← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§12.22-13.15

作为最圆满之善的幸福与其自足性

赫利奥多鲁斯依据亚里士多德《尼各马可伦理学》卷一第七章(1097a25–1097b21),论证了幸福唯独因自身而被选择,因而是最圆满且自足的善,不与其他善并列计数,并指出了关于自足性关涉范围的无限推进之疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι τέλειόν ἐστιν ἀγαθὸν τὸ ζητούμενον τῇ πολιτικῇ τέλος#2 καὶ τὸ μὲν δι’ ἑαυτὸ ζητούμενον τοῦ δι’ ἄλλο ζητουμένου τελειότερον λέγομεν· πάλιν δὲ ἐπεί τινα τῶν ἀγαθῶν καὶ δι’ ἑαυτὰ καὶ δι’ ἄλλα ζητοῦνται, ὥσπερ τὸ ὑγιαίνειν καὶ τὸ φρονεῖν, τελειότερον τούτων ἐστίν, ὅπερ δι’ ἑαυτὸ μόνον ζητεῖται, οὐδέποτε δὲ δι’ ἄλλο· καὶ οὐ μόνον κατὰ σύγκρισιν τελειότερον ἄλλου ἀλλὰ καὶ ἁπλῶς τέλειον ἀγαθὸν τοῦτό ἐστι. τοιοῦτον δὲ ἡ εὐδαιμονία μάλιστα εἶναι δοκεῖ· ταύτην γὰρ αἱρούμεθα ἀεὶ δι’ ἑαυτήν· τιμὴν δὲ καὶ ἡδονὴν καὶ φρόνησιν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα μὲν δι’ ἑαυτά (μηδενὸς γὰρ ἀποβαίνοντος ἄλλου ἀπὸ τῆς κτήσεως αὐτῶν ἑλοίμεθα ἂν ἕκαστον αὐτῶν), αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν, διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσειν. τὴν δὲ εὐδαιμονίαν οὐδεὶς αἱρεῖται διὰ ταῦτα ἢ ὅλως δι’ ἄλλο, ἀλλὰ μόνον δι’ ἑαυτήν· ὥστε ἡ εὐδαιμονία ἂν εἴη τὸ ζητούμενον παρὰ τῶν ἀνθρωπίνων πράξεων ἀγαθόν. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον· καὶ γὰρ τὸ τέλειον ἀγαθόν, ὃ ζητεῖται, αὔταρκες εἶναι δοκεῖ· αὔταρκες δέ, ὃ ἀρκεῖ οὐ μόνον ἑνί τινι ζῶντι βίον μονώτην ἀλλὰ καὶ γονεῦσι καὶ τέκνοις καὶ γυναικὶ καὶ ὅλως τοῖς φίλοις καὶ πολίταις. ἐπεὶ καὶ τοῦ ἐν τούτοις ἀγαθοῦ ὁ ἄνθρωπος χρήζει, φύσει πολιτικὸς ὢν καὶ κοινωνικός. καὶ ὅλως αὔταρκές ἐστιν, ὃ μονούμενον ἄρκιον καὶ αἱρετὸν ποιεῖ τὸν βίον καὶ μηδενὸς ἐνδεᾶ· τοιοῦτον δὲ τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι. φαίνεται ἄρα τὸ ζητούμενον ἀγαθὸν τὴν εὐδαιμονίαν εἶναι.1 ἔτι τὴν εὐδαιμονίαν οὐ λέγομεν συναριθμεῖσθαι τοῖς ἄλλοις ἀγαθοῖς· τῶν γὰρ αἱρετῶν ἡγούμεθα εἶναι τὸ ἄκρον· καὶ εἰ σύστοιχον αὐτὴν τοῖς ἄλλοις ποιήσομεν ἀγαθοῖς, φανερὸν ὅτι, εἰ προσθήσομέν τι τῶν ἄλλων αὐτῇ, αἱρετωτέραν ποιήσομεν, καὶ οὕτως οὐκ ἂν εἴη αὐτὴ τὸ ἄκρον τῶν αἱρετῶν· τὸ γὰρ προστιθέμενον τῶν ἀγαθῶν μετὰ τῆς εὐδαιμονίας ἀγαθόν2 τι ἀποτελέσει τῆς εὐδαιμονίας αἱρετώτερον· τοιοῦτον δὲ καὶ τὸ ζητούμενον ἀγαθόν ἐστιν, οὐ συναριθμούμενον τοῖς ἄλλοις ἀλλὰ τῶν αἱρετῶν ἄκρον ὑπάρχον· τέλειον γάρ ἐστι· τὸ δὲ τέλειον αἱρετώτατον· ἀεὶ γὰρ τὸ τελειότερον ἀγαθὸν μᾶλλον αἱρούμεθα· ἡ ἄρα εὐδαιμονία ἐστὶ τὸ ζητούμενον τέλος. ἔχει δέ τινα ἀπορίαν ὁ περὶ τοῦ αὐτάρκους λόγος. εἰ γὰρ τότε τὸ ἀγαθὸν αὔταρκές τινι, ὅταν αὐτῷ καὶ πᾶσι τοῖς οἰκείοις ἀρκέσῃ καὶ τοῖς πολίταις καὶ τοῖς φίλοις καὶ ἔτι τοῖς οἰκείοις καὶ συγγενέσιν ἐκείνων, ἐπεὶ τοῦτο εἰς ἄπειρον πρόεισιν, οὐκ ἂν συσταίη τὸ αὔταρκες ἀγαθόν. ὥστε ἀνάγκη λαβεῖν τινα ὅρον τῶν οἰκείων, ἐφ’ οὓς δεῖ προϊέναι τὸ ἀγαθόν. ἀλλὰ τοῦτο μὲν εἰσαῦθις ἐπισκεπτέον· λέγωμεν δὲ περὶ τοῦ προκειμένου.

