← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§126.31-127.34

审虑的正确性与良好审虑的定义

在确认明达不同于完结的思想与意见之后,作者区分了三种“正确性”,排除了通向邪恶目的或手段欠妥的谋划,从而确立并阐释了明达结合实践智慧的严格定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

Περὶ εὐβουλίας. κεφ. ιʹ#2 καθὸ καὶ τῆς διανοίας ἡ εὐβουλία λείπεται·1 ἡ μὲν γὰρ διάνοια λόγος ἐστὶν ἀπηρτισμένος καὶ εὑρημένος μετὰ τῆς προσηκούσης αἰτίας, ἡ δὲ εὐβουλία ἐν τῇ ζητήσει ἔχει τὸ εἶναι· ὁ γὰρ βουλευόμενος, ἐάν τε εὖ ἐάν τε κακῶς βουλεύηται, ζητεῖ τι καὶ λογίζεται· καὶ μετὰ λόγου μὲν ζητεῖ, οὔπω δὲ συνεπέρανεν· ἡ δὲ δόξα οὐ τοιαύτη· οὐ γὰρ ζήτησίς ἐστιν, ἀλλὰ φάσις ἀπηρτισμένη· οὔτε τοίνυν ἐπιστήμη ἐστὶν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε δόξα. ἀλλ’ ἐπεὶ ὀρθότης ἐστὶ βουλῆς, ζητητέον πρῶτον τί ἐστι βουλή, καὶ περὶ τίνα καταγίνεται ὁ βουλευόμενος. καὶ περὶ μὲν βουλῆς καὶ βουλευτῶν ἐν τοῖς πρότερον εἴρηται· ῥητέον δὲ περὶ τῆς ὀρθότητος. ἡ τοίνυν ὀρθότης πολλαχῶς λέγεται. καὶ γὰρ καὶ οἱ πονηρὸν τιθέμενοι τέλος2 καὶ τὰ πρὸς αὐτὸ ἄντικρυς φέροντα ζητοῦντες ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστὶ καὶ οἱ ἀγαθὸν μὲν τιθέμενοι τέλος καὶ πρὸς αὐτὸ φερόμενοι, τὰ δὲ πρὸς αὐτὸ συμφέροντα μάλιστα τῶν ἄλλων οὐ ζητοῦντες ἀλλ’ ἕτερα ὥσπερ οἱ διὰ προτάσεων ψευδῶν ἢ μὴ ἐξ ἀναγκαίων ἀληθὲς συνάγοντες συμπέρασμα· καὶ οὗτοι γὰρ περὶ μὲν τὰ πρὸς τὸ τέλος σφάλλονται, ὅτι δὲ πρὸς τὸ τέλος τὸ ἀγαθὸν φέρονται, ὀρθῶς βουλεύονται· καὶ ἡ τοιαύτη βουλὴ ὀρθότης ἐστί. πρὸς δὲ τούτοις καὶ ἡ εὐβουλία ὀρθότης ἐστίν, ἥτις καὶ κυρίως ὀρθότης λέγεται βουλῆς, καθ’ ἣν πρὸς τὸ ἀγαθὸν φερόμεθα τέλος καὶ ἐκεῖνα ζητοῦμεν, δι’ ὧν δυνησόμεθα ῥᾷστα καὶ κάλλιστα τοῦ τέλους τυχεῖν. εὐβουλία γὰρ οὔτε ἡ πρώτη ὀρθότης ἐστὶν οὔτε ἡ δευτέρα· ἡ μὲν γὰρ πρώτη κακή ἐστι βουλή, ἡ δὲ εὐβουλία ἀγαθόν· τοῦτο γὰρ βούλεται τὸ ὄνομα, ἀγαθὴ βουλή· ἡ δὲ δευτέρα ὀρθότης ζητεῖ μὲν ὃ δεῖ, δι’ οὗ δὲ τυχεῖν οὐ ζητεῖ καὶ περὶ τὰ πρὸς τὸ τέλος οὐ καλῶς βουλεύεται, περὶ ἃ ἡ βουλὴ γίνεται, καθὼς προείρηται· ὥστε καθόσον μὲν εἰς τὸ ἀγαθὸν φέρεται, ὀρθῶς φέρεται, καθόσον δὲ οὐ διὰ τῶν προσηκόντων τῷ τέλει φέρεται, οὐ καλῶς φέρεται· ὥστε οὐκ ἂν εἴη εὐβουλία ἡ τοιαύτη ὀρθότης. ἔτι δὲ οὐδὲ ἡ διὰ πολλοῦ χρόνου καὶ πλείονος τοῦ δέοντος γινομένη βουλὴ εὐβουλία ἐστίν. εὐβουλία γάρ ἐστι μόνον ἡ ὀρθότης τῆς βουλῆς, ἡ κατὰ τὸ ὠφέλιμον, ὅταν περὶ ὧν δεῖ βουλευώμεθα καὶ ὡς δεῖ καὶ ὅσον χρόνον δεῖ. ἐπεὶ δὲ τὸ τέλος ἢ καθόλου ἐστὶ καὶ ἔσχατον ἢ μερικόν, ἔσχατον μέν, πρὸς ὃ πᾶσα πρᾶξις ἀνθρωπίνη φέρεται, μερικὸν δέ, πρὸς ὅ τινες πράξεις φέρουσιν, ἀκολούθως καὶ ἡ εὐβουλία ἔχει· ἡ μὲν καθόλου ἐστίν, ἥτις ὀρθὴ καὶ ἀγαθὴ βουλή ἐστι περὶ τῶν φερόντων εἰς τὸ ἔσχατον τέλος, τὴν κατ’ ἀρετὴν ζωήν, ἡ δὲ μερική, ἥτις εἰς μερικόν τι τέλος φέρει, ὃ οὐκ ἔστι μὲν τὸ ἔσχατον, φέρει δὲ εἰς τὸ ἔσχατον τέλος. ἐπεὶ δὲ τῶν φρονίμων ἐστὶ τὸ εὖ βουλεύεσθαι, δεῖ προσθεῖναι τῷ τῆς εὐβουλίας ὁρισμῷ καὶ τὴν φρόνησιν· ὥστε εἶναι τὸν ὁρισμὸν τῆς εὐβουλίας οὕτως· εὐβουλία ἐστὶν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι· κατὰ τὸ συμφέρον μέν, διὰ τὴν βουλὴν ἢ πρὸς τέλος μὲν ἀγαθὸν φέρεται,3 δι’ ὧν δὲ προσῆκεν οὐδαμῶς, λέγω δὴ πράξεων καὶ χρόνου καὶ τρόπου· τὸ δὲ πρός τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψίς ἐστι, διὰ τὴν πονηρὰν βουλήν, ἥτις τὰ μὲν τέλει προσήκοντα καὶ ἀκόλουθα ζητεῖ· πρὸς τέλος δὲ φέρεται πονηρόν, οὗ οὐκ ἔστιν ἡ φρόνησις ἀληθὴς ὑπόληψις.

