- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:125.22-126.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯着手界定与实践智慧密切相关的明达(善于谋划),论证了它与探求、科学、善断、机敏以及意见都不同,而是依照正确逻各斯的谋划本身的正确性。
Περὶ εὐβουλίας. κεφ. ιʹ#1 Περὶ εὐβουλίας. κεφ. ιʹ. Περὶ μὲν οὖν σοφίας καὶ φρονήσεως καὶ νοῦ καὶ τέχνης καὶ ἐπιστήμης καὶ τί ἐστιν ἕκαστον καὶ τίσι διαφέρουσιν ἀλλήλων εἴρηται. νῦν δὲ ῥητέον περὶ εὐβουλίας περὶ συνέσεως καὶ περὶ γνώμης, τίς τε ἐστιν ἑκάστη καὶ τίνι διαφέρει τῶν εἰρημένων πέντε ἀληθευτικῶν ἕξεων. καὶ πρῶτον περὶ εὐβουλίας· οἰκείως γὰρ ἔχει μάλιστα τῇ φρονήσει, ἧς τὸν λόγον ἀρτίως ἀπηλλάξαμεν, ὥστε τὸν περὶ εὐβουλίας λόγον τῷ περὶ τῆς φρονήσεως συναπτέον. πρῶτον μὲν οὖν οὐκ ἔστι ζήτησις· ἐπὶ πλέον γὰρ ἐστιν ἡ ζήτησις τῆς εὐβουλίας· οὐ μόνον γὰρ ὁ εὖ βουλευόμενος ἀλλὰ καὶ ὁ κακῶς βουλευόμενος ζητεῖ, καὶ οὐ μόνον τὰ ἐνδεχόμενα ἀλλὰ καὶ τὰ ἀναγκαῖα ζητοῦνται, περὶ ἅ ἐστιν ἡ ἐπιστήμη, οἷον εἰ τὸ τρίγωνον ἔχει δύο ὀρθάς, ζητεῖται πρὸς τῆς ἐπιστήμης, καὶ εἰ ἡ σελήνη σφαιροειδής ἐστι· διὰ τοῦτο ἡ εὐβουλία οὐκ ἔστι ταὐτὸν τῇ ζητήσει. ἔτι δὲ οὐδὲ ἐπιστήμη ἐστὶν ἡ εὐβουλία· ὁ μὲν γὰρ ἐπιστήμων οὐ ζητεῖ περὶ ὧν ἐπίσταται, ὁ δὲ εὔβουλος ζητεῖ· ἡ γὰρ εὐβουλία βουλή τίς ἐστιν, ἡ δὲ βουλὴ ζήτησίς ἐστι τοῦ τί δεῖ πράττειν· καὶ ὁ βουλευόμενος ζητεῖ καὶ λογίζεται περὶ τῶν πράξεων, ὅπως εὖ καὶ καλῶς γένωνται, ὥστε ἡ μὲν εὐβουλία ζήτησις, ἡ δὲ ἐπιστήμη οὐ τοιαύτη· ἡ εὐβουλία ἄρα οὐκ ἔστιν ἐπιστήμη. ἔτι δὲ οὐδὲ εὐστοχία ἐστὶν ἡ εὐβουλία. ἡ μὲν γὰρ εὐστοχία ἄνευ χρόνου τινὸς καὶ λογισμοῦ καὶ μελέτης γίνεται· τὸ γὰρ γνῶναι περὶ τοῦ προκειμένου καλῶς ἀθρόον καὶ ἄνευ μελέτης, τοῦτό ἐστιν εὐστοχία· ἡ δὲ εὐβουλία οὐ τοιαύτη· μετὰ γὰρ χρόνον καὶ βραδέως ἡ βουλὴ γίνεται· καὶ διὰ τοῦτο καὶ ὁ τῶν πολλῶν λόγος φησὶ δεῖν ταχέως μὲν πράττειν τὰ βουλευθέντα, βουλεύεσθαι