- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:136.34-138.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者驳斥了坚持既定意见即是自制、脱离意见即是不能自制的流行看法,随后指出不能自制者的认识既不能是科学知识,亦非单纯意见或明智,从而将不能自制者究竟以何种方式认识设立为有待探究的难题。
Ὅτι οὐκ ἔστιν ἐγκράτεια τὸ ἁπλῶς ἐμμένειν τοῖς δεδογμένοις. 245 Ὅτι οὐκ ἔστιν ἐγκράτεια τὸ ἁπλῶς ἐμμένειν τοῖς δεδογμένοις. κεφ. βʹ. Εἰ τοῦτό ἐστιν ἡ ἐγκράτεια, τὸ ἐμμένειν πάσῃ δόξῃ, ἔσται καὶ φαύλη ἐγκράτεια, ὅταν ἐμμένῃ τις ψευδεῖ δόξῃ· ἀλλὰ μὴν ὑπόκειται ἐπαινετὸν καὶ ἀγαθὸν εἶναι αὐτήν· οὐκ ἄρα τὸ ἐμμένειν ἁπλῶς τῇ παρούσῃ δόξῃ ἐγκράτειά ἐστιν. ὁμοίως δὲ καὶ ἡ ἀκρασία οὐ πᾶσα φαύλη ἔσται καὶ φευκτὴ ἀλλὰ καὶ ἀγαθή, ὅταν μὴ ἐμμένῃ τις τῇ ψευδεῖ δόξῃ, ὥσπερ ὁ Νεοπτόλεμος πεισθεὶς ὑπὸ τοῦ Ὀδυσσέως ψεύσασθαι, καὶ μὴ ἐμμείνας τῇ δόξῃ ἀλλὰ ἀληθεύσας· ἢ εἴ τις ἀπατηθεὶς ὑπὸ τοῦ προσδιαλεγομένου καὶ δοξάσας ψευδῆ οὐκ ἐμμένει τοῖς δεδογμένοις· οὐ γὰρ ψέγεται ὁ τοιοῦτος· ὁ δὲ ἀκρατὴς ψέγεται· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῇ δόξῃ ἐγκρατής ἐστιν οὐδὲ ὁ τῆς δόξης ἐκστατικὸς ἀκρατής· ὅλως δὲ ἀκρασία μετὰ ἀφροσύνης συμβαίνει ἀρετὴ εἶναι, εἰ τοῦτό ἐστιν ἀκρασία τὸ ἐξίστασθαι τῆς δόξης καὶ μὴ ἐμμένειν τοῖς δοκοῦσιν ἀγαθοῖς· εἰ γάρ τις ὑπὸ ἀφροσύνης νομίζει τὴν ἀκολασίαν ἀγαθόν, μὴ ἐμμένει δὲ τοῖς δεδογμένοις, ἔσται σώφρων· καὶ οὕτως ἔσται ὁ ἀκρατὴς σπουδαῖος, ὅπερ ἐστὶ ψεῦδος· ψεκτὸν γὰρ δοκεῖ πᾶσιν ἡ ἀκρασία. ἔτι ὁ δυνάμενος ἐκστῆναι τῆς δόξης τοῦ μὴ δυναμένου βελτίων ἐστὶ πολλάκις· ὁ δὲ ἀκρατὴς τοῦ ἐγκρατοῦς οὐκ ἔστι βελτίων· οὐκ ἄρα ὁ ἐμμενετικὸς τῇ δόξῃ ἐγκρατής, οὐδὲ ὁ ἐκστατικὸς ἀκρατής. ὅτι δὲ ὁ δυνάμενος ἐκστῆναι τῆς δόξης βελτίων τοῦ μὴ δυναμένου, δῆλον· ὁ γὰρ τῷ ἠπατῆσθαι τὰ φαῦλα διώκων,1 ὅτι νομίζει ἀγαθὰ εἶναι, βελτίων ἐστὶ τοῦ εἰδότος ὅτι φαῦλα καὶ διώκοντος· ὁ μὲν γὰρ ἠπατημένος μεταπεισθεὶς δύναται ἀγαθὸς γενέσθαι, ὁ δὲ δι’ ἀκρασίαν διώκων καὶ εἰδὼς ὅτι φαῦλα, οὐ δύναται ἐκστῆναι τῶν κακῶν· πῶς γὰρ ἂν ἐκσταίη, ἐπεὶ οὐ δύναται μεταπεισθῆναι; ὃ γὰρ ἔδει γινώσκειν, οἶδε, καὶ εἰδὼς ἀκρατεύεται, καὶ ἔνοχός ἐστι τῇ παροιμίᾳ “ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπίνειν;” φανερὸν δὴ ὅτι τὸ ἐμμένειν τῇ παρούσῃ δόξῃ οὐκ ἔστιν ἐγκράτεια οὐδὲ τὸ ἐξίστασθαι ἀκρασία.
