- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:124.16-125.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者从质料的抽离与经验的必要性解释了为何年轻人能成为数学家却不能成为智者或自然哲学家,论证了伦理实践智慧需要政治实践智慧,并说明实践智慧不同于涉及普遍性的科学与理智,而是关涉类似于感觉的最末端个别事物。
Περὶ φρονήσεως. κεφ. θ’#2 πάλιν δὲ χωρὶς τῆς φυσικῆς ἐπιστήμης ἀδύνατον ἐπὶ τὴν σοφίαν ἐλθεῖν· μετὰ τὰ φυσικὰ γὰρ τὰ ὑπὲρ φύσιν γιγνώσκομεν· τὸ δὲ γνῶναι τὰ καθ’ ἕκαστα, ἐμπειρίας ἐστίν· ἡ δὲ ἐμπειρία χρόνου πολλοῦ· καὶ διὰ τοῦτο τοὺς νέους οὐ δυνατὸν φυσικοὺς ἢ σοφοὺς εἶναι. τῶν δὲ μαθηματικῶν αἱ ἀρχαὶ χωρὶς τῆς ὕλης λαμβάνονται· καὶ διὰ τοῦτο οὐ χρείαν ἔχουσι γνῶσιν ἔχειν τῶν καθ’ ἕκαστα· καὶ γὰρ οὐκ ἐν τῇ ὕλῃ σκοποῦσι τὸν κύκλον ἢ τὸν ἀριθμόν, ἐν ᾗ πολυειδής τις, ὡς εἰπεῖν, καὶ ἀόριστος γίνεται, καθάπερ τὰ φυσικὰ ὁ φυσικός, ἀλλὰ ἀφελόντες τῆς ὕλης καὶ αὐτὸν σκοποῦντες καθ’ ἑαυτόν, τούτου χάριν τοὺς νέους οὐδὲν κωλύει μαθηματικοὺς εἶναι· καὶ γὰρ τὰς μὲν τῶν φυσικῶν ἀρχὰς καὶ ὅλως τὰ φυσικὰ εἰ καὶ λέγουσιν, ἀλλ’ οὐκ ἴσασιν ἀκριβῶς περὶ αὐτῶν οὐδὲ πιστεύουσι, τὰς δὲ τῶν μαθηματικῶν καὶ πιστεύουσι· γινώσκουσι γὰρ διὰ τὸ ὡρισμένους εἶναι τοὺς αὐτῶν λόγους. ἐπεὶ τοίνυν φανερόν, ὅτι τῆς φρονήσεως τῆς ἠθικῆς αἰτία ἐστὶν ἡ ἐμπειρία, τὴν δὲ ἐμπειρίαν οὐκ ἔνι γενέσθαι χωρὶς κοινωνίας πολιτικῆς, ἡ δὲ πολιτικὴ κοινωνία οὐ δύναται εἶναι ἄνευ τῆς πολιτικῆς φρονήσεως, δῆλον ὅτι τὴν ἠθικὴν φρόνησιν οὐ δυνατὸν εἶναι ἄνευ τῆς πολιτικῆς. ἔτι ἐπεὶ ἡ ἁμαρτία ἡ περὶ τὰς πράξεις ἀπὸ ἀγνοίας συμβαίνει ἢ τῆς καθόλου ἢ τῆς μερικῆς (καὶ γὰρ ὁ ἀγνοῶν καθόλου, ὅτι τὰ βαρύσταθμα ὕδατα φαῦλα, καὶ ὁ τοῦτο μὲν εἰδώς, ἀγνοῶν δὲ μερικῶς, ὅτε τάδε τὰ ὕδατα βαρύσταθμα,1 ὁμοίως ἁμαρτήσεται· χρήσεται γὰρ ἑκάτερος τοῖς φαύλοις ὕδασι), φανερόν, ὅτι πρὸς τὸ μὴ ἁμαρτεῖν ἀναγκαῖον μὴ μόνον εἰδέναι, ὅτι τάδε τὰ ὕδατα βαρύσταθμα, ἀλλὰ καὶ ὅτι τὰ βαρύσταθμα φαῦλα· δεῖται ἄρα ἡ μερικὴ φρόνησις τῆς καθόλου φρονήσεως, τῆς πολιτικῆς, καὶ ἀδύνατον τὴν ἠθικὴν ἄνευ τῆς πολιτικῆς συστῆναι, ὥσπερ καὶ τὴν μερικὴν γνῶσιν ἄνευ τῆς καθόλου μὴ ἁμαρτάνειν ἀδύνατον. ἀπὸ τούτων δὲ φανερὸν καὶ ὅτι ἡ φρόνησις οὔτε ἐπιστήμη ἐστὶν οὔτε νοῦς· ἐπιστήμη μέν, ὅτι ἡ φρόνησις περὶ τὰ καθ’ ἕκαστά ἐστιν,2 ἅπερ ὕστερα τῇ φύσει εἰσί· ἡ δὲ ἐπιστήμη τῶν πρώτων τῇ φύσει τῶν καθόλου ἐστί· νοῦς δὲ ἡ φρόνησις οὐκ ἔστιν. ἔτι καὶ ἀντίκειται τῷ νῷ. καὶ γὰρ ὁ μὲν νοῦς περὶ τὰ πρῶτα καὶ ἀναπόδεικτα, φρόνησις δὲ περὶ τὰ ἔσχατα, περὶ ἃ οὐδὲ ἐπιστήμη ἐστὶν ἀλλ’ αἴσθησις. ἐκεῖνα δὲ λέγω, οὐχ ὧν ἰδίως ἑκάστη αἴσθησις ἀντιλαμβάνεται, οἷον τῶν γευστῶν καὶ ὀσφραντῶν ἢ ἀκουστῶν· οὐ γὰρ χυμοὺς κρίνει ἡ φρόνησις ἢ ἀναθυμιάσεις ἢ ἤχους, ἀλλ’ ἁπλῶς τὰ καθ’ ἕκαστα· ταῦτα γὰρ μόνη γινώσκει ἡ αἴσθησις· διὰ τοῦτο τὴν φρόνησιν περὶ ἐκεῖνα λέγομεν εἶναι, περὶ ἃ καὶ ἡ αἴσθησις, οἷον εἰ δεῖ τήνδε τὴν πόλιν τῶν Ἀθηναίων τῇδε τῇ πόλει τῶν Κορινθίων πολεμεῖν, τοῦ φρονίμου εἰδέναι·3 πρακτικὴ γὰρ ἡ φρόνησις· ἡ δὲ πρᾶξις τῶν μερικῶν. τοῦτον δὲ τὸν τρόπον καὶ οἱ μαθηματικοὶ τὸ αἰσθητὸν γινώσκουσι τρίγωνον, οὐ καθόσον ἀντίκειται τῇ ὁράσει ἢ τῇ ἁφῇ, ἀλλὰ ἁπλῶς, καθόσον ἐστὶ τῶν καθ’ ἕκαστα καὶ μερικῶν, ἅπερ τελευταῖα γινώσκονται· ἐν αὐτοῖς γὰρ ὁ γινώσκων ἵσταται καὶ οὐδὲν περαιτέρω ζητεῖ. καὶ γὰρ ἀπὸ μὲν τῶν μερικῶν καὶ αἰσθητῶν ἀρχομένοις ἐσχάτη ἐστὶν ἡ γνῶσις τῶν καθόλου· ἀπὸ δὲ τῶν καθόλου τῆς γνώσεως προϊούσης τὰ αἰσθητὰ τελευταῖον γινώσκονται. τὸ μὲν οὖν γινώσκειν τὰ μερικά, καθόσον εἰσὶν αἰσθητά, καὶ ἀντίκεινται τὰ μὲν γεύσει, τὰ δὲ ἀκοῇ, τὰ δὲ ἁφῇ, τὰ δὲ ὁράσει, τῆς αἰσθήσεώς ἐστι καὶ οὐ τῆς φρονήσεως· τὸ δὲ εἰδέναι ταῦτα, καθόσον λυσιτελοῦσιν ἢ λυμαίνονται τῷ ἀνθρωπίνῳ ἀγαθῷ, τοῦτο δέ ἐστι τῆς φρονήσεως.
