← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§130.19-131.34

关于智慧与明智之功用的疑难及其解答

提问明智与智慧对人有何用处以及二者何者更优,随后通过它们自身的价值、作为幸福组成部分的功用,以及在行动中与伦理德性的配合,解答了关于用处的第一项疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Περὶ φρονήσεως καὶ τῆς σοφίας, τί χρήσιμοί εἰσι καὶ ποτέρα#1 Περὶ φρονήσεως καὶ τῆς σοφίας, τί χρήσιμοί εἰσι καὶ ποτέρα βελτίων. κεφ. ιγʹ. Τί μὲν οὖν ἐστιν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τίνα ἐστὶν ἑκατέρα, καὶ ὅτι ἄλλου τῆς ψυχῆς μορίου ἐστὶν ἑκατέρα, εἴρηται. διαπορήσειε δ’ ἄν τις περὶ αὐτῶν, τί χρήσιμοί εἰσι καὶ πρὸς τί συντελοῦσι τοῖς ἀνθρώποις. ἡ μὲν γὰρ σοφία οὐδὲν θεωρεῖ ἐξ ὧν ἐστιν εὐδαίμων ὁ ἄνθρωπος· ἡ μὲν γὰρ εὐδαιμονία περὶ τὴν πρᾶξίν ἐστιν, ἡ δὲ σοφία οὐδεμιᾶς αἰτία γενέσεως· οὐ γὰρ τέλος ἔχει τὸ πρακτὸν ἀγαθόν. ἡ δὲ φρόνησίς ἐστι μὲν αἰτία πράξεως καὶ πρὸς τὸ πρακτὸν ἀγαθόν, ἀναγκαία δὲ πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς οὐ πάνυ δοκεῖ· τοῖς μὲν γὰρ σπουδαίοις ἀπὸ τοῦ ἔθους τὰς ἀρχὰς περιγενομένας βεβαίας εἶναι συμβαίνει· ἕξεις γάρ εἰσι· καὶ οὐδὲν μᾶλλον ἀπὸ τοῦ εἰδέναι τὰ καλὰ καὶ δίκαια πρακτικοὶ αὐτῶν γίνονται, ὥσπερ οὐδὲ ὑγιεινοὶ ἢ εὐεκτικοὶ γινόμεθα ἀπὸ τοῦ καλῶς εἰδέναι τὰ ὑγιεινὰ καὶ εὐεκτικά, ἀλλὰ τῷ ἔχειν ἕξιν ὑγιείας καὶ εὐεξίας· οὐ γὰρ ὁ πύκτης πυκτικώτερος γίνεται διὰ τὸ εἰδέναι τί ἐστι τὸ εὖ καὶ καλῶς πυκτεύειν· οὐ γὰρ τῷ εἰδέναι ἀλλὰ τῷ ἕξιν ἔχειν πυκτικῆς πυκτεύει· ὁμοίως δὲ καὶ ὁ παλαιστὴς καὶ ὁ δρομικός· καὶ πᾶς γυμνικὸς διὰ τὴν ἕξιν γυμνικός ἐστιν, οὐ διὰ τὸ εἰδέναι τὰ εὐεκτικὰ καὶ γυμνικά· λέγω δὲ εὐεκτικὰ καὶ γυμνικὰ ἢ ὑγιεινὰ οὐ τὰ ποιητικὰ εὐεξίας ἢ ὑγιείας ἀλλ’ ἃ ποιεῖ ὁ ὑγιαίνων ἢ ὁ εὐεκτῶν ἀπὸ τοῦ ἕξιν ὑγιείας ἢ εὐεξίας ἔχειν·1 ὥσπερ τοίνυν ἐπὶ τῶν εἰρημένων ἕξεων οἱ ἔχοντες οὐκ ἂν ἀμείνους γένοιντο διὰ τὸ εἰδέναι, οὕτως οὐδὲ ὁ σπουδαῖος καλλίων περὶ τὴν ἀρετὴν γένοιτο διὰ τὴν φρόνησιν. εἰ δὲ τοῖς σπουδαίοις οὐδὲν πρὸς τὴν ἀρετὴν ἡ φρόνησις συντελεῖ, λείπεται δὴ τοὺς μὴ ὄντας σπουδαίους τὴν φρόνησιν καλλίους ποιεῖν· καὶ τούτους δὲ οὐ σφόδρα ἀναγκαῖον φρονίμους εἶναι πρὸς τὸ γενέσθαι σπουδαίους· δυνατὸν γὰρ καὶ παρ’ ἄλλων μαθόντας τὸν περὶ ἀρετῆς λόγον καὶ πεισθέντας αὐτοῖς σπουδαίους γενέσθαι· ὥσπερ βουλόμενοι ὑγιαίνειν οὐκ αὐτοὶ μανθάνομεν ἰατρικὴν ἀλλὰ τοὺς ἰατροὺς ἐρωτῶμεν, καὶ οὐδὲν κωλύει ὑγιαίνειν. ταῦτα μὲν οὖν ἀπορήσειεν ἄν τις περὶ τῆς φρονήσεως καὶ τῆς σοφίας, εἰς τί συντελοῦσι τοῖς ἀνθρώποις καὶ πρὸς τί εἰσι χρήσιμοι. ἔτι δὲ καὶ ἐκεῖνο δεῖ ζητεῖν περὶ τῆς πρὸς ἀλλήλας αὐτῶν σχέσεως, ποτέρα βελτίων. δοκεῖ μὲν γὰρ ἡ σοφία βελτίων τῆς φρονήσεως καθόσον τῶν ἀναγκαίων ἐστὶ γνῶσις· δοκεῖ δὲ ἡ φρόνησις βελτίων τῆς σοφίας, καθόσον ἀρχή ἐστι πράξεως καὶ διὰ τοῦτο κυριωτέρα τῆς σοφίας, ἥτις μόνον θεωρητική ἐστιν. ἡ γὰρ πρακτικὴ ἕξις ἄρχει καὶ ἐπιτάττει περὶ ἕκαστον. ταῦτα μὲν οὖν ἠπόρηται περὶ σοφίας καὶ φρονήσεως· ῥητέον δὲ πρὸς ταῦτα καὶ πρῶτον περὶ τοῦ πρώτου· πρῶτον μὲν οὖν εἰ καὶ πρὸς μηδὲν ἦσαν χρήσιμοι αἱ τοιαῦται ἀρεταί, ἀλλὰ δι’ ἑαυτὰς ἀναγκαῖον αἱρετὰς αὐτὰς εἶναι· ἀρεταὶ γάρ εἰσιν ἑκατέρα ἑκατέρου τοῦ διανοητικοῦ, καθὼς εἴρηται· πᾶσα δὲ ἀρετὴ αἱρετόν τί ἐστιν. ἔπειτα καὶ χρήσιμοί εἰσι πρὸς τὴν εὐδαιμονίαν, οὐχ ὥσπερ ἰατρικὴ πρὸς ὑγίειαν, ἀλλ’ ὥσπερ εὐεξία πρὸς ὑγίειαν ἔχει, οὕτω σοφία καὶ φρόνησις πρὸς εὐδαιμονίαν χρήσιμοί εἰσιν.2 ἡ μὲν γὰρ καθόλου εὐδαιμονία ἡ παντελής ἐστιν ἀρετή, σοφία δὲ καὶ φρόνησις μέρος εἰσὶ τῆς ὅλης ἀρετῆς· ὥστε μέρος εἰσὶ τῆς ἀνθρωπίνης εὐδαιμονίας σοφία καὶ φρόνησις, καὶ τὸ ταύτας ἔχειν μετὰ τῶν ἄλλων ἀρετῶν εὐδαιμονεῖν ἐστι τὴν ὅλην εὐδαιμονίαν. ἔτι δὲ καὶ πρὸς πᾶσαν πρᾶξιν σπουδαίαν ἡ φρόνησις χρήσιμός ἐστι καὶ δι’ αὐτῆς πᾶν τοιοῦτον ἔργον ἀποτελεῖται. ἡ μὲν γὰρ ἠθικὴ ἀρετὴ τὴν θέλησιν εἰς τὸ ἀγαθὸν ἀπευθύνει τέλος καὶ ὀρθὸν ποιεῖ τὸν σκοπόν, ἡ δὲ φρόνησις τὰ πρὸς τὸ τέλος φέροντα τὸ ἀγαθὸν ζητεῖ, καὶ βουλεύεται δι’ ὧν κάλλιστα καὶ ῥᾷστα καὶ ὡς δεῖ τοῦ τέλους ἔνι τυχεῖν. τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς, ὅ ἐστι τὸ θρεπτικόν, οὐκ ἔστιν ἀρετὴ τοιαύτη,3 περὶ ἧς ἡμῖν ὁ λόγος, ἥτις ἀρχὴν ἔχει τὸ ὀρεκτικόν, λέγω δὴ τὴν ἠθικήν. οὐ γάρ ἐστι τὸ θρεπτικὸν κύριον πράξεως οὐδεμιᾶς· ὃ δὲ οὐκ ἔστιν ἀρχὴ πράξεως, οὐ δύναται ἀρετὴν ἔχειν τοιαύτην.

