← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§131.34-133.8

明智与伦理德性的相互依存

赫利奥多罗斯论证了明智与伦理德性不可分割,阐明确立正确目的的伦理德性与审定达成手段的明智(作为精明之禀赋的德性)彼此相互依存。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Περὶ φρονήσεως καὶ τῆς σοφίας, τί χρήσιμοί εἰσι καὶ ποτέρα#2 δύναται δὲ λέγεσθαι ἀρετὴ τοῦ θρεπτικοῦ τὸ εὐτραφὲς καὶ ὅσα ἄλλα ἕπονται, ὅταν καλῶς ἔχῃ τὸ θρεπτικόν, οἷον κάλλος ἢ μέγεθος, ὅπερ ἀρετὴ οὐκ ἔστι κυρίως· οὐ γὰρ ἀπὸ προαιρέσεως γίνεται οὐδὲ αἱρετή ἐστιν, ἀλλὰ κατὰ μεταφορὰν λέγεται. καὶ ταῦτα μὲν μεταξὺ εἴρηται· ῥητέον δὲ ἔτι πρὸς τὸ προκείμενον. ὅτι μὲν οὖν εἰ καὶ πρὸς μηδὲν ἄλλο συντελεῖν ἠδύνατο ἡ σοφία καὶ ἡ φρόνησις, διά γε ἑαυτὰς ἔδει πολλοῦ τινος ἀξίας εἶναι δοκεῖν, δέδεικται. δείξομεν δὲ ἔτι σαφέστερον, ὅτι ἡ φρόνησις συντελεῖ πρὸς τὸ σπουδαιοτέρους γενέσθαι καὶ πρακτικωτέρους τῶν καλῶν καὶ δικαίων· μικρὸν δὲ ἄνωθεν ἀναληπτέον τὸν λόγον, ἀρξαμένους ἐκεῖθεν. ὥσπερ γὰρ λέγομεν δυνατὸν εἶναι πράττοντάς τινας τὰ δίκαια οὔπω δικαίους εἶναι, καὶ τὰ σώφρονα καὶ μὴ σώφρονας εἶναι, οἷοί εἰσιν οἱ τὰ προσταττόμενα ὑπὸ τοῦ νόμου ποιοῦντες διὰ φόβον καὶ ἀκουσίως ἢ οἱ δι’ ἄγνοιαν δίκαιόν τι πεποιηκότες· ὥσπερ εἴ τις λάθοι τὸν ἀδικοῦντα κολάσας ἀντὶ τοῦ ἠδικημένου ἢ δι’ ἄλλο τι ἢ χρήματα ἢ ἡδονὴν τὸ δίκαιον ποιοῦντες καὶ μὴ δι’ ἑαυτό·1 ὥσπερ τοίνυν τοὺς τοιούτους οὐ λέγομεν δικαίους, καίτοι πράττοντας τὰ δίκαια. οὕτως, ὡς ἔοικεν, ἐπὶ πάσης ἀρετῆς ἔχει· καὶ ὁ ποιῶν τὸ ἀγαθὸν καὶ τὴν ἀρετὴν καὶ δι’ ἑαυτὴν καὶ τοῦ ἀγαθοῦ ἕνεκα, καὶ αὐτὸς προαιρούμενος καὶ οὐκ ἀκουσίως, οὗτός ἐστιν ἀληθῶς ὁ σπουδαῖος· ὁ γὰρ βιαζόμενος ὑφ’ ἑτέρου πρὸς τὸ ποιῆσαι τὸ ἀγαθὸν τοῦ ἀγαθοῦ μὲν ἕνεκα ποιεῖ ὅπερ ποιεῖ, εἴπερ ὁ καταναγκάζων αὐτὸν τοῦ ἀγαθοῦ ἕνεκα καταναγκάζει· σπουδαῖος δὲ οὐκ ἔστιν οὐδὲ ἀγαθός, ὅτι μὴ προαιρούμενος καὶ ἑκουσίως πράττει τὸ ἀγαθόν. ἡ μὲν οὖν ἕξις τῆς ἀρετῆς ῥυθμίζουσα τὸ ὀρεκτικὸν τῆς ψυχῆς, τὸ θυμικὸν καὶ ἐπιθυμητικόν, ὀρθὴν ποιεῖ τὴν προαίρεσιν· ἐπιθυμεῖ γὰρ καὶ προαιρεῖται τὸ ἀγαθὸν ἀπὸ τῆς ἀγαθῆς ἕξεως· οὐ δεῖ δὲ μέχρι τούτου τὸν σπουδαῖον ἵστασθαι τοῦ ἕξιν ἔχειν ἀρετῆς, ἀλλὰ καὶ πράττειν ἐξ ὧν ἔσται βεβαία ἡ ἕξις ἐν τῇ ψυχῇ, τὰς πράξεις τὰς σπουδαίας δηλονότι. τὸ τοίνυν