὰς ἐπιθυμίας τοῦ ἐγκρατοῦς καὶ ἰσχυράς. καὶ διὰ τοῦτο οὔτε ὁ σώφρων ἐγκρατὴς ἂν εἴη οὔτε ὁ ἐγκρατὴς σώφρων.

Ὅτι οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων οὔτε ὁ σώφρων ἐγκρατής 论自制者并非节制者,节制者亦非自制者。第四章。 现在让我们考察第三个问题,即节制者是否可能成为自制者,并进一步考察第四个问题,即是否所有自制者都是节制者。只要把握了自制者的定义,这一点就会变得显明;因为自制者正是反抗强烈且卑劣欲望的人;〈因此自制者具有强烈且卑劣的欲望;〉那么,如果节制者将是自制者,他就将具有卑劣且强烈的欲望;而这与节制的定义相悖。因为节制并不在于欲望依随理智;此外,节制者以自己所行之事为乐(否则他就不会是节制者),而自制者处于与欲望的较量和争战之中,并不感到快乐;因为快乐在于平静之中。此外,对于具有勇敢品质的人,可怕之事猝然袭来时,甚至在对它们运用理智之前,并不会使他慌乱;同样地,对于具有节制品质的人,令人愉悦之事也不会使他动摇,甚至在对它们进行思虑并将理智与其相对立之前也是如此。然而自制者却非如此;因为自制据说恰恰在于对它们运用理智并对其加以反抗。因为如果自制者的欲望是优良的,那么阻碍运用欲望的自制就是卑劣的;如果欲望是微弱且非卑劣的,自制便没有任何庄严之处,然而现在它被视为庄严的;如果欲望是卑劣且微弱的,克制此类欲望便非伟大之事,以至于自制也就不是什么伟大的事物了;因此所剩下的便是:自制者的欲望是卑劣且强烈的。由此,节制者既不可能是自制者,自制者也不可能是节制者。

§7

Ὅτι οὐκ ἔστιν ὁ φρόνιμος ἀκρατής. κεφ. εʹ Ὅτι οὐκ ἔστιν ὁ φρόνιμος ἀκρατής. κεφ. εʹ. Ἐκ τῶν εἰρημένων δὲ φανερόν, καὶ ὅτι οὐ δύναται ὁ φρόνιμος ἀκρατὴς εἶναι. ἐπεὶ γὰρ τῇ φρονήσει ἕπεται καὶ ἡ σωφροσύνη, ὅτι καὶ πᾶσα ἠθικὴ ἀρετή, ὁ δὲ σώφρων οὐ δύναται ἐγκρατὴς εἶναι, πολλῷ μᾶλλον οὐδὲ ἀκρατής ἐστιν· εἰ δὲ τοῦτο, οὐδὲ ὁ φρόνιμος ἀκρατὴς ἂν εἴη.

Ὅτι οὐκ ἔστιν ὁ φρόνιμος ἀκρατής. κεφ. εʹ 论明智者不是不能自制者。第五章。 由上述讨论可知,明智者不可能成为不能自制者也是显而易见的。因为既然节制也依随明智,且所有伦理德性亦随之而来,而节制者甚至不能成为自制者,他就更不可能是不能自制者了;如果确实如此,明智者也就不可能是不能自制者。