Περὶ φρονήσεως καὶ τῆς σοφίας, τί χρήσιμοί εἰσι καὶ ποτέρα#1论明智与智慧,它们有何用处以及何者更为优越。第十三章。 那么,明智是什么,智慧是什么,各自关乎什么,以及各自属于灵魂的不同部分,都已经说明了。但人们可能会对它们提出疑难,即它们对人类有何用处,又对何事有所助益。因为智慧并不沉思任何使人幸福的事物;因为幸福关乎实践,而智慧不是任何生成的原因;因为它并不以可实践的善为目的。另一方面,明智固然是行动的原因并且朝向可实践的善,但对于德性的获得而言似乎全无必要;因为对于优秀之人来说,从习惯中获得的始基往往是稳固的;因为它们是品质;他们绝不会因为知道高尚与公正之事,就更多地成为这些事的践行者,正如我们绝不会因为熟知健康和健壮的事物就成为健康或健壮的人,而是由于拥有健康和健壮的品质;因为拳击手不会因为知道什么是善于且漂亮地拳击,就成为更善拳击者;因为他不是由于知道,而是由于拥有拳击术的品质而拳击;摔跤手和跑者同样也是如此;凡是竞技者都是因其品质而成为竞技者,而不是因为知道健壮和竞技之事;而我所说的健壮、竞技或健康之事,不是指产生健壮或健康的事物,而是指健康者或健壮者由于拥有健康或健壮的品质而做出的事;因此,正如在上述诸品质的情况下,拥有者不会因为知道而变得更好,同样,优秀之人也不会因为明智而在德性上变得更为完善。如果明智对于优秀之人无助于德性,那么剩下的便是明智使不优秀的人变得更好;然而即使对于这些人而言,为了成为优秀之人而具有明智也并非十分必要;因为从他人那里学得关于德性的道理并被他们说服,这也是可能成为优秀之人的;正如我们想要健康并不自己去学医术,而是去求教医生,这丝毫不妨碍我们获得健康。关于明智和智慧,人们可以提出这些疑难,即它们对人类有何贡献,对何事有用。此外,还必须就它们彼此之间的关系探讨那一问题,即二者何者更为优越。因为智慧在作为对必然之物的认识的限度内,似乎优于明智;而明智在作为实践的始基并因此比仅是沉思性的智慧更具主导性的限度内,似乎优于智慧。因为实践的品质支配并命令具体各事。关于智慧和明智,便提出了这些疑难;而对这些疑难应当予以解答,首先探讨第一个问题。首先,即使这些德性对任何事物都无用,但它们必然因其自身而值得选择;因为正如所说,各自是理智之两部分各自的德性;而一切德性都是某种值得选择之物。其次,它们对于幸福也是有用的,并非像医术之于健康那样,而是正如健壮与健康相关联那样,智慧和明智对于幸福同样是有用的。因为普遍的幸福是完全的德性,而智慧和明智是整体德性的一部分;因此智慧和明智是人类幸福的部分,将它们与其余德性一同拥有,便是在完满的幸福中享福。此外,明智对于一切优秀的行动也是有用的,并且通过它,一切此种活动得以完成。因为伦理德性将意愿笔直引向善的目的,并使目标端正,而明智则寻求导向善的目的的诸手段,并熟虑通过何种方式能够最美好、最容易且依其应有之方式达成目的。至于灵魂的第四部分,即摄取营养的部分,并不具有我们所讨论的、以欲求部分为始基的那种德性,我指的是伦理德性。因为摄取营养的部分并不主导任何行动;而凡不是行动始基的部分,便不可能拥有此种德性。

