- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:129.23-130.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者指出第一始基与个别终极之物都由理智无中介地把握,但与通过学习获得的智慧不同,实践理智及相关的明智与判断力乃随年龄与经验而形成,因此年长者与明智者无论证的断言也同样值得信赖。
Περὶ γνώμης. κεφ. ιβʹ. 230#2 καὶ γὰρ καὶ οἱ ἄμεσοι λόγοι καὶ οἱ ὅροι καὶ τὰ καθ’ ἕκαστα καὶ πρῶτα καὶ ἔσχατά εἰσιν. οἱ μὲν ἄμεσοι λόγοι τῇ φύσει πρῶτοι, ἔσχατοι δὲ ἡμῖν· τὰ δὲ καθ’ ἕκαστα πρῶτα μὲν ἡμῖν, ἔσχατα δὲ τῇ φύσει· ταῦτα δὲ τὰ ἔσχατα τῇ φύσει ἀρχαί εἰσι καὶ αἴτια τοῦ τέλους τοῦ πρακτοῦ·1 καὶ γὰρ ἀπὸ τῶν ἐν τῇ αἰσθήσει καθ’ ἕκαστα διδασκόμεθα πράττειν τὰ συμφέροντα ἡμῖν αὐτοῖς καὶ τοῖς ἄλλοις καὶ δι’ ὧν πρὸς τὸ ζητούμενον ἀφιξόμεθα τέλος· καὶ ἀπὸ τούτων τῶν μερικῶν καθολικούς τινας συνάγοντες λόγους, φρόνιμοι γινόμεθα πρὸς τὰς ἐν τῷ βίῳ πράξεις. διὰ τοῦτο δεῖ τὸν πολιτικὸν γνῶσιν ἔχειν τῶν μερικῶν· ἡ τοιαύτη δὲ γνῶσις ἄνευ μέσου γινομένη νοῦς ἐστι· νοῦς γάρ ἐστιν ἡ γνῶσις τῶν ἀμέσων καὶ τῶν ἀρχῶν. διὰ τοῦτο καὶ φυσική τις ἡ τοιαύτη γνῶσις εἶναι δοκεῖ. οὐ γὰρ ἀπὸ μεθόδων τινῶν καὶ μαθήσεως περιγίνεται ἀλλὰ φύσει. καὶ οὐχ ὁ νοῦς μόνον ἀλλὰ καὶ ἡ φρόνησις καὶ ἡ σύνεσις καὶ ἡ γνώμη φυσικὰ δοκεῖ εἶναι· ἀπὸ γὰρ τῆς φυσικῆς γνώσεως τοῦ νοῦ ταῦτα πάντα ὁρμῶνται, καὶ περὶ τὰ αὐτά εἰσι τῷ νῷ, τὰ καθ’ ἕκαστα δηλονότι. σοφία δὲ οὐκέτι· φύσει γὰρ σοφὸς οὐδείς ἐστιν, ὅτι μεθόδων χρεία καὶ μαθήσεως πρὸς τὸ γενέσθαι σοφόν, καὶ τὴν μὲν φρόνησιν καὶ τὴν γνώμην καὶ τὸν νοῦν καὶ τὴν σύνεσιν οἰόμεθα ταῖς ἡλικίαις ἀκολουθεῖν·2 φαμὲν γὰρ τήνδε τὴν ἡλικίαν νοῦν ἔχειν καὶ γνώμην καὶ φρόνησιν, ὡς τῆς φύσεως αἰτίας οὔσης· σοφίαν δὲ οὐ τῇδε τῇ ἡλικίᾳ ἢ τῇδε ἀποδίδομεν· καὶ νέῳ γὰρ δυνατὸν γενέσθαι σοφὸν καὶ μειρακίῳ καὶ οὐ πρεσβύτῃ μόνον, καθάπερ ἐπὶ τῆς φρονήσεως ἔχει καὶ τῶν ἄλλων. ἡ γὰρ πεῖρα τῶν πρεσβυτέρων ἐστίν, ἧς χωρὶς οὐ δυνατὸν φρόνιμον γενέσθαι καὶ νοῦν καὶ σύνεσιν ἔχειν καὶ γνώμην. νοῦν λέγω τὸν πρακτικόν· ὁ γὰρ νοῦς καθὼς εἴρηται καὶ θεωρητικός ἐστι καὶ πρακτικὸς καὶ ἀρχὴ καὶ τέλος· ἀρχὴ μέν, καθόσον τῶν πρώτων ἀρχῶν ἐστι γνῶσις καὶ θεωρητικὸς λέγεται· ἀρχὴ γάρ ἐστιν ἀποδείξεως· τέλος δέ, καθόσον γνῶσίς ἐστι τῶν καθ’ ἕκαστα καὶ ἐν αἰσθήσει, καὶ πρακτικὸς λέγεται· περὶ τούτων γὰρ αἱ ἀποδείξεις, καὶ ταῦτά εἰσι τὰ ἀποδεικτά, καὶ εἰς ταῦτα τελευταῖον ὁ ἀποδεικνὺς ἔρχεται ἀπὸ τῶν καθόλου καταβαίνων. οὗτος δὲ ὁ νοῦς ἀπὸ ἐμπειρίας περιγινόμενος ἐν τοῖς πρεσβυτέροις εὑρίσκεται· διὰ τοῦτο δεῖ πιστεύειν ταῖς τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις οὐχ ἧττον τῶν ἀποδείξεων·3 διὰ γὰρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσι τὰς ἀρχὰς τῶν πράξεων, τὰ καθ’ ἕκαστα δηλονότι πρακτά· δι’ ὧν τὰ συμφέροντα γινώσκουσι καὶ ὑποτίθενται καὶ ἑαυτοῖς καὶ τοῖς ἄλλοις ἀνθρώποις.