论政治学所寻求的目的是圆满的善并且我们说,因自身之故而被寻求的事物,比起因他物之故而被寻求的事物更加圆满;再者,既然诸善中有一些既因自身之故又因他物之故而被寻求,例如健康与明智,那么那仅因自身之故而被寻求、且绝不因他物之故而被寻求者,便比这些事物更为圆满;而这不仅是相对于他物而言更圆满,而且是无条件圆满的善。幸福尤其显现为是这样的事物;因为我们始终因自身之故而选择它;至于荣誉、快乐、明智以及一切德性,我们固然因自身之故而选择它们(因为即使从获得它们中产生不出任何其他结果,我们也会选择它们中的每一者),但我们也是为了幸福之故而选择它们,设想通过这些事物我们将会幸福。然而没有人为了这些事物或通常因任何他物之故而选择幸福,而仅仅因自身之故;因此幸福应当就是从人类行为中所寻求的善。 此外,从以下几点来看也是显而易见的:因为所寻求的圆满的善似乎也是自足的;而自足者,乃是不仅对过着孤独生活的单个人而言足够,而且对父母、子女、妻子以及总括而言对朋友和同邦公民而言都足够的善。既然人按本性是政治性与社会性的存在,他也需要存在于这些关系之中的善。总括而言,自足者乃是那单凭自身便使得生活充足、值得选择且一无所缺者;而我们认为幸福正是这样的事物。由此可见,所寻求的善乃是幸福。 再者,我们不说幸福是与其他诸善并列计数的;因为我们认为它是诸值得选择之物中的顶峰;而如果我们把它与其他诸善置于同等地位,显然,若我们在它之上附加某种其他事物,我们就会使它更为值得选择,如此一来,它自身便不会是诸值得选择之物中的顶峰了;因为在诸善中被附加之物与幸福结合在一起,将会产生出某种比幸福更值得选择的善。而所寻求的善亦是如此,不与其他事物并列计数,而是作为诸值得选择之物的顶峰而存在;因为它是圆满的;而圆满者乃是绝顶值得选择的;因为我们始终更愿意选择更圆满的善;因此幸福就是所寻求的目的。 然而关于自足的论说包含着某种疑难。因为如果唯当该善对于某人自身以及对于他所有的亲属、公民、朋友,乃至那些人的亲属和族人而言都足够时,对于该人才是自足的,那么既然这会走向无限,自足的善便无法成立。因此有必要为亲属划定某种界限,即善应当推展至何处为止。但这应当在以后再行考察;我们且谈论当前的主题。

语法注2 条
  1. 1.φαίνεται ἄρα τὸ ζητούμενον ἀγαθὸν τὴν εὐδαιμονίαν εἶναι

    动词 φαίνεται 带不定式结构,其中 τὸ ζητούμενον ἀγαθόν 和 τὴν εὐδαιμονίαν 均为不定式 εἶναι 的宾格主语和宾格表语。古典用法中 φαίνεται 多接分词或主格不定式,此处按晚期希腊语习惯作非人称动词引出宾格加不定式结构(意为“显见……/看来……”)。

  2. 1.εἰ γὰρ τότε τὸ ἀγαθὸν αὔταρκές τινι, ὅταν αὐτῷ καὶ πᾶσι τοῖς οἰκείοις ἀρκέσῃ καὶ τοῖς πολίταις καὶ τοῖς φίλοις καὶ ἔτι τοῖς οἰκείοις καὶ συγγενέσιν ἐκείνων, ἐπεὶ τοῦτο εἰς ἄπειρον πρόεισιν, οὐκ ἂν συσταίη τὸ αὔταρκες ἀγαθόν

    全句的主要句式框架由条件从句 εἰ γὰρ τότε...(省略系词 ἐστί)和结论句 οὐκ ἂν συσταίη τὸ αὔταρκες ἀγαθόν(潜在希求法)构成。条件从句内部嵌套了与 τότε 相关的 ὅταν 从句以及说明无限倒退的原因从句 ἐπεὶ τοῦτο εἰς ἄπειρον πρόεισιν,整体结构紧凑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:12.22-13.15