- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:128.26-129.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯依据《尼各马可伦理学》卷六第十一章,在与宽恕的关联中将判断力定义为对公道之事的正确评判,并论证了揭示真理的诸种品质(明智、理智、善于谋划、理解力与判断力)如何共同汇聚于关注具体个别事物的实践理智。
Περὶ γνώμης. κεφ. ιβʹ. 230#1 Περὶ γνώμης. κεφ. ιβʹ. Ῥητέον δὴ περὶ τῆς γνώμης. ἔστι δὲ καὶ αὕτη περὶ τὰ ἐνδεχόμενα, καθάπερ καὶ ἡ φρόνησις καὶ ἡ εὐβουλία καὶ ἡ σύνεσις. διὰ τοῦτο καὶ περὶ αὐτῆς λέγωμεν. ἔστι τοίνυν γνώμη, καθ’ ἣν εὐγνώμονας λέγομεν καὶ ἔχειν γνώμην, ἡ ὀρθὴ κρίσις τοῦ ἐπιεικοῦς. τίς δέ ἐστιν ὁ ἐπιεικὴς καὶ ἡ ἐπιείκεια, εἴρηται ἐν τοῖς πρότερον. ὅτι δὲ τοῦτό ἐστιν ἡ γνώμη, δῆλον· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγγνωμονικόν· καὶ ἐπιεικὲς τὸ ἔν τισιν ἔχειν συγγνώμην. ἡ δὲ συγγνώμη γνώμη ἐστὶν ὀρθή, κριτικὴ τοῦ ἐπιεικοῦς· κρίσις γὰρ ὀρθὴ καὶ γνώμη ἐπιεικής ἐστιν ἡ συγγνώμη.1 ὀρθὴ δὲ λέγεται κρίσις ἡ τοῦ ἀληθοῦς· εἰ τοίνυν ἡ μὲν συγγνώμη κρίσις ἐστὶ τοῦ ἐπιεικοῦς καὶ γνώμη ὀρθή, κατὰ δὲ τὴν ὀρθὴν γνώμην εὐγνώμονές τινες λέγονται, ἡ γνώμη ἄρα, καθ’ ἣν εὐγνώμονες λέγονται, τοῦ ἐπιεικοῦς ἐστι κρίσις. πᾶσαι μὲν οὖν αἱ ἕξεις αἱ ἀληθευτικαὶ πρὸς τὸ αὐτὸ φέρουσι, καὶ τὰ αὐτὰ ἔχουσιν ὑποκείμενα, περὶ ἃ καταγίνονται· καὶ γὰρ καὶ φρόνησις καὶ νοῦς καὶ εὐβουλία καὶ σύνεσις καὶ γνώμη περὶ τὰ καθ’ ἕκαστά εἰσι καὶ τὰ μερικὰ τὰ ἐν οἷς αἱ πράξεις. νοῦν δὲ λέγω τὸν πρακτικόν, ὃς ἀρχὰς ἔχει τὰ μερικὰ καὶ αἰσθητά· ὁ γὰρ αὐτὸς ἄνθρωπος, ὅταν μὲν τὰ πρὸς τὸ ἀγαθὸν τέλος φέροντα ποιῇ, φρόνιμός ἐστιν, ὅταν δὲ περὶ αὐτῶν ὡς δεῖ βουλεύηται, εὔβουλός ἐστιν, ὅταν δὲ ὅσα ἔταξε πρὸς τὸ τέλος τὸ ἀγαθὸν καὶ ἐποίησε, γινώσκῃ καὶ κρίνῃ ὀρθῶς καὶ ὡς ἔδει πεπρᾶχθαι, συνετός ἐστιν· ὅταν δὲ τὰ ὑπ’ ἄλλου πραχθέντα ὀρθῶς κρίνων καὶ συγγνώμης ἐνίοτε ἀξιοῖ οἷς τοῦτο προσῆκεν,2 εὐγνώμων ἐστὶ καὶ συγγνώμων. πᾶσα γὰρ ἡ τοῦ ἐπιεικοῦς κρίσις περὶ πάντα ἐστὶ κοινὴ τὰ ἀγαθὰ τὰ ὑπ’ ἄλλων πραττόμενα· καὶ γὰρ καὶ ἡ καλουμένη ἐπιείκεια, ἥτις ἐστὶ τοῦ νομικοῦ δικαίου διορθωτική, περὶ ἧς εἴρηται πρότερον, τοὺς παρ’ ἑτέρων τεθέντας νόμους κρίνει, καὶ ἡ συγγνώμη καὶ ἡ γνώμη περὶ τῶν πραττομένων ὑφ’ ἑτέρων ὀρθῶς ψηφίζεται· πάντα δὲ ταῦτα τοῦ ἐπιεικοῦς ἐστι. συμβαίνει δὲ καὶ πάσας τὰς ἀνθρωπίνας πράξεις ταύτας εἶναι μόνας, ἃς ὁ ἐπιεικὴς κρίνει καὶ περὶ ὧν ψηφίζεται· ἡ μὲν γὰρ ἐπιείκεια περὶ τὸ νομικὸν δίκαιόν ἐστιν, ἡ δὲ γνώμη περὶ τὰ πρακτά ἐστιν, ὅταν ὑφ’ ἑτέρων πράττωνται· περὶ τὰ αὐτὰ δὲ καὶ ὁ νοῦς ἐστιν ὁ πρακτικός· καὶ γὰρ ἐπεὶ ὁ νοῦς γνῶσίς ἐστι τῶν ἀρχῶν, ἀρχαὶ δὲ τῶν μὲν πράξεων τὰ καθ’ ἕκαστα, τῶν δὲ θεωρητῶν καὶ ὧν ἐστι τέλος ἡ ἀλήθεια, οἱ ὅροι καὶ οἱ ἄμεσοι λόγοι καὶ αἱ κοιναὶ ἔννοιαι, εἴη ἂν ὁ μὲν θεωρητικὸς νοῦς γνῶσις τῶν ὅρων καὶ τῶν πρώτων καὶ ἀκινήτων λόγων, ὁ δὲ πρακτικὸς γνῶσις τῶν ἐσχάτων καὶ ἐνδεχομένων, δηλονότι τῶν καθ’ ἕκαστα πρακτῶν· ὥστε τὸν πρακτικὸν καὶ τὸν θεωρητικὸν νοῦν τῶν ἐσχάτων εἶναι καὶ πρώτων.3
Περὶ γνώμης. κεφ. ιβʹ. 230#1 论判断力。第十二章。 现在应当论述判断力。而它本身也同样关乎可有不同情况的事物,正如明智、善于谋划和理解力一样。为此我们也来谈论它。那么,我们据以称人们具有良好判断力并说他们具有判断力的判断力,就是对公道之事的正确评判。至于谁是公道之人以及何为公道,在先前的讨论中已经说过。而判断力就是这个,乃是显而易见的;因为我们说公道之人尤为宽恕,在某些情况下具有宽恕是公道的。宽恕则是正确的判断力,是对公道之事的评判;因为宽恕是一种正确的评判和公道的判断力。对真实之事的评判被称为是正确的。那么,如果宽恕是对公道之事的评判并且是正确的判断力,而某些人又依据正确的判断力被称为具有良好判断力,那么人们据以被称为具有良好判断力的判断力,便是对公道之事的评判。因此,所有揭示真理的品质都导向同一事物,并具有它们所从事的相同的底层对象;因为明智、理智、善于谋划、理解力以及判断力,全都是关乎个别事物和行动所处的具体事物。我所说的理智是指实践理智,它以个别的和感觉的事物为始基;因为同一个人,在做出导向善好目的之事时是明智的,而在对这些事进行应当的谋划时是善于谋划的,在对自己为了善好目的所规定并做出的诸多事物进行正确认识与评判并知晓它们乃是如应当的那样被做出的时是有理解力的,而在正确评判他人所行之事、有时并对切合于此的人予以宽恕时,则是具有良好判断力和宽恕之心的。因为对公道之事的全部评判,对于他人所行的全部善事而言都是共通的;事实上,先前所论及的对法定正义进行纠正的所谓公道,评判的是由他人制定的法律,而宽恕与判断力则是对他人所行之事作出正确的裁决;所有这些都属于公道之事。而且这恰好表明,公道之人所评判并作出裁决的全部人类行动仅仅是这些;因为公道关乎法定正义,而判断力则是在他人行事时关乎所行之事。实践理智也关乎同样的事物;因为既然理智是对始基的认识,而行动的始基是个别事物,沉思之物以及以真理为目的之物的始基则是定义、无中介的命题以及共通概念,那么沉思理智就当是对定义以及第一且不动的原理的认识,而实践理智则是对终极且可有不同情况之事、显然是对个别的实践之事的认识;因此实践理智与沉思理智分别关乎终极之物与第一之物。
- 6.κρίσις γὰρ ὀρθὴ καὶ γνώμη ἐπιεικής ἐστιν ἡ συγγνώμη
带冠词的 ἡ συγγνώμη 为句子的主语,不带冠词的 κρίσις ὀρθὴ καὶ γνώμη ἐπιεικής 构成复合表语名词,意为“因为宽恕是一种正确的评判和公道的判断力”。
- 6.ὅταν δὲ τὰ ὑπ’ ἄλλου πραχθέντα ὀρθῶς κρίνων καὶ συγγνώμης ἐνίοτε ἀξιοῖ οἷς τοῦτο προσῆκεν
分词 κρίνων 作为伴随分词修饰 ὅταν 从句中的虚拟式动词 ἀξιοῖ。动词 ἀξιόω 支配事物的属格(συγγνώμης)与人物的对格,此处由省略对格先行词的关系分句([τούτους] οἷς τοῦτο προσῆκεν,与格 οἷς 受 προσῆκεν 支配)充当宾语,构成“对合于此者认定配得宽恕/给予宽恕”的句式。
- 6.ὥστε τὸν πρακτικὸν καὶ τὸν θεωρητικὸν νοῦν τῶν ἐσχάτων εἶναι καὶ πρώτων
由引出结果的 ὥστε 引导的带对格的不定式结构。主语 τὸν πρακτικὸν [νοῦν] καὶ τὸν θεωρητικὸν νοῦν 与表语属格 τῶν ἐσχάτων καὶ πρώτων 按顺序分别对应:实践理智关乎“终极之物(个别行动)”,沉思理智关乎“第一之物(原理与定义)”。属格表示认识活动所关涉的对象范围。