语法注3 条
  1. 6.ἀπὸ τοῦ ἕξιν ὑγιείας ἢ εὐεξίας ἔχειν

    介词短语 ἀπὸ τοῦ ἕξιν... ἔχειν 是带冠词不定式结构(介词 ἀπό +中性单数属格冠词 τοῦ +不定式 ἔχειν),表示原因或来源。它作状语修饰 ποιεῖ,说明健康者或体魄健壮者的行为是“出于拥有健康或体魄健壮的品质”。

  2. 6.οὐχ ὥσπερ ἰατρικὴ πρὸς ὑγίειαν, ἀλλ’ ὥσπερ εὐεξία πρὸς ὑγίειαν ἔχει, οὕτω σοφία καὶ φρόνησις πρὸς εὐδαιμονίαν χρήσιμοί εἰσιν

    关联比较句结构(οὐχ ὥσπερ..., ἀλλ’ ὥσπερ..., οὕτω...)。在前一半分句 οὐχ ὥσπερ ἰατρικὴ πρὸς ὑγίειαν 中省略了动词(χρήσιμός ἐστι 或 ἔχει),与后一半分句 ὥσπερ εὐεξία πρὸς ὑγίειαν ἔχει 形成对比。该结构阐明了二者有用性的性质:并非作为外在的产出原因(如医术产生健康),而是作为内在的构成要素(如健壮是健康的固有组成)。

  3. 6.τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς, ὅ ἐστι τὸ θρεπτικόν, οὐκ ἔστιν ἀρετὴ τοιαύτη

    句首的属格 τοῦ τετάρτου μορίου 是领属或所属属格,与谓语 οὐκ ἔστιν ἀρετὴ τοιαύτη 结合(“对于灵魂的第四部分而言……不存在此种德性”)。前置的语序起到了话题化的作用,明确了其与前述灵魂各部分的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:130.19-131.34