Ὅτι οὐκ ἔστιν ἐγκράτεια τὸ ἁπλῶς ἐμμένειν τοῖς δεδογμένοις. 245 论单纯坚持既定意见并非自制。第二章。 如果自制就是坚持任何意见,那么当有人坚持虚假意见时,也将存在一种卑劣的自制;然而前提已假定自制是值得称赞的和善的;因此单纯坚持当前的意见并不是自制。同样,不能自制也不全都是卑劣的和应当规避的,而是当有人不坚持虚假意见时它也是善的,正如涅俄普托勒摩斯受奥德修斯说服去说谎,却没有坚持该意见而是说了真话;或者正如某人被交谈者所欺骗而持有了虚假意见,却不坚持既定之见;因为这样的人并不受谴责,而不能自制者是受谴责的;因此坚持意见者不是自制者,脱离意见者也不是不能自制者。总体而言,如果不能自制就是脱离意见且不坚持被视为善的事物,那么伴随着愚昧的不能自制结果便成了德性;因为如果某人出于愚昧而认为放荡是善的,却不坚持既定之见,他就会是节制的;这样一来不能自制者就成了端正的人,而这是虚妄的;因为在所有人看来不能自制都是受谴责的。此外,能够脱离意见的人往往优于不能脱离的人;然而不能自制者并不优于自制者;因此坚持意见者不是自制者,脱离意见者也不是不能自制者。而能够脱离意见的人优于不能脱离的人,这是显而易见的;因为由于受欺骗而追求卑劣事物的人,因其认为它们是善的,优于明知其卑劣而仍去追求的人;因为受欺骗的人经受劝导改变想法后能够变善,而由于不能自制明知卑劣仍去追求的人,则不能脱离恶事;因为既然他不能被说服改变想法,他又怎能脱离呢?因为凡应当知道的,他全知道,而明知却仍然不能自制,正应了那句谚语:“当水噎人时,还须饮下何物?”由此可见,坚持当前的意见并非自制,脱离意见亦非不能自制。
Περὶ τῆς γνώσεως τοῦ ἀκρατοῦς, ἢ γινώσκων οὐκ ἐμμένει. 10 Περὶ τῆς γνώσεως τοῦ ἀκρατοῦς, ἢ γινώσκων οὐκ ἐμμένει. κεφ. γʹ. Ζητητέον δὴ περὶ τοῦ δευτέρου· ἀπορία γάρ ἐστι, πῶς ὑπολαμβάνων ὀρθῶς περὶ ὧν πράττει τις ἔπειτα ἀκρατεύεται. καί φασί τινες, ὅτι οὐ γινώσκει ὁ ἀκρατὴς ἃ πράττει φαῦλα εἶναι, οὐδ’ ἔχει ἐπιστήμην αὐτῶν, ὥσπερ ὁ Σωκράτης ἔλεγεν, οὐ δυνατὸν ἐπιστήμης ἐνούσης ἄλλο τι κρατεῖν καὶ περιέλκειν ὥσπερ ἀνδράποδον.2 οὗτος δὲ ὁ λόγος ἐναντίος ἐστὶ τοῖς φανεροῖς· ὅτι γάρ ἐστιν ἀκρατής, καὶ τοῦτό ἐστιν ἀκρατής, ὁ πρὸς τἀναντία ὧν οἶδεν ἀγαθῶν φερόμενος, φανερόν. διὸ ζητητέον, εἰ δι’ ἄγνοιαν πράττει πᾶς ὁ πράττων τὸ πονηρόν, τίς ὁ τρόπος γίνεται τῆς ἀγνοίας· ἄλλοι δὲ οἴονται εἰδέναι μὲν ἃ πράττει τὸν ἀκρατῆ, ἐπιστήμην δὲ οὐκ ἔχειν αὐτῶν ἀλλὰ δόξαν· οὐ γὰρ δυνατὸν ἐπιστήμην ἔχοντα κρατεῖσθαι ὑπὸ τῶν ἡδονῶν· οὐδὲν γὰρ εἶναι τῆς ἐπιστήμης ἐπικρατέστερον· διὰ τοῦτο τὴν τοῦ ἀκρατοῦς γνῶσιν δόξαν εἶναί φασιν. ἀλλὰ μὴν εἴ γε δόξα ἐστὶ καὶ μὴ ἐπιστήμη, οὐδ’ ἰσχυρὰ γνῶσις τοῦ πράγματος ἐν τῷ ἀκρατεῖ ἀλλ’ ἀσθενής τις καὶ ἠρεμαία καθάπερ ἐν τοῖς διστάζουσι, συγγνώμη ἂν εἴη τοῖς ἀκρατέσι, μὴ ἐμμένουσι τοῖς οὕτω γινωσκομένοις, βιαίων ἀνθελκουσῶν ἐπιθυμιῶν·3 οὐκ ἄρα μοχθηρὸν ἡ ἀκρασία· οὐδενὶ γὰρ συγγνώμη τῶν μοχθηρῶν καὶ ψεκτῶν καὶ φευκτῶν· τοιοῦτον δὲ ἡ ἀκρασία. ἐπεὶ δὲ οὔτε δόξα ἐστὶν ἡ γνῶσις τοῦ ἀκρατοῦς οὔτε ἐπιστήμη, δοκεῖ φρόνησιν εἶναι· αὕτη γὰρ λείπεται καὶ ἔστιν ἰσχυρὰ γνῶσις· καὶ τοῦτο δὲ ἄτοπον· ἔσται γὰρ ἅμα καὶ φρόνιμος καὶ ἀκρατής. οὐδεὶς δ’ ἂν εἴποι φρονίμου εἶναι τὸ πράττειν τὰ φαῦλα ἑκόντα· ἐπεὶ καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ὅτι πρακτικός γε ὁ φρόνιμος καὶ περὶ αὐτάς ἐστι τὰς πράξεις τὰς μερικάς καὶ τὰς ἄλλας ἀρετὰς ἑπομένας ἔχων ἐξ ἀνάγκης· οὐκ ἄρα φρονήσει γινώσκει ὁ ἀκρατής. κατὰ μὲν οὖν τοὺς εἰρημένους τρόπους γινώσκειν τὸν ἀκρατῆ δέδεικται μὴ δυνατὸν εἶναι· ζητητέον ἄρα τὸν τρόπον, ὃ μετὰ μικρὸν ἀκριβέστερον ἐπισκεψόμεθα.