τὰς τοιαύτας πράξεις εἰδέναι οὐ δυνατὸν λαβεῖν ἀπὸ τῆς ἕξεως τῆς ἀρετῆς· αὕτη γὰρ μόνην ἐμποιεῖ τῇ ψυχῇ τὴν ὄρεξιν τοῦ ἀγαθοῦ· τὸ δὲ εἰδέναι ἃ δεῖ πράττειν τὸν σπουδαῖον ἄλλης ἐστὶ δυνάμεως. λεκτέον δὴ περὶ ταύτης τῆς δυνάμεως σαφέστερον. ἔστι δή τις δύναμις, ἣν καλοῦσι δεινότητα· αὕτη δέ ἐστι τοιαύτη ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτῶν.2 ἂν μὲν οὖν ὁ σκοπὸς ᾖ καλός, ἐπαινετή ἐστιν, ἂν δὲ φαῦλος, πανουργία· διὸ καὶ τοὺς φρονίμους δεινοὺς καὶ πανούργους φαμὲν εἶναι. ἔστι δὲ ἡ φρόνησις οὐχ αὕτη ἡ δύναμις, ἡ δεινότης, ἀλλ’ οὐκ ἄνευ τῆς δυνάμεως ταύτης· ταύτης γὰρ τῆς δυνάμεως ἀρετή ἐστιν ἡ φρόνησις. οὔτε τοίνυν ἄνευ φρονήσεως τελειωθείη ἂν ἡ ἠθικὴ ἀρετή, τήν τε φρόνησιν ἀδύνατον ἐπιγενέσθαι τῷ πρακτικῷ νῷ ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς· οἱ γὰρ συλλογισμοὶ τῶν πρακτῶν, οὓς δηλονότι συλλογιζόμενοι πράττομεν, ἀρχὰς ἔχουσι τὰ τέλη τῶν πράξεων· ἀπὸ γὰρ τῶν τελῶν συλλογιζόμεθα, εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ πονηραί· τὰς δὲ τοιαύτας ἀρχάς, τὰ τέλη δηλονότι, οὐ γινώσκομεν ἄνευ τῆς ἕξεως τῆς ἠθικῆς ἀρετῆς· πονηρὸν γὰρ τιθέμεθα τέλος ὑπὸ πονηρᾶς ἕξεως καὶ πρὸς τοῦτο τὰς πράξεις τάττομεν, ὥσπερ εἰς ἀγαθόν. καὶ συμβαίνει τὴν γνῶσιν τῶν τοιούτων πρακτῶν μὴ εἶναι φρόνησιν· ἡ γὰρ φρόνησις περὶ τὰ ἀγαθὰ τοῦ ἀνθρώπου· ὥστε ἀνάγκη τὸν φρόνιμον τὸ ἀγαθὸν τίθεσθαι τέλος· καὶ διὰ τοῦτο οὐ δυνατὸν τὴν φρόνησιν συστῆναι ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς καὶ ἀδύνατον φρόνιμον εἶναι μὴ ὄντα ἀγαθόν. οὕτω μὲν οὖν φαίνεται τὴν φρόνησιν μὴ εἶναι ἄνευ τῆς ἄλλης ἠθικῆς ἀρετῆς. φανερὸν δὲ μηδὲ τὴν ἀρετὴν εἶναι ἄνευ φρονήσεως· καὶ γὰρ ὡς ἔχει ἡ φρόνησις πρὸς τὴν δεινότητα (οὐ ταὐτὸν μέν, ὅμοιον δέ· καὶ γὰρ ἡ μὲν δεινότης φυσική ἐστιν ἐπιτηδειότης τῆς ψυχῆς, ἡ δὲ φρόνησις ἀρετή ἐστι τῆς τοιαύτης ἐπιτηδειότητος), οὕτω καὶ ἡ ἠθικὴ ἀρετὴ πρὸς τὴν φυσικὴν ἀρετὴν ἔχει. πᾶσι γὰρ δοκεῖ τῶν ἠθικῶν ἀρετῶν ἑκάστη φυσική πως εἶναι· καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι, καὶ τἄλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς. ἀλλ’ ὅμως ζητοῦμεν ἕτερόν τι, νομίζοντες οὐ ταύτας εἶναι τὰς κυρίως ἀρετάς.

