← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§135.2-136.33

自制与不能自制之考查及六条通见

作为《尼各马可伦理学》第七卷的引言,作者概述了自制与不能自制、以及神圣英雄之德与兽性的定位,并提出了基于通见(endoxa)的探究方法以及关于自制与不能自制的六条主要通见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.0

Περὶ ἐγκρατείας. κεφ. αʹ. Μετὰ τὰ εἰρημένα περὶ τῶν ἠθικῶν ἀρετῶν καὶ τῶν διανοητικῶν ῥητέον περὶ ἐγκρατείας καὶ τῆς ὑπὲρ ἡμᾶς ἀρετῆς, ἥτις ἡρωϊκή τίς ἐστι καὶ θεία. οὔτε γὰρ ἡ ἐγκράτεια ὁμογενής ἐστι ταῖς εἰρημέναις ἀρεταῖς οὔτε ἡ ὑπὲρ ἄνθρωπον ἀρετή· διὰ τοῦτο μετὰ τὰ περὶ τῶν ἀρετῶν εἰρημένα περὶ τούτων ἰδίως λέγομεν, ἄλλην ποιησάμενοι ἀρχήν. ὅτι δὲ οὐδετέρα αὐτῶν ὁμοταγής ἐστι ταῖς προειρημέναις, δῆλον ἔσται ἀπὸ τῶν περὶ αὐτῶν ῥηθησομένων· τῶν δὴ ψόγου ἀξίων καὶ φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης. τὰ δὲ ἐναντία τούτοις τῇ μὲν κακίᾳ ἡ ἀρετὴ ἡ ἠθική, περὶ ἧς διείληπται, τῇ δὲ ἀκρασίᾳ ἡ ἐγκράτεια, τῇ δὲ θηριότητι ἡ ὑπὲρ ἄνθρωπον ἀρετή, 〈ἣ〉 ἡρωικὴ καλεῖται, καθ’ ἣν ἄνθρωποι γίνεσθαι λέγονται θεῖοί τινες ἐξ ἀνθρώπων, ὥσπερ καὶ Ὅμηρος εἰσάγει τὸν Πρίαμον περὶ τοῦ παιδὸς Ἕκτορος λέγοντα οὐ γὰρ ἐῴκει ἀνδρός 〈γε〉 θνητοῦ πάϊς ἔμμεναι, ἀλλὰ θεοῖο1 δι’ ἀρετῆς ὑπερβολήν. αὕτη ἡ ἕξις ἐστὶν ἡ ἀντικειμένη τῇ θηριωδίᾳ· ὥσπερ γὰρ ἡ θηριωδία οὐκ ἔστι κακία, οἵα ἐστὶν ἡ ἀντικειμένη ταῖς ἀρεταῖς (οὐ γὰρ ἐστιν ἀνθρωπίνη κακία, ὅλως δὲ οὐδὲ κακία. οὐ γὰρ ἐστι θηρίου κακία ἢ ἀρετὴ διὰ τὸ μὴ μετὰ λόγου ποιεῖν ἢ παρὰ τὸν λόγον), οὕτως οὐδὲ ἡ θεία ἀρετὴ καὶ ἡρωϊκὴ ἀρετὴ ἂν εἴη κυρίως. τὸ γὰρ ἀνθρώπινον ἀγαθὸν ἀρετὴ λέγεται· τὸ δὲ θεῖον τί ἐστιν; οὐκ ἔστι δὲ θεοῦ ἀρετή, ἀλλά τι τιμιώτερον ἀρετῆς τὸ θεῖόν ἐστιν ἀγαθόν· καὶ ὥσπερ σπάνιόν ἐστιν ἡ τοιαύτη ἕξις, οὕτω καὶ ἡ ἀντικειμένη θηριωδία σπάνιον. ἔστι δὲ μάλιστα ἐν τοῖς βαρβάροις. γίνεται δὲ ἡ τοιαύτη θηριωδία οὐ μόνον διὰ πονηροτάτην ἕξιν ἀλλὰ καὶ διὰ νόσους καὶ πηρώσεις. περὶ μὲν οὖν τῆς τοιαύτης διαθέσεως ὕστερον ποιησόμεθα λόγον. περὶ δὲ τῆς κακίας εἴρηται πρότερον, ὅτε περὶ ἀρετῶν ἐλέγομεν τῶν ἠθικῶν. νῦν δὲ περὶ τῆς ἀκρασίας ἐροῦμεν καὶ περὶ τῆς μαλακίας καὶ τῆς τρυφῆς καὶ τῶν ἀντικειμένων, ἐγκρατείας καὶ καρτερίας. οὔτε γὰρ τῇ εἰρημένῃ κακίᾳ καὶ ἀρετῇ αἱ αὐταί εἰσιν οὔτε πάντῃ διάφοροι, ὡς ἑτερογενεῖς εἶναι. καθόσον μὲν γὰρ τὸ ἀγαθὸν αἱρεῖται ὁ ἐγκρατὴς καὶ τῷ λόγῳ ἀκολουθεῖ, ἀρετῇ προσήκει ἡ ἐγκράτεια, καθόσον δὲ ἐναντιοῦται αὐτῷ ἡ ἐπιθυμία καὶ ἐν ἀγῶνί ἐστιν ἀεὶ διὰ τὸ μὴ ἔχειν ἕξιν, κατὰ τοῦτο οὐκ ἔστιν ἀρετή. ἀκολούθως δὲ οὐδὲ ἡ ἀκρασία κακία ἐστὶ κατὰ τὴν κακίαν τὴν ἀντικειμένην ταῖς ἠθικαῖς ἀρεταῖς. ὁ μὲν γὰρ τὴν ἄλλην κακίαν φαῦλος, ἕξιν ἔχων τῆς φαυλότητος, πράττει τὰ φαῦλα, μὴ ἀντιτείνοντος αὐτῷ τοῦ λογισμοῦ, ὁ δὲ ἀκρατής, τοῦ λογισμοῦ πρὸς τὸ ἀγαθὸν ἕλκοντος, ὑπὸ τῶν ἐπιθυμιῶν κρατεῖται καὶ διὰ τοῦτο οὐκ ἔστιν ὁμοειδὴς τῇ κακίᾳ ἡ ἀκρασία· ὅτι δὲ παρὰ τὸν λόγον καὶ αὐτή ἐστι καὶ ἑκούσιον, κατὰ τοῦτο αὐτῇ κοινωνεῖ. λέγωμεν δὴ περὶ αὐτῶν κατὰ τὸν τρόπον, καθ’ ὃν καὶ περὶ τῶν ἄλλων εἴπομεν· ἐκθησόμεθα γὰρ τοὺς δοκοῦντας περὶ αὐτῶν λόγους, ὧν τοὺς μὴ συμβαίνοντας τῇ ἀληθείᾳ ἐλέγξαντες, τοὺς μάλιστα ἐνδόξους καταλείψαντες βεβαιώσομεν· καὶ οὕτως ἔσται φανερὸς ὁ περὶ αὐτῶν λόγος. δοκεῖ δὴ πᾶσιν ἡ ἐγκράτεια ἀγαθὸν καὶ ἡ καρτερία τῶν σπουδαίων καὶ τῶν ἐπαινετῶν εἶναι, ἡ δὲ ἀκρασία τοὐναντίον. φασὶ δὲ περὶ τῆς ἐγκρατείας καὶ ταῦτα· πρῶτον μέν, ὅτι ὁ ἐγκρατὴς ὁ αὐτός ἐστι τῷ ἐμμενετικῷ ἔν τινι λογισμῷ καὶ ἀκινήτῳ καὶ ἐγκράτεια τὸ ἐμμένειν τῷ λογισμῷ, ἀκρασία δὲ καὶ ἀκρατὴς τοὐναντίον· δεύτερον, ὅτι εἰδὼς ὁ ἐγκρατὴς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι, ἀφίσταται τούτων καὶ ἀκολουθεῖ τῷ λόγῳ, ὁ δὲ ἀκρατής, εἰδὼς ὅτι φαῦλα πράττει, διὰ τὴν ἡδονὴν οὐ πείθεται τῷ λόγῳ· τρίτον, ὅτι καὶ ὁ σώφρων ἐγκρατής ἐστι καὶ καρτερικὸς καὶ ὁ ἀκόλαστος τοὐναντίον· τέταρτον, ὅτι καὶ πᾶς ἐγκρατὴς σώφρων (ἔνιοι δὲ οὐ πάντα φασὶν ὁμοίως καὶ τὸν ἀκρατῆ πάντα ἀκόλαστον καὶ τὸν ἀκόλαστον ἀκρατῆ εἶναί φασιν· ἄλλοι δὲ διαφέρειν ἀλλήλων)·2 πέμπτον, ὅτι ἐνδέχεται φρόνιμον καὶ δεινὸν ὄντα καὶ ἀκρατῆ εἶναι· ἕκτον, ὅτι λέγονται ἀκρατεῖς οἱ πρὸς θυμὸν ἐπιρρεπεῖς καὶ οἱ σφόδρα τιμῆς καὶ κέρδους ὀρεγόμενοι. ταῦτα μὲν οὖν εἰσι πάντα σχεδὸν τὰ λεγόμενα περὶ ἐγκρατείας καὶ ἀκρασίας· ὧν περὶ ἑκάστου σκεψώμεθα· καὶ πρῶτον περὶ τοῦ πρώτου.