Περὶ εὐβουλίας. κεφ. ιʹ#2正因如此,明达也逊于思想;因为思想是伴随其应有原因而完结并被发现的逻各斯,而明达的存在则在于探求。因为谋划者无论谋划得好还是谋划得坏,都在探求某事并进行推算;他伴随着逻各斯而探求,但尚未得出结论。然而意见却非如此;因为意见不是探求,而是完结了的断言。因此,明达既非科学,亦非善断,亦非意见。但既然明达是谋划的正确性,首先必须探求谋划是什么,以及谋划者所从事的是关于什么。关于谋划与谋划的对象在前面已经述及;现在则必须论述正确性。正确性是有多种说法的。因为即使是那些设定邪恶目的并探求径直通向该目的之手段的人,也在正确地谋划,而这样的谋划也是一种正确性;那些设定良好目的并朝向它前进、但并未探求比其他事物更对该目的最为有益的手段而是探求别物的人也是如此——就像那些通过虚假前提或非必然前提推导出真实结论的人一样;因为这些人关于通向目的之手段固然犯错,但在他们朝向良好目的前进这一点上,他们是正确地谋划的,并且这样的谋划也是一种正确性。除这些之外,明达也是一种正确性,它也被本义地称为谋划的正确性,依照它,我们朝向良好目的前进,并探求通过何种手段我们能够最容易且最优美地达成目的。因为明达既非第一种正确性,亦非第二种正确性;因为第一种是恶劣的谋划,而明达是善好的——因为这名称所指的就是善好的谋划;而第二种正确性虽然探求应当探求的目的,却不探求通过何种手段来达成,并未就通向目的之手段优美地谋划,正如前述,谋划正是关于这些手段而展开的;以至于就其朝向善而言,它是正确地前进的,但就其并非通过适宜于目的之手段前进而言,它并不是优美地前进的;所以这样的正确性不会是明达。再者,耗费大量时间且超过应当所需时间而展开的谋划也不是明达。因为只有当我们在应当谋划之事上、如其应当的那样且在应当所需的时间内谋划时,依照有益之事的谋划的正确性才是明达。既然目的要么是普遍且终极的,要么是部分的——终极目的即是一切人类行动所朝向的,部分目的则是某些行动所导向的——明达也相应如此:一种是普遍的明达,它是关于导向终极目的(即依照德性的生活)之手段的正确而善好的谋划;另一种是部分的明达,它导向某种部分目的,该目的虽不是终极目的,却导向终极目的。既然善于谋划是明智之人的特有属性,就必须在明达的定义中也加入明智;以至于明达的定义如下:“明达是依照有益之事、朝向明智对其具有真实领悟之某种目的的正确性。”“依照有益之事”是由于那种虽朝向良好目的前进、但绝非通过适宜手段(我指行动、时间与方式)前进的谋划;而“朝向明智对其具有真实领悟之某种目的”则是由于那种邪恶的谋划,它虽探求适宜且符合目的之手段,却朝向邪恶目的前进,而明智对这种邪恶目的并无真实的领悟。

语法注3 条
  1. 6.καθὸ καὶ τῆς διανοίας ἡ εὐβουλία λείπεται

    καθό 承接前一节末尾关于“明达是正在探求(未完结),而意见/结论则是已经发现(完结)”的对比;动词 λείπεται 带属格补足语 τῆς διανοίας,表示“不及……”或“逊于……”。

  2. 6.καὶ γὰρ καὶ οἱ πονηρὸν τιθέμενοι τέλος

    以 καὶ γὰρ καί 开头的从句与后文的 καὶ οἱ ἀγαθὸν μὲν τιθέμενοι... 及 πρὸς δὲ τούτοις καὶ ἡ εὐβουλία ὀρθότης ἐστίν 相互呼应,构成了谋划中三种“正确性”的并列框架:(1) 目的不良但手段有效,(2) 目的良好但手段有误,(3) 通过最佳手段达成善好目的。

  3. 6.διὰ τὴν βουλὴν ἢ πρὸς τέλος μὲν ἀγαθὸν φέρεται

    结合后文 διὰ τὴν πονηρὰν βουλήν, ἥτις... 的平行结构以及对名词 τὴν βουλήν 的限定关系,此处的 ἢ 应读作关系代词阴性单数主格 ἥ 的书写讹误或变体(意为“由于那种朝向善好目的前进的谋划……”),而非连词 ἤ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:126.31-127.34