- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:127.35-128.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多鲁斯探讨了理解力(synesis),论证了它既不同于科学、意见,亦非专门科学,并将其界定为虽与明智关乎同一领域、但负责评判明智所统领之事的官能。
Περὶ συνέσεως. κεφ. ιαʹ. 10 Περὶ συνέσεως. κεφ. ιαʹ. Περὶ μὲν εὐβουλίας τοσαῦτα· ῥητέον δὲ περὶ συνέσεως. ἔστι τοίνυν σύνεσις καὶ ἀσυνεσία, καθ’ ἃς λέγομεν συνετοὺς καὶ ἀσυνέτους. καὶ οὔτε ἐπιστήμῃ ταὐτόν ἐστιν ἡ σύνεσις οὔτε δόξῃ οὔτε φρονήσει· ἐπιστήμη μὲν γὰρ οὐκ ἔστιν οὐδὲ δόξα ἡ σύνεσις· ἦ γὰρ ἂν πάντες οἱ ἐπιστήμονες ἢ οἱ δοξάζοντες συνετοὶ ἦσαν. ἀλλ’ οὐκ εἰσίν· ἀλλ’ οὐδὲ μία τις τῶν ἐπιστημῶν ἐστιν ἡ σύνεσις, οἷον ἰατρικὴ ἢ γεωμετρία· ἢ γὰρ ἂν περὶ ὑγιεινῶν ἦν ἢ περὶ μεγεθῶν. ἄλλως τε οὐδὲ περὶ τὰ ἀναγκαῖα καὶ ἀεὶ ὡσαύτως ἔχοντά ἐστιν ἡ σύνεσις, οὐδὲ ἰδίως περὶ ἑνός τινος τῶν ἐνδεχομένων ἄλλως ἔχειν ἀλλὰ καθόλου περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο, καὶ ἃ σκέψεως ἀνέχεται τινος καὶ βουλῆς καὶ ζητήσεως· διὰ τοῦτο περὶ τὰ αὐτὰ μέν ἐστιν ἡ σύνεσις τῇ φρονήσει· ἔστι γὰρ περὶ τὰ ἐνδεχόμενα, ὧν ἐσμεν αὐτοὶ κύριοι πράττειν καὶ μὴ πράττειν.1 οὐκ ἔστι δὲ πάντῃ ταὐτὸν τῇ φρονήσει· ἡ μὲν γὰρ φρόνησις ἐπιτάττει μόνον πρὸς ποῖον τέλος δεῖ φέρεσθαι καὶ τίνα δεῖ ποιεῖν, ὥστε τέλους τυχεῖν· καὶ τοῦτό ἐστιν αὐτῆς τὸ ἔργον, τὸ ἐπιτάττειν ἃ δεῖ πράττειν, τὸ δὲ κρίνειν τὰ ἐπιταχθέντα παρὰ τῆς φρονήσεως καὶ τὸ εἰδέναι ὅτι καλῶς ἔχει καὶ οὕτω δεῖ πράττειν, τοῦτό ἐστιν ἡ σύνεσις.2 οὐ γὰρ διαφέρει ὁ εὐσύνετος τοῦ συνετοῦ, ἀλλὰ καὶ ὁ συνετὸς αὐτὸ τοῦτο βούλεται, τὸ εὖ καὶ καλῶς συνιέναι καὶ κρίνειν τὰ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα. καὶ ταὐτόν ἐστι σύνεσις καὶ εὐσυνεσία, ἥτις οὔτε φρόνησίς ἐστιν οὔτε τὸ ἔχειν φρόνησιν. οὔτε δὲ τὸ δέχεσθαι καὶ λαμβάνειν φρόνησιν σύνεσίς ἐστιν· τὸ γὰρ λαμβάνειν φρόνησίν ἐστι τὸ μανθάνειν ἅπερ ὁ φρόνιμος γινώσκει, ἡ δὲ σύνεσίς ἐστι τὸ κρίνειν αὐτά· οὐκ ἄρα ταὐτὸν σύνεσις τῷ φρόνησιν λαμβάνειν