论明智与智慧,它们有何用处以及哪一种然而,营养充足以及当摄取营养的部分处于良好状态时随之而来的一切其他事物,例如健美或身材,也可以被称为摄取营养之部分的德性,但这严格来说并不是德性;因为这既非出于抉择,也不是值得选择的,而是依转义而说的。这些是顺带谈及的;关于手头的主题还须进一步论述。那么,即使智慧与明智不能对任何其他事物有所贡献,但仅因其自身它们就应被视为具有极大价值,这一点已经被证明了。我们还将更加清楚地证明,明智有助于使人变得更加优秀,并在践行高尚与公正之事上更为有效;但我们必须从稍微更前面的地方重新开始论述,从那里讲起。因为正如我们所说,某些人做着公正之事却还不是公正的人,做着节制之事却不是节制的人,这是可能的;例如那些由于恐惧且非出于意愿而遵行法律所命令之事的人,或者那些由于无知而做了某件公正之事的人——正如某人未曾察觉便惩罚了行不义者而非受害者一样——或者那些为了其他某种事物(如钱财或快乐)而非因其自身而行公正之事的人;因此,正如我们并不称这样的人为公正的人,尽管他们做着公正之事;同样,正如看起来的那样,对于一切德性也是如此;而那个既因德性自身又为了善而践行善与德性、且是出于自身抉择而非违背意愿的人,此人才是真正优秀的。因为受他人强迫去行善的人,即使强迫他的人是为了善而强迫,他固然是因善的缘故而行其所行;但他既不是优秀的也不是善的,因为他不是出于抉择且自愿地践行善。那么,德性的品质通过节制灵魂的欲求部分(即激情部分与欲望部分),使抉择端正;因为由于善的品质,人欲望并抉择善。但是优秀的人不应当停留在拥有德性的品质这一步,而还必须践行那些能使这一品质在灵魂中得以巩固的行为,即显然是优秀的行动。因此,认识这些行动不可能从德性的品质中获得;因为它仅仅在灵魂中产生对善的欲求;而认识优秀之人应当做什么,属于另一种能力。关于这种能力应当讲得更明白些。确实存在某种能力,人们称之为精明;这种能力是这样的:能够践行那些有助于达成既定目标的事项并达到它们。因此,如果目标是高尚的,这种能力便是值得称赞的;如果目标是恶劣的,它便是奸诈;所以我们才说明智的人既精明又奸诈。然而明智并不是这种能力本身,即不是精明,但又不能没有这种能力;因为明智是这种能力的德性。因此,没有明智,伦理德性就不可能得到完善;而没有其余的伦理德性,明智也不可能产生于实践理智之中;因为关乎实践之事的推论——即我们在行动时显然进行推论的那些——是以行动的目的为始基的;因为我们是从目的来推论行动是善还是恶的;而若没有伦理德性的品质,我们便无法认识这些始基,即这些目的;因为在恶劣品质的影响下,我们确立恶劣的目的,并将行动安排朝向它,正如朝向善一样。结果便是,对这些实践之事的认识并不是明智;因为明智关乎人类的善;所以明智之人必然将善确立为目的;正因如此,没有其余的伦理德性,明智便不可能成立,并且若不是善人,就不可能是明智的。由此看来,明智不能脱离其余的伦理德性。同样显而易见的是,德性也不能脱离明智;因为正如明智相对于精明的关系那样(二者并非同一,但却相似;因为精明是灵魂的一种自然禀赋,而明智则是这种禀赋的德性),伦理德性相对于自然德性也是如此。因为在所有人看来,伦理德性中的每一种在某种程度上都是自然的;因为从一出生起,我们就是公正的、节制的、勇敢的,并具有其他品性。然而我们仍然在寻求某种别的事物,认为这些并非严格意义上的德性。

语法注2 条
  1. 6.ὥσπερ εἴ τις λάθοι τὸν ἀδικοῦντα κολάσας ἀντὶ τοῦ ἠδικημένου ἢ δι’ ἄλλο τι ἢ χρήματα ἢ ἡδονὴν τὸ δίκαιον ποιοῦντες καὶ μὴ δι’ ἑαυτό

    破格句(anacoluthon)。虽然前部的条件从句 εἴ τις λάθοι... 采用单数主语(τις),但随后的短语 ἢ δι' ἄλλο τι... 受此前主格复数成分 οἱ ... ποιοῦντες 与 οἱ ... πεποιηκότες 的句法牵引,转为了复数分词 ποιοῦντες。

  2. 6.ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτῶν

    在 ὥστε 引导的结果从句中,宾语短语 τὰ ... συντείνοντα 为了强调而被前置(倒装)在支配它的不定式 δύνασθαι 之前,并在不定式结构内部通过 ταῦτα 和 αὐτῶν 加以复指照应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:131.34-133.8