论实践智慧。第九章另一方面,若无自然科学,就不可能达到智慧;因为我们在自然事物之后才认识超自然的事物。而认识个别事物属于经验,经验则属于漫长的时间;正因如此,年轻人不可能成为自然哲学家或智者。但数学的诸始基是不带质料而被领会的;正因如此,他们无需拥有对个别事物的认识。因为他们并不像自然哲学家考察自然事物那样,在质料之中考察圆或数——在质料中,可以说它变得多种多样且不确定——而是将它们从质料中抽离出来并就其自身考察之;由于这个缘故,没有什么能阻碍年轻人成为数学家。因为对于自然事物的始基以及整个自然事物,他们即使谈论,却对它们缺乏精确的认识,也不确信;但对于数学的始基,他们确实确信;因为由于其定义是确定的,他们认识它们。那么,既然显而易见经验是伦理实践智慧的原因,而经验若无政治共同体便不可能产生,政治共同体若无政治实践智慧便不可能存在,这就清楚表明,伦理实践智慧若无政治实践智慧便不可能存在。再者,由于关于行动的错误产生于普遍的无知或个别的无知(因为普遍地不知道重水不良的人,与虽然知道这一点但在个别上不知道这水是重水的人,将同样犯错;因为两者都会使用不良的水),显而易见,为了不犯错,不仅必须知道这水是重水,而且必须知道重水是不良的。因此,个别的实践智慧需要普遍的实践智慧,即政治实践智慧,而伦理实践智慧若无政治实践智慧便不可能成立,正如个别的认识若无普遍的认识便不可能不犯错一样。从这些事情中也显而易见,实践智慧既不是科学,也不是理智:一方面不是科学,因为实践智慧关涉个别事物,而个别事物在本性上是在后的;科学则是关涉在本性上居先的普遍事物的;另一方面,实践智慧也不是理智。再者,它甚至与理智相对立。因为理智关涉最初的和不可证明的事物,而实践智慧则关涉最末端的事物,关于它们所拥有的不是科学而是感觉。我所谓的那些事物,并不是指各种感觉特异地把握的对象,比如可尝物、可嗅物或可听物;因为实践智慧所判定的不是滋味、气味或声音,而是单纯的个别事物;因为唯独感觉认识这些事物。正因如此,我们说实践智慧关涉感觉所关涉的那些事物,正如雅典人的这一个城邦是否应当与科林斯人的这一个城邦作战,乃属于明智之人应当知道的;因为实践智慧是实践性的,而行动属于个别事物。数学家也是以这种方式认识可感三角形的,并不是就其作为视觉或触觉的对立对象而言,而是单纯就其属于最后被认识的个别和局部事物而言;因为认识者在它们那里止步,不再探求更远的事物。因为对于从个别和可感事物出发的人来说,对普遍事物的认识是最末端的;而当认识从普遍事物出发推进时,可感事物则是最后被认识的。因此,就个别事物是可感的、并且分别作为味觉、听觉、触觉和视觉的对立对象而言认识它们,属于感觉而不属于实践智慧;但是就它们有益于还是损害人类之善而言认识它们,这则属于实践智慧。
- 6.ὅτε τάδε τὰ ὕδατα βαρύσταθμα
此处与前文的 ὅτι τὰ βαρύσταθμα ὕδατα φαῦλα(“重水是不良的”)构成并列,ὅτε 在后古典希腊语中常作为陈述连词 ὅτι 的等价物使用,引导宾语从句(“这水是重水”),而非表示时间的副词从句(“当……时”)。
- 6.ἐπιστήμη μέν, ὅτι ἡ φρόνησις περὶ τὰ καθ’ ἕκαστά ἐστιν
承接前文“实践智慧既不是科学,也不是理智”(ἡ φρόνησις οὔτε ἐπιστήμη ἐστὶν οὔτε νοῦς),此处在 ἐπιστήμη μέν 后省略了谓语“不是科学”(οὐκ ἔστιν ἐπιστήμη),由表原因的 ὅτι 从句加以说明,并与后文的 νοῦς δὲ ἡ φρόνησις οὐκ ἔστιν 相对称。
- 6.τοῦ φρονίμου εἰδέναι
由表示所属或特性的属格 τοῦ φρονίμου 与不定词 εἰδέναι 构成的谓语结构,意为“知道……乃属于明智之人”。前面的从句(εἰ δεῖ...)整体作为不定词 εἰδέναι 的宾语。