ἢ φρόνησιν ἔχειν. ἀλλ’ ὥσπερ ὁ παρ’ ἄλλου τινὸς ἐπιστήμην ἀκούων καὶ γινώσκων καλῶς ξυνιέναι λέγεται, οὕτως ὁ παρὰ τοῦ φρονίμου ἐπιταττόμενα γινώσκων καὶ κρίνων ὀρθῶς συνιέναι τε λέγεται καὶ συνετὸς ὀνομάζεται καὶ εὐσύνετος διὰ τὸ καλῶς γινώσκειν· τὸ γὰρ εὖ καὶ τὸ καλῶς ταὐτόν· καὶ ἀπὸ ταύτης τῆς αἰτίας ἐλήφθη τὸ ὄνομα, ὅτι τὸ ἄλλου λέγοντος ἄλλον τινὰ ἀκούοντα γινώσκειν καλῶς μανθάνειν καὶ συνιέναι λέγεται.3
论理解力。第十一章。10 论理解力。第十一章。 关于明达,就谈这么多;现在必须论述理解力。因此,存在着理解力与缺乏理解力,依据它们我们称人是有理解力的或缺乏理解力的。理解力既非等同于科学,亦非等同于意见或明智。因为理解力不是科学,亦不是意见;否则所有具有科学知识者或持有意见者就都会是有理解力的了。但他们并不是。理解力甚至不是诸门科学中的任何特定一门,例如医学或几何学;否则它就当是关于健康之物或大小之物的了。此外,理解力既非关乎必然的且始终处于同样状态的事物,亦非特异地关乎可有不同情况的事物中的某一特定事物,而是普遍地关乎人们会感到困惑并进行谋划的事物,关乎容许某种考量、谋划和探求的事物。正因如此,理解力与明智是关乎同样事物的;因为它是关乎可有不同情况的事物,即我们自己对其行事或不行事具有主导权的事物。但它绝非在各方面都与明智相同;因为明智仅仅命令人应当朝向何种目的前进以及应当做什么以达成目的——命令应当行何事乃是它的功用——而对明智所命令之事进行评判、并知晓其处理得当且应当如此行事,这才是理解力。因为善于理解者与有理解力者并无不同,而是有理解力者指的也正是这一点,即善好且优美地理解并评判由明智之人所命令之事。理解力与善于理解是一回事,它既非明智,亦非拥有明智。接受并获得明智也不是理解力;因为获得明智是去学习明智之人所知晓的那些事物本身,而理解力则是去评判它们;因此理解力并不等同于获得明智或拥有明智。相反,正如从他人那里听闻并认识到科学知识的人被称为理解良好一样,认识并评判由明智之人所命令之事的人,也同样被称为正确地理解,并因其认识得优美而被称作有理解力的以及善于理解的——因为善好与优美是同一的;而该名称正是由此原因得来的,因为在一人言说时,另一人听闻并优美地认识,这便被称为学习和理解。
- 6.ὧν ἐσμεν αὐτοὶ κύριοι πράττειν καὶ μὴ πράττειν
关系代词 ὧν 先行词为 τὰ ἐνδεχόμενα,作形容词 κύριοι 所支配的属格补足语(表支配对象)。不定式 πράττειν καὶ μὴ πράττειν 则是附加强调/说明性不定式(epexegetic infinitive),用以限定说明 κύριοι 的具体范围。
- 6.τὸ δὲ κρίνειν τὰ ἐπιταχθέντα παρὰ τῆς φρονήσεως καὶ τὸ εἰδέναι ὅτι καλῶς ἔχει καὶ οὕτω δεῖ πράττειν, τοῦτό ἐστιν ἡ σύνεσις
句首由两个冠词化不定式短语(τὸ δὲ κρίνειν... 与 καὶ τὸ εἰδέναι...)构成全句的实际主语,紧接着的指示代词 τοῦτο 作为复指代词(resumptive pronoun)统摄上述两个不定式短语,系词后接谓表语 ἡ σύνεσις。
- 6.ὅτι τὸ ἄλλου λέγοντος ἄλλον τινὰ ἀκούοντα γινώσκειν καλῶς μανθάνειν καὶ συνιέναι λέγεται
中性冠词 τό 修饰不定式 γινώσκειν 使其名词化,其逻辑主语由宾格分词短语 ἄλλον τινὰ ἀκούοντα 承担;其间嵌套了作副词性状语的属格独立结构 ἄλλου λέγοντος。整个结构作为 λέγεται 的主语,不定式 μανθάνειν καὶ συνιέναι 则作表语补足语。