§7

Ὅπως ζητῆσαι ⟨δεῖ⟩ τὸ περὶ ἐγκρατείας ζήτημα. κεφ. ϛʹ. 249 Ὅπως ζητῆσαι 〈δεῖ〉 τὸ περὶ ἐγκρατείας ζήτημα. κεφ. ϛʹ. Ζητητέον δὲ καὶ περὶ τοῦ ἕκτου, εἰ περὶ πλοῦτον καὶ δόξαν καὶ ἁπλῶς πᾶν ἐπιθυμητὸν ἡ ἀκρασία ἐστὶ καὶ ἡ ἐγκράτεια. καὶ εἰ τοῦτο, καὶ ὁ περὶ ἕκαστον τούτων ἐπιρρεπῶς ἔχων ἀκρατής ἐστι, ζητητέον τίς ὁ ἁπλῶς ἀκρατής. οὐ γὰρ ὁ περὶ πάντα ἔχων οὕτως, ἐστίν· οὐδεὶς γὰρ ἁπάσας ἔχει τὰς ἀκρασίας, ὥστε ζητῶμεν τὸν κυρίως ἀκρατῆ. τὰ μὲν οὖν ζητήματα τὰ περὶ τῆς ἐγκρατείας καὶ αἱ ἀπορίαι τοιαῦται συμβαίνουσι· τούτων δὲ τὰ μὲν ἀνελεῖν δεῖ, τὰ δὲ καταλιπεῖν· ἡ γὰρ λύσις τῆς ἀπορίας εὕρεσίς ἐστι τοῦ ζητουμένου. πρῶτον μὲν οὖν σκεπτέον, πότερον εἰδότες ἀκρατεύονται οἱ ἀκρατεῖς ἢ οὔ, καὶ πῶς εἰδότες· ἔπειτα περὶ ποῖά ἐστιν ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατής, λέγω δὲ περὶ πᾶσαν ἡδονὴν καὶ λύπην, ἢ περί τινας ἀφωρισμένως· καὶ τὸν ἐγκρατῆ καὶ τὸν καρτερικὸν εἰ διαφέρουσι, καὶ ὅσα ἀκόλουθα τούτοις τοῖς ζητήμασιν εἰσιν. ὧν ἀρχή ἐστι τὸ ζητῆσαι2 περὶ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς, κατὰ τί διαφέρουσι· κατὰ τὰ ὑποκείμενα, περὶ ἅ εἰσιν, ἢ κατὰ τὸν τρόπον, καθ’ ὃν πρὸς αὐτὰ ἔχουσιν, ἢ κατ’ ἀμφότερα. μετὰ δὲ τοῦτο σκεπτέον, εἰ περὶ ἅπαντα τὰ ἡδέα ἐστὶν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια ἢ οὔ. οὔτε γὰρ περὶ ἅπαντά ἐστιν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια καὶ ὁ ἁπλῶς ἀκρατής, ἀλλὰ περὶ ἃ ὁ ἀκόλαστος, οὔτε ὁμοίως τῷ ἀκολάστῳ ἔχει πρὸς αὐτά, ἀλλὰ ἕτερον τρόπον· ὁ μὲν γὰρ ἀκόλαστος διεφθαρμένως κρίνων καὶ νομίσας ἤδη ἀγαθὸν τὸ διώκειν ἀεὶ τὸ ἡδὺ πρὸς αὐτὸ φέρεται, ὁ δὲ ἀκρατής, τοῦ λόγου ἀντιλέγοντος τῇ ἐπιθυμίᾳ, αὐτὸς ἀκολουθεῖ.

Ὅπως ζητῆσαι ⟨δεῖ⟩ τὸ περὶ ἐγκρατείας ζήτημα. κεφ. ϛʹ. 249 论应当如何探究关于自制的问题。第六章。 还必须探究第六个问题,即不能自制与自制是否关涉财富、荣誉以及单纯而言所有可欲之物。如果确实如此,且在这些事物的每一项上有所偏向的人都是不能自制者,就必须探究何为单纯意义上的不能自制者。因为并非对一切事物都如此表现的人就是单纯的不能自制者;因为没有任何人兼具所有形式的不能自制,因此我们应当寻求本真意义上的不能自制者。关于自制的问题与疑难便属于此类;其中有些必须驳斥,有些则必须保留;因为疑难的解决就是对所探求之物的发现。首先必须考察不能自制者是否在明知的情况下表现出不能自制,以及以何种方式明知;其次必须考察自制者与不能自制者关涉何类事物,我是指关涉所有快乐与痛苦,还是特定限定的某些事物;以及自制者与坚忍者是否有所不同,以及所有依随于这些问题的事项。这些探究的发端在于探究自制者与不能自制者凭什么而不同:是凭所关涉的基底对象不同,还是凭对待它们的方式不同,抑或二者兼有。在此之后必须考察,不能自制与自制是否关涉所有令人愉悦的事物。因为不能自制、自制以及单纯意义上的不能自制者并非关涉所有事物,而是关涉放荡者所关涉的事物,其对待它们的方式也并非与放荡者相同,而是采取了另一种方式;因为放荡者出于败坏的判断,且已然认为始终追求令人愉悦之物是善的,便向其奔赴;而不能自制者虽然理智反对欲望,自己却依随了欲望。

语法注2 条
  1. 7.ἐν γὰρ τῷ ἕπεσθαι τὰς ἐπιθυμίας τῷ λόγῳ ἡ σωφροσύνη οὐ συνίσταται

    否定词 οὐ 修饰动词 συνίσταται。此处指出节制并不在于欲望(在抗争之后)单单顺从或屈服于理智(如自制的情形那样),因为在节制中欲望从一开始便与理智完全和谐协调。

  2. 7.ὧν ἀρχή ἐστι τὸ ζητῆσαι

    关系代词 ὧν 是部分属格,以前文提及的诸项探究(ζητήμασιν)为先行词,意为“在这些探究中,其发端在于探讨……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:138.13-139.25