Περὶ γνώμης. κεφ. ιβʹ. 230#2因为无中介的命题、定义以及个别事物,既是第一之物又是终极之物。无中介的命题就本性而言是第一的,对我们而言则是终极的;而个别事物对我们而言是第一的,就本性而言则是终极的。这些就本性而言是终极之物的东西,便是实践目的的诸始基与诸原因;因为正是从感觉中的个别事物出发,我们才被教导去做出对我们自身和对他人有益之事,以及通过哪些事物我们将达到所寻求的目的;并且从这些个别事物中推导出某些普遍命题,我们便针对生活中的行动而成为明智的。为此,政治家必须具有对个别事物的认识;而这种无中介产生的认识便是理智;因为理智乃是对无中介之物和始基的认识。为此,这种认识似乎也是某种出于本性的东西;因为它并非源于某些方法和学习,而是出于本性。不仅理智,明智、理解力和判断力似乎也都是出于本性的;因为所有这些都发端于理智的本性认识,并且与理智关乎同样的事物,显然是个别事物。然而智慧却不再如此;因为没有人在本性上是智慧的,因为要成为智慧之人需要方法与学习,而且我们认为明智、判断力、理智和理解力乃是伴随着年龄而来的;因为我们说这个年龄拥有理智、判断力与明智,乃是以本性为其原因;但我们并不把智慧归于这个或那个年龄;因为即使对于年轻男子和少年而言,成为智慧之人也是可能的,而不像在明智和其余品质上所呈现的那样仅仅是对老年人如此。因为经验属于年长者,没有经验便不可能成为明智之人,也不可能拥有理智、理解力和判断力。我所说的理智是指实践理智;因为正如所说,理智既是沉思的又是实践的,既是始基又是终点:一方面是始基,就它是第一始基的认识并被称为沉思的而言;因为它是论证的始基;另一方面是终点,就它是对个别的和感觉中事物的认识并被称为实践的而言;因为论证关乎这些事物,这些就是可论证之事,而论证者从普遍之物向下推导,最终达到的就是这些。而这种从经验中获得的理智存在于年长者之中;为此,应当相信有经验者、年长者或明智者的无论证的断言与意见,不亚于相信论证;因为由于拥有来自经验的眼力,他们洞察到了行动的诸始基,显然是个别的实践之事;通过这些,他们认识并为他们自己以及其他人类提出有益之事的建议。
- 6.ἀρχαί εἰσι καὶ αἴτια τοῦ τέλους τοῦ πρακτοῦ
属格 τοῦ τέλους τοῦ πρακτοῦ 作名词 ἀρχαί καὶ αἴτια 的宾格性属格,表明个别事物是产生并导向实践目的的始基与原因。
- 6.ὅτι μεθόδων χρεία καὶ μαθήσεως πρὸς τὸ γενέσθαι σοφόν, καὶ τὴν μὲν φρόνησιν καὶ τὴν γνώμην καὶ τὸν νοῦν καὶ τὴν σύνεσιν οἰόμεθα ταῖς ἡλικίαις ἀκολουθεῖν
连词 ὅτι 引导 μεθόδων χρεία... 解释智慧非出于本性的原因,随后的 καί 则并列了带有主动词 οἰόμεθα 的主句,将原因说明与明智等能力随年龄发展的观察并置。
- 6.οὐχ ἧττον τῶν ἀποδείξεων
属格 τῶν ἀποδείξεων 是受比较级短语 οὐχ ἧττον(“不亚于”)支配的比较属格,表达对无论是无论证断言还是意见的信任程度不亚于对论证的信任。
