← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§133.8-134.25

自然德性与严格意义的德性以及智慧与明智

赫利奥多罗斯区分了自然德性与严格意义上的德性,检视了苏格拉底的知识即德性说,论证了依凭明智而来的伦理诸德的不可分离性,并阐明了明智并不支配智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Περὶ φρονήσεως καὶ τῆς σοφίας, τί χρήσιμοί εἰσι καὶ ποτέρα#3 αὗται γὰρ καὶ παισὶ καὶ θηρίοις ὑπάρχουσαι βλαβεραὶ γίνονται ἐνίοτε διὰ τὸ ἄνευ νοῦ προσεῖναι, καὶ καθάπερ τῷ σώματι ἰσχυρῷ κινουμένῳ συμβαίνει σφάλλεσθαι ἰσχυρῶς, ὅταν ἄνευ ὄψεως κινῆται, οὕτω καὶ τὰς τοιαύτας ἕξεις ἄνευ νοῦ πονηρὰς εἶναι συμβαίνει, μετὰ δὲ νοῦ ἀγαθάς· αἳ καὶ ἀρεταὶ κυρίως καλοῦνται. καὶ αἱ αὐταὶ ἕξεις νοῦ μὲν ἄνευ οὔκ εἰσιν ἀρεταὶ κυρίως, μετὰ δὲ νοῦ κυρίως ἀρεταὶ γίνονται· ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο εἰσὶν εἴδη, δεινότης καὶ φρόνησις, οὕτως ἐπὶ τοῦ ἠθικοῦ δύο ἐστί, τὸ μὲν ἀρετὴ φυσική, τὸ δὲ ἡ κυρίως. καὶ τούτων ἡ κυρίως οὐ γίνεται ἄνευ φρονήσεως. διόπερ φασὶ πάσας τὰς ἀρετὰς φρονήσεις εἶναι. καὶ Σωκράτης τούτῳ τῷ λόγῳ στοιχῶν, πῇ μὲν ὀρθῶς εἶχε πῇ δὲ ἡμάρτανεν· ὅτι μὲν γὰρ φρονήσεις ᾤετο εἶναι τὰς ἀρετὰς ἁπάσας, ἡμάρτανεν, ὅτι δὲ οὐκ ἄνευ φρονήσεως, καλῶς ἔλεγε. σημεῖον δέ· καὶ γὰρ νῦν πάντες, ὅταν ὁρίζωνται τὴν ἀρετήν, εἰπόντες αὐτὴν ἕξιν καὶ περὶ τίνα καταγίνεται, προστιθέασι καὶ κατὰ τὸν ὀρθὸν λόγον· ὀρθὸς δὲ λόγος ὁ κατὰ τὴν φρόνησιν· φαίνεται ἄρα μὴ δύνασθαι εἶναι ἀρετὴν ἄνευ φρονήσεως. ἔτι δὲ, οὐ μόνον κατὰ τὸν ὀρθὸν λόγον ἕξις ἡ ἀρετὴ λέγεται ἀλλὰ καὶ μετὰ τοῦ ὀρθοῦ λόγου· ὁ δὲ περὶ τῶν τοιούτων ὀρθὸς λόγος ἡ φρόνησίς ἐστιν. ὁ μὲν γὰρ Σωκράτης λόγους τὰς ἀρετὰς ᾤετο εἶναι (πάσας γὰρ ἐπιστήμας ἔλεγεν εἶναι), ἡμεῖς δὲ ἕξεις μετὰ λόγου. τὸ γὰρ κατὰ λόγον διαφέρει τοῦ μετὰ λόγου·1 κατὰ λόγον γάρ τις ποιεῖ τι καὶ ἑτέρου κινοῦντος 〈καὶ τὸ τέλος σκοποῦντος〉, ὥσπερ ἡ φύσις κατὰ λόγον ποιεῖ, μετὰ λόγου δέ, ὅταν αὐτὸς εἰδὼς πράττῃ καὶ τὸ τέλος σκοπῶν κατὰ λόγον ποιῇ. διὰ τοῦτο δεῖ προσκεῖσθαι τῷ κατὰ λόγον τὸ μετὰ λόγου· λόγος δέ ἐστιν ἡ φρόνησις καθὼς εἴρηται. δῆλον τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι οὐχ οἷόν τε ἀγαθὸν εἶναι κυρίως τὴν ἕξιν ἄνευ φρονήσεως οὐδὲ φρόνησιν ἄνευ ἀρετῆς. ἐντεῦθεν δὲ λύοιτ’ ἂν καὶ εἴ τις ἐκ τοῦ ἐναντίου λόγος εἰσάγοιτο. δοκεῖ γὰρ δυνατὸν εἶναι χωρίζεσθαι τὴν φρόνησιν τῆς ἠθικῆς ἀρετῆς· οὐ γὰρ ὁ αὐτὸς οὕτως εὐφυῶς ἔχει πρὸς ἁπάσας, ὥστε πάσας τὰς ἠθικὰς ἀρετὰς καὶ τὴν φρόνησιν ὁμοῦ λαβεῖν δυνηθῆναι· ὥστε τὴν μὲν λήψεται, τὴν δὲ οὔπω εἰληφὼς ἔσται. δοκεῖ ἄρα χωρίζεσθαι τὰς ἀρετάς. τοῦτο τοίνυν κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχεται, κατὰ δὲ τὰς ἠθικάς, καθ’ ἃς ἁπλῶς ἀγαθὸς ὁ ἄνθρωπος λέγεται, οὐκ ἐνδέχεται. ἅμα γὰρ τῇ φρονήσει μιᾷ οὔσῃ πᾶσαι ὑπάρξουσιν.2 ἡ τοίνυν φρόνησίς ἐστι μὲν καὶ πρακτικὴ καὶ χρήσιμός ἐστι πρὸς τὰς πράξεις ἁπάσας τῶν ἄλλων ἀρετῶν. ἔστι δὲ καὶ καθ’ ἑαυτὴν ζητητέα διὰ τὸ ἀρετὴ εἶναι τοῦ βελτίστου μορίου τῆς ψυχῆς, τοῦ λογικοῦ δηλονότι, καὶ τούτου μόνου χάριν χρεία ἂν ἦν αὐτῆς. οὐ γάρ τις ἁπλῶς γένοιτ’ 〈ἂν〉 ἀγαθὸς κατὰ τὸ βέλτιστον ἑαυτοῦ μέρος φαύλως ἔχων· νῦν δὲ οὐκ ἔνι οὐδεμίαν ἀρετὴν ἄνευ τῆς φρονήσεως συστῆναι. οὐ γὰρ ἔστιν ὀρθὴν εἶναι τὴν προαίρεσιν ἄνευ φρονήσεως, ὥσπερ οὐδὲ ἄνευ ἀρετῆς, καθὼς εἴρηται· ἡ μὲν γὰρ ἀρετὴ πρὸς τὸ τέλος κινεῖ τὸ ἀγαθόν, καὶ τούτου ἐφίεσθαι παρασκευάζει· ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἀλλὰ μὴν οὐδὲ κυρία γέ ἐστι τῆς σοφίας, ὅτι διὰ τὴν φρόνησιν ἡ σοφία.3 τῷ γὰρ φρόνιμοι εἶναι ζητοῦμεν τὴν σοφίαν καὶ ἡ φρόνησις τὸ τέλος ζητεῖ τῆς σοφίας καὶ τὰ πρὸς τὴν σοφίαν φέροντα ζητεῖ· καὶ οὕτω γὰρ ἔχουσα οὐκ ἔστι τῆς σοφίας βελτίων· ἔστι γὰρ ἡ σοφία ἀρετὴ τοῦ βελτίονος μορίου τῆς ψυχῆς· ἡ μὲν γὰρ φρόνησις ἀρετή ἐστι τοῦ πρακτικοῦ νοῦ, ἡ δὲ σοφία τοῦ θεωρητικοῦ. εἰ δὲ καὶ περὶ τῆς σοφίας ἡ φρόνησις σκοπεῖ, ἀλλ’ οὐ χρῆται αὐτῇ πρὸς τὸ ἑαυτῆς τέλος, ὥσπερ αἱ ἀρχιτεκτονικαὶ ἔχουσι πρὸς τὰς ὑπ’ αὐτὰς τέχνας, ἀλλὰ ζητεῖ ὅπως γένηται· καὶ οὐ διὰ τοῦτο κυρία αὐτῆς ἐστιν, ὥσπερ οὐδ’ ἡ ἰατρικὴ κυρία ἐστὶ τῆς ὑγιείας· οὐ γὰρ αὐτῇ ἐπιτάττει ἀλλὰ αὐτῆς ἕνεκα. καὶ διὰ τοῦτο μᾶλλον βελτίων ἡ σοφία τῆς φρονήσεως, καθάπερ καὶ ἡ ὑγίεια τῆς ἰατρικῆς, ὅτι αὐτῆς ἕνεκα πράττει. εἰ δὲ ἐπιτάττει ἡ φρόνησις, ἀλλ’ οὐ τῷ σοφῷ, ἀλλὰ τῷ μήπω εἰς ταύτην ἐλθόντι τὴν ἀρετήν, τῷ δὲ ἐλθόντι οὐκέτι· οὐδὲ γὰρ ἡ πολιτική, διότι ἐπιτάττει περὶ πάντων τῶν ἐν τῇ πόλει, ἤδη καὶ τῶν θεῶν ἄρχει.