Περὶ τῆς γνώσεως τοῦ ἀκρατοῦς, ἢ γινώσκων οὐκ ἐμμένει. 10 论不能自制者的知识,或者他是否明知而不坚持。第三章。 那么必须探究第二点;因为存在一个疑难:一个人如何能够对自己所做之事有正确判断,随后却又不能自制。有人主张,不能自制者并不知道自己所做之事是卑劣的,对其也不具有科学知识,正如苏格拉底所说,在科学知识存在时,不可能有其他事物压倒它并像奴隶一般牵引它。但这一说法与显明的事实相悖;因为存在不能自制者,而且不能自制者就是向着与所知之善相反之物偏离的人,这是显明的。因此必须探究,若每一个做恶事的人都是出于无知而为,那么这种无知的方式究竟是怎样的。另一些人则认为,不能自制者固然知道自己所做之事,但对此并不具有科学知识而是具有意见;因为具有科学知识的人不可能被快乐所压倒,没有任何事物比科学知识更具支配力;为此他们主张不能自制者的认识乃是意见。然而,如果这确实是意见而非科学知识,且在不能自制者身上关于该事的认识并非坚固,而是某种如犹豫不决者身上的软弱而微弱的认识,那么在暴烈的欲望向相反方向牵拉时,对于不能坚持如此被认识之事的不能自制者,就应当予以宽恕;如此一来不能自制就不是败坏之事了;因为对于败坏的、受谴责的和应规避的事物,任何一件都不得被宽恕,而不能自制正是这样的一类事物。既然不能自制者的认识既非意见亦非科学知识,它便似乎是明智;因为这乃是剩下的一项,且是坚固的认识;但这同样是荒谬的;因为同一个人将同时既是明智的又是不能自制的。但没有人会说出于意愿践行卑劣之事属于明智者;因为在前文中也已证明,明智者是注重实践的,且关涉具体个别的行为本身,必然拥有相随的其他诸德性;因此不能自制者并非凭着明智在认识。由此证明,不能自制者按照上述方式进行认识是不可能的;因此必须探究其方式,对此我们稍后将更为精确地予以考察。
- 7.ὁ γὰρ τῷ ἠπατῆσθαι τὰ φαῦλα διώκων
带冠词完成时不定词的与格 τῷ ἠπατῆσθαι 作原因与格,修饰分词 διώκων。随后的 ὅτι νομίζει ἀγαθὰ εἶναι 构成了说明受骗之后果与内容的因果分句。
- 7.ὥσπερ ὁ Σωκράτης ἔλεγεν, οὐ δυνατὸν ἐπιστήμης ἐνούσης ἄλλο τι κρατεῖν καὶ περιέλκειν ὥσπερ ἀνδράποδον.
在由 ἔλεγεν 所引出的苏格拉底言论从句中,表语 οὐ δυνατόν 省略了系动词 ἐστί(或间接引语中的 εἶναι)。ἐπιστήμης ἐνούσης 为表示条件或时间的属格独立结构,ἄλλο τι 则是不定词 κρατεῖν καὶ περιέλκειν 的逻辑主语(宾格主语)。
- 7.συγγνώμη ἂν εἴη τοῖς ἀκρατέσι, μὴ ἐμμένουσι τοῖς οὕτω γινωσκομένοις, βιαίων ἀνθελκουσῶν ἐπιθυμιῶν
主句采用了表示潜在的 ἄν 与祈愿语气(συγγνώμη ἂν εἴη)。与格分词短语 μὴ ἐμμένουσι 与 τοῖς ἀκρατέσι 一致,带有条件含义(“如果不坚持如此被认识之事”),句末的 βιαίων ἀνθελκουσῶν ἐπιθυμιῶν 则为表示原因或伴随情境的属格独立结构。