论自制。第一章。 在论述了伦理德性与理智德性之后,必须进而论述自制以及超越我们的德性——即某种英雄般的与神圣的德性。因为自制和超越人的德性都与上述德性并非同类;为此,在论述了诸德性之后,我们另作开端,专门论述这些品质。而它们两者都与上述德性并非处于同一位阶,这从随后关于它们的讨论中就会明了。确实,值得受谴责与应当规避的品格状态有三种形式:恶习、不能自制与兽性。与之相反的品质则是:与恶习相对的是已详加讨论的伦理德性;与不能自制相对的是自制;与兽性相对的则是超越人的德性,它被称为英雄的德性,据说人们凭此会由凡人变成为某种神圣的存在,正如荷马也引入普里阿摩斯谈到其子赫克托耳时因其德性的卓绝而说道,“他看起来不像是一个凡人的儿子,而像是一个神的儿子”。这一状态正是与兽性相对立的状态;因为正如兽性并非是对立于诸德性的那类恶习(因为它不是属于人的恶习,甚至根本就不是恶习;因为兽类由于既非伴随理性而行动,也非违反理性而行动,因而不存在恶习或德性),同样,神圣而英雄的德性在严格意义上也不会是德性。因为人的善才被称为德性;而神圣的善是什么呢?神并不具有德性,神圣的善乃是某种比德性更为尊贵的事物。正如这样的品质是罕见的,与其相对立的兽性同样也是罕见的。它主要存在于蛮族人之中。这种兽性的产生不仅由于极其恶劣的状态,也由于疾病和身体的残疾。关于这种性情,我们随后再作阐述。至于恶习,在讨论伦理德性时先前已经谈及。现在我们将要探讨不能自制,探讨软弱与奢靡,以及与它们相对立的自制与坚忍。因为它们既非与上述恶习和德性同一,也并非完全差异乃至互为异质。因为就自制者抉择善并顺从理性而言,自制归属于德性;但就欲望抗拒理性且他由于不具备固定的品质而始终处于争斗之中而言,从这一点来看自制并不是德性。与之相应,不能自制也不是伦理德性所对立的那种恶习。因为在另一种恶习上卑劣的人,拥有卑劣的品质,在理性并不抗拒他的情况下践行卑劣之事;而不能自制者,尽管理性将其拉向善,却受制于欲望,因此不能自制与恶习并非同一形式;但由于它本身也是违反理性的且是出于意愿的,在这一点上它与恶习具有相通之处。那么,让我们以讨论其他事物相同的方式来讨论它们:因为我们将摆出关于它们的主流看法,在驳斥了其中与真理不符的观点之后,保留并确立最具声望的观点;如此,关于它们的论证便会显明出来。众人都认为自制是善的,坚忍属于端正与值得称赞的事物,而不能自制则相反。关于自制,人们还提出以下论点:其一,自制者等同于坚持某种理性计算而不动摇的人,自制就是坚持理性计算,而不能自制及不能自制者则相反;其二,自制者明知欲望卑劣却远离它们而依循理性,而不能自制者明知自己践行卑劣之事却由于快乐而不听从理性;其三,节制者也是自制者与坚忍之人,放荡者则相反;其四,一切自制者也是节制者(然而有些人主张并非完全如此,他们主张一切不能自制者都是放荡者且一切放荡者都是不能自制者,另一些人则主张二者互有差异);其五,一个人有可能既明智且精明,同时又是不能自制的;其六,易于发怒的人以及极度渴求荣誉和利益的人也被称为不能自制者。几乎所有关于自制与不能自制的说法就是这些;让我们逐一考察它们,首先从第一项开始。

语法注2 条
  1. 7.0οὐ γὰρ ἐῴκει ἀνδρός 〈γε〉 θνητοῦ πάϊς ἔμμεναι, ἀλλὰ θεοῖο

    引自荷马《伊利亚特》第24卷258–259行。动词 ἐῴκει(过去完成时带未完成意义)带不定式 ἔμμεναι,主语为赫克托耳,主格 πάϊς 作表语,并由属格 ἀνδρός θνητοῦ 与 θεοῖο 修饰(“不像凡人的儿子,而像神的儿子”)。赫利奥多罗斯引此诗句以论证英雄之德的极端卓越乃至超凡入圣。

  2. 7.0ἔνιοι δὲ οὐ πάντα φασὶν ὁμοίως καὶ τὸν ἀκρατῆ πάντα ἀκόλαστον καὶ τὸν ἀκόλαστον ἀκρατῆ εἶναί φασιν· ἄλλοι δὲ διαφέρειν ἀλλήλων

    第四条通见中的插入句。ἔνιοι δὲ οὐ πάντα φασὶν ὁμοίως 针对前句“一切自制者皆节制”提出限制或否定(“有些人并不认为全部都同样如此”),随后的 καὶ τὸν ἀκρατῆ... εἶναί φασιν 则引入了另一派主张“无自制者与放荡者互相等同”的论点,并与 ἄλλοι δὲ διαφέρειν ἀλλήλων(“另一些人则主张二者互有区别”)相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:135.2-136.33