论明智与智慧:它们有何用处,以及哪一种〔更为优越〕因为这些品质即使在孩童和野兽身上存在,有时也会因为缺乏理智相伴而变得有害;正如一个强健的身体在移动时,若是没有视力相随,便会猛烈跌倒一样,这样的品质若无理智相伴也是有害的,但有了理智则是善的——这些品质才被严格地称为德性。同样的品质,若无理智就不是严格意义上的德性,但伴随着理智,它们就成为严格意义上的德性。因此,正如在形成意见的部分中有两种形式——精明与明智,在伦理的部分中同样也有两种:其一是自然德性,其二是严格意义上的德性。而在这些之中,严格意义上的德性脱离明智便不能产生。因此人们才说,一切德性都是明智。苏格拉底顺着这一论理,在某种意义上是正确的,但在另一种意义上则犯了错误:因为他认为一切德性都是明智,在这一点上他错了;但他主张德性不能脱离明智,则说得很好。证据在此:因为即便在今天,所有人定义德性时,在说明它是一种品质以及它关涉什么之后,还会加上“依照正确理性”;而正确理性就是依照明智的理性;由此可见,脱离明智不可能有德性。此外,德性不仅被称为依照正确理性的品质,而且也被称为伴随着正确理性的品质;而在这些事情上的正确理性就是明智。苏格拉底认为诸德性就是诸种理性(因为他说诸德性全都是科学知识),而我们则认为是伴随着理性的品质。因为“依照理性”不同于“伴随着理性”;因为当另一个人推动并着眼于目的时,某人也可以依照理性做某事,正如自然依照理性运作一样;然而“伴随着理性”则是指当某人自己知晓而行动,且着眼于目的而依照理性去行事。正因如此,在“依照理性”之上必须加上“伴随着理性”;而正如已经指出的,理性就是明智。由此可见,根据上述所言,脱离明智,品质不可能在严格意义上是善的;脱离德性,也不可能有明智。由此,即便有某种论理从相反的角度被引入,也可以得到解决。因为明智似乎可以与伦理德性相分离:并非同一个人对所有德性都有同等的天赋,以至于能够同时获得所有的伦理德性与明智;从而他会获得这一德性,却尚未获得那一德性。因此,诸德性似乎是可分离的。那么,这种情况在自然德性上是容许的,但在伦理德性上——人根据这种德性才被称为无条件意义上的善人——则是不能成立的。因为只要唯一的明智存在,所有的德性便会同时存在。因此,明智既具有实践性,又对于其余德性的一切行动都是有用的。然而,仅因它是灵魂中最优秀部分(即理性部分)的德性,它本身也是值得追求的,哪怕仅仅为了这一点,它也是必需的。因为若某人在自身最优秀的部分上处于恶劣状态,任何人都不能成为无条件意义上的善人。但事实上,没有任何德性能够脱离明智而成立。正如已经指出的,正如脱离德性抉择不可能端正一样,脱离明智抉择也不可能端正;因为德性推动走向善的目的并使人向往它,而明智则使人践行导向目的之事。然而,绝不能因为智慧是通过明智而产生的,明智就凌驾于智慧之上。因为正由于我们是明智的,我们才寻求智慧,明智寻求智慧的目的并寻求导向智慧的事物;即便如此,明智也不优于智慧;因为智慧是灵魂中更优秀部分的德性;明智是实践理智的德性,而智慧则是理论理智的德性。即便明智对智慧有所关照,但它并不为了自身的目的而使用智慧(正如统领性技术对其下属技术那样),而是探求智慧如何才能生成;明智并不因此而支配智慧,正如医术并不支配健康一样;因为医术不是向健康发号施令,而是为了健康而发号施令。正因如此,智慧比明智更为优越,正如健康优于医术一样,因为医术是为了健康而行动的。即便明智有所命令,它也不是命令智慧之人,而是命令那些尚未达到这种德性的人;对于已经达到的人,它则不再命令;因为正如政治学虽然关涉城邦中的一切事务而发号施令,却并不因此就统治神明一样。