δὲ βραδέως. ἔτι ἡ ἀγχίνοια ἕτερον παρὰ τὴν εὐβουλίαν· ἀγχίνοια γάρ ἐστιν ἄσκεπτος ἀπόδοσις τοῦ μέσου, δηλονότι τῆς αἰτίας τοῦ προτεθέντος· ἡ δὲ εὐβουλία μετὰ σκέψεως· ἔστι γὰρ ἀγχίνοια εὐστοχία τις· οὐκ ἄρα ἀγχίνοια ἡ εὐβουλία ἐστί. καὶ γὰρ ἡ μὲν εὐστοχία ἐστὶ τὸ περὶ τοῦ παντὸς τοῦ προτεθέντος εὐεπηβόλως εἰπεῖν, ἡ δὲ ἀγχίνοια τῆς αἰτίας τοῦ προτεθέντος ζητήματος ἀπόδοσις ταχεῖά ἐστιν, οἷον διὰ τί βέλτιον ἄρχεσθαι ἢ ἄρχειν ἐν ταῖς ὀλιγαρχίαις· ὅτι ἀσφαλέστερον. διὰ ταῦτα μὲν οὖν ἡ εὐβουλία οὔτε εὐστοχία οὔτε ἀγχίνοιά ἐστιν. ἀλλ’ οὐδὲ δόξα ἐστὶν ἡ εὐβουλία· πολλῶν γὰρ ὄντων τῶν εἰδῶν τῆς δόξης, οὐδὲν τούτων ἡ εὐβουλία ἐστί· καὶ γὰρ τῶν δοξῶν αἱ μέν εἰσι συμπεράσματα διανοίας ἐξ ἀνάγκης ἀποδειχθέντα, ὥσπερ τὸ τρίγωνον δύο ὀρθὰς ἔχει, εἴ τις ἄνευ ἀποδείξεως δοξάζει, δόξαν ἔχει ἀναγκαίαν·1 αἱ δὲ ἀπὸ αἰσθήσεως συνάγονται, ὧν ἔνιαι καὶ ψευδεῖς πολλάκις εἰσί. πᾶσαι δὲ τὴν ἀλήθειαν ἔχουσι τέλος καὶ ἡ ὀρθότης τῆς δόξης ἡ ἀλήθειά ἐστιν· ἡ δὲ εὐβουλία τέλος ἔχει τὸ συμφέρον ἢ τοῦ βουλευομένου ἢ ᾧ τὴν βουλὴν δίδωσιν, ὃ καὶ διὰ ψεύδους καὶ ἀπάτης πολλάκις οἱ εὔβουλοι κατορθοῦσιν. ἔτι δὲ οὐ τῆς εὐβουλίας ἄλλη τίς ἐστιν ὀρθότης, ἀλλὰ αὐτή ἐστιν ὀρθότης βουλῆς·2 εἰ γὰρ ὁ κακῶς βουλευόμενος ἁμαρτάνει, πάντως ὁ εὖ βουλευόμενος κατὰ τὸν ὀρθὸν βουλεύεται λόγον. ἔστι γὰρ ὀρθότης ἡ εὐβουλία οὔτε δόξης οὔτε ἐπιστήμης ἀλλὰ τῆς βουλῆς, ὡς δηλοῖ καὶ τοὔνομα· ἐπιστήμης μὲν γὰρ οὐδεμία ὀρθότης, οὐδὲ γὰρ ἁμαρτάνει ἡ ἐπιστήμη, ὥστε ὀρθότητος δεῖσθαι. τῆς δὲ δόξης ἡ ὀρθότης, καθὼς εἴρηται, ἡ ἀλήθειά ἐστιν· οὔτε τοίνυν δόξα ἐστὶν ἡ εὐβουλία ἢ ἐπιστήμη οὔτε ὀρθότης ἐστὶν ἢ δόξης ἢ ἐπιστήμης· ἔτι δὲ ἡ μὲν εὐβουλία ζήτησίς ἐστι κατὰ τὸν ὀρθὸν λόγον· ἡ δὲ δόξα εὕρεσίς τινος συμπεράσματος καὶ περί τι ὡρισμένον ἐστί· καὶ ἡ μὲν εὐβουλία ζητεῖν ἐστιν, ἡ δὲ δόξα εὑρηκέναι.