语法注3 条
  1. 6.τὸ γὰρ κατὰ λόγον διαφέρει τοῦ μετὰ λόγου·

    带冠词的介词短语 τὸ κατὰ λόγον 和 τοῦ μετὰ λόγου 被实体化为名词,分别作为表示区分的动词 διαφέρει 的主语和属格补足语。后续句段阐释了这两者之间外在符合(κατά)与自觉伴随(μετά)的构词与义理对比。

  2. 6.ἅμα γὰρ τῇ φρονήσει μιᾷ οὔσῃ πᾶσαι ὑπάρξουσιν.

    介词 ἅμα 支配与格短语 τῇ φρονήσει μιᾷ οὔσῃ("与唯一的明智同时"),修饰由主语 πᾶσαι(所有伦理德性)与动词 ὑπάρξουσιν 构成的主句,构成了驳斥德性可分离论的关键论证句式。

  3. 6.ἀλλὰ μὴν οὐδὲ κυρία γέ ἐστι τῆς σοφίας, ὅτι διὰ τὴν φρόνησιν ἡ σοφία.

    ὅτι 引导的从句充当状语从句("基于……缘故 / 尽管……"),修饰主句的 κυρία ἐστὶ,承接并驳斥了亚里士多德原文(1145a6–9)中预设的异议前提(即以为智慧由明智促成就意味着明智支配智慧)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:133.8-134.25