Περὶ εὐβουλίας. κεφ. ιʹ#1 论明达。第十章。 关于智慧、实践智慧、理智、技艺和科学,各自是什么以及它们在哪些方面彼此不同,已经述及。现在则必须论述明达、理解和明断,各自是什么以及它们在何种方面与上述五种把握真理的品质相区别。首先论述明达;因为它与我们刚刚论述完毕的实践智慧最为亲近,以至于关于明达的论述应当与关于实践智慧的论述相衔接。首先,明达并不是单纯的探求;因为探求的外延大于明达;因为不仅善于谋划者探求,而且谋划不良者也探求,并且不仅可能之事物被探求,必然之事物也被探求,而科学正是关于这些必然事物的,比如三角形是否具有两直角,是由科学来探求的,又比如月亮是否是球形的;因此明达与探求并非同一。再者,明达也不是科学;因为拥有科学知识的人并不探求他所知晓的事情,而明达之人则探求;因为明达是某种谋划,而谋划是对应当做什么的探求;谋划者探求并推算行动,以使行动得以良好且优美地达成,因此明达是探求,而科学却不是这般的;所以明达不是科学。再者,明达甚至也不是善断。因为善断是在无需时间、推算和练习的情况下产生的;因为在没有练习的情况下顿然优美地认识摆在面前的问题,这就是善断;但明达却不是这般的;因为谋划是伴随时间且缓慢地进行的;正因如此,大众的格言也说已谋划之事应当迅速实行,而谋划本身却应当缓慢进行。再者,机敏与明达也是相异的;因为机敏是不假思索地给出中项,亦即给出所提问题的原因;而明达则伴随着审思;因为机敏是某种善断;因此明达不是机敏。因为善断是指就摆在面前的整个事物而言切中目标地发言,而机敏则是迅速给出所提探究问题的原因,比如“为什么在寡头政体中被统治优于统治?”——“因为这样更安全。”由于这些缘故,明达既不是善断也不是机敏。但是明达也不是意见;因为虽然意见的种类繁多,明达却不是其中的任何一种;因为在各种意见中,有些是思想出于必然性而证明的结论,正如如果某人未经证明而持见认为三角形具有两直角,他便拥有一个关于必然事物的意见;而另一些意见则是从感觉中得出的,其中有些也常常是虚假的。然而一切意见都以真理为目的,且意见的正确性就是真理;而明达的目的乃是有益之事,要么对于谋划者本人,要么对于他给予谋划的对象而言,而明达之人往往甚至通过虚假与欺骗也能成就这一目的。再者,并不是明达还有某种其他的正确性,而是它本身就是谋划的正确性;因为如果谋划不良者犯错,那么善于谋划者必定是依照正确的逻各斯而谋划的。因为正如其名称所示,明达既不是意见的正确性也不是科学的正确性,而是谋划的正确性;因为科学不存在任何正确性,科学并不犯错以至于需要正确性。正如前述,意见的正确性则是真理;因此明达既不是意见也不是科学,既不是意见的正确性也不是科学的正确性。再者,明达是依照正确逻各斯的探求;而意见则是某种结论的发现,并且是关于某种确定事物的;并且明达是正在探求,而意见则是已经发现。
- 6.ὥσπερ τὸ τρίγωνον δύο ὀρθὰς ἔχει, εἴ τις ἄνευ ἀποδείξεως δοξάζει, δόξαν ἔχει ἀναγκαίαν
带 ὥσπερ 的从句(“正如三角形具有两直角”)是一个先行倒置的例示句,用以说明紧随其后的条件句(εἴ τις...)中所持意见的具体内容,表明在未经证明的情况下持有关于必然对象的结论这一情形。
- 6.οὐ τῆς εὐβουλίας ἄλλη τίς ἐστιν ὀρθότης, ἀλλὰ αὐτή ἐστιν ὀρθότης βουλῆς
句中的 οὐ τῆς εὐβουλίας... 采用所有格属格(“并非属于明达有某种别的正确性”)。而在相对照的 αὐτή ἐστιν ὀρθότης βουλῆς(“而是它本身就是谋划的正确性”)中,βουλῆς 用作关